← 琉善

托克萨里斯或友谊

§29-32

德墨特里奥斯照料安提菲洛斯并自诬同囚

德墨特里奥斯游历归来后,奔赴探望蒙冤入狱且病弱的安提菲洛斯,在港口充当挑夫挣钱打点狱吏并悉心照料好友;当探视被禁后,他毅然自诬为同谋自首入狱,与好友同戴一枷、共担苦难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29

Μνήσιππος ἐδέδετο οὖν ὁ ἄθλιος Ἀντίφιλος πολὺν ἤδη χρόνον, ἁπάντων ὅσοι ἦσαν κακοῦργοι ἐν τῷ δεσμωτηρίῳ μιαρώτατος εἶναι δοκῶν, καὶ ὁ ἐπὶ τῶν δεσμῶν Αἰγύπτιος, δεισιδαίμων ἄνθρωπος, ᾤετο χαριεῖσθαι καὶ τιμωρήσειν τῷ θεῷ βαρὺς τῷ Ἀντιφίλῳ ἐφεστώς. εἰ δʼ ἀπολογοῖτό ποτε, λέγων ὡς οὐδὲν τοιοῦτον εἴργασται, ἀναίσχυντος ἐδόκει καὶ πολὺ πλέον ἐπὶ τούτῳ ἐμισεῖτο. ὑπενόσει τοιγαροῦν ἤδη καὶ πονηρῶς εἶχεν οἷον εἰκὸς χαμαὶ καθεύδοντα καὶ τῆς νυκτὸς οὐδὲ ἀποτείνειν τὰ σκέλη δυνάμενον ἐν τῷ ξύλῳ κατακεκλειμένα· τῆς μὲν γὰρ ἡμέρας ὁ κλοιὸς ἤρκει καὶ ἡ ἑτέρα χεὶρ πεπεδημένη, εἰς δὲ τὴν νύκτα ἔδει ὅλον καταδεδέσθαι. καὶ μὴν καὶ τοῦ οἰκήματος ἡ δυσοσμία καὶ τὸ πνῖγος, ἐν ταὐτῷ πολλῶν δεδεμένων καὶ ἐστενοχωρημένων καὶ μόλις ἀναπνεόντων, καὶ τοῦ σιδήρου ὁ ψόφος καὶ ὕπνος ὀλίγος — ταῦτα πάντα χαλεπὰ ἦν καὶ ἀφόρητα οἵῳ ἀνδρὶ ἐκείνων ἀήθει καὶ ἀμελετήτῳ πρὸς οὕτω σκληρὰν τὴν δίαιταν.

姆涅西普斯:可怜的安提菲洛斯就这样被囚禁了很久,被视作狱中所有罪犯中最可憎恶之人;而管束狱具的埃及人又是个迷信之徒,自以为严苛对待安提菲洛斯便能取悦神明并替神雪恨。安提菲洛斯若是辩解,声称自己未曾做过这类事,反倒被看作不知羞耻,并因此招致更甚的憎恨。因此,他早已疾病缠身,境况凄惨,正如一个人睡在地上、夜间双腿被锁在木枷中连伸展都不能时所必然招致的那样;因为白天只需戴着颈枷并锁上一只手,到了夜里却必须全身都被捆绑拘系。况且,囚室的恶臭与窒息感——许多人被拘禁在一处,拥挤不堪,呼吸困难——再加上铁链的声响与极短的睡眠,这一切对于这样一个不习惯也未曾受过如此严酷生活训练的男子而言,都是难以忍受的痛苦。

§30

Μνήσιππος ἀπαγορεύοντος δὲ αὐτοῦ καὶ μηδὲ σῖτον αἱρεῖσθαι θέλοντος, ἀφικνεῖταί ποτε καὶ ὁ Δημήτριος, οὐδὲν εἰδὼς τῶν ἤδη γεγενημένων. καὶ ἐπειδὴ ἔμαθεν, ὡς εἶχεν εὐθὺς ἐπὶ τὸ δεσμωτήριον δρομαῖος ἐλθών, τότε μὲν οὐκ εἰσεδέχθη, ἑσπέρα γὰρ ἦν, καὶ ὁ δεσμοφύλαξ πάλαι κεκλεικὼς τὴν θύραν ἐκάθευδε, φρουρεῖν τοῖς οἰκέταις παρακελευσάμενος· ἕωθεν δὲ εἰσέρχεται πολλὰ ἱκετεύσας. καὶ παρελθὼν ἐπὶ πολὺ μὲν ἐζήτει τὸν Ἀντίφιλον ἄδηλον ὑπὸ τῶν κακῶν γεγενημένον, καὶ περιιὼν ἀνεσκοπεῖτο καθʼ ἕκαστον τῶν δεδεμένων, ὥσπερ εἰώθασιν οἱ τοὺς οἰκείους νεκρούς, ἤδη ἑώλων ὄντων,1 ἀναζητοῦντες ἐν ταῖς παρατάξεσιν. καὶ εἴ γε μὴ τοὔνομα ἐβόησεν, Ἀντίφιλον Δεινομένους, κἂν ἐπὶ πολὺ ἠγνόησεν ἂν2 ὅστις ἦν, τοσοῦτον ἤλλακτο ὑπὸ τῶν δεινῶν. ὡς δὲ τὴν φωνὴν αἰσθόμενος ἀνεβόησεν καὶ προσιόντος διαστείλας τὴν κόμην καὶ ἀπάγων τοῦ προσώπου αὐχμηρὰν καὶ συμπεπιλημένην ἔδειξεν αὑτὸν ὅστις ἦν, ἄμφω μὲν αὐτίκα πίπτουσιν ἰλιγγιάσαντες ἐπὶ τῇ ἀπροσδοκήτῳ θέᾳ. χρόνῳ δὲ ἀναλαβὼν αὑτόν τε καὶ τὸν Ἀντίφιλον ὁ Δημήτριος καὶ σαφῶς ἕκαστα ὡς εἶχεν ἐκπυθόμενος παρʼ αὐτοῦ θαρρεῖν τε παρακελεύεται καὶ διελὼν τὸ τριβώνιον τὸ μὲν ἥμισυ αὐτὸς ἀναβάλλεται, τὸ λοιπὸν δὲ ἐκείνῳ δίδωσιν, ἃ εἶχε πιναρὰ καὶ ἐκτετρυχωμένα ῥάκη περισπάσας.

姆涅西普斯:正当他濒临绝望、连食物也不愿进食之时,德墨特里奥斯也终于回来了,他对已经发生的一切还一无所知。当他得知真相后,顾不上整理仪容便径直奔往牢狱,但当时并未获准入内;因为已是傍晚,狱吏早已关上大门就寝,并吩咐奴仆们值守;直到清晨,经过百般哀求,他才得以入内。走进去后,他在很长一段时间里四处寻找因受尽折磨而面目全非的安提菲洛斯;他走来走去,逐一审视每一个被囚禁的人,正如人们在战场上寻找那些已陈尸多日、开始腐烂的亲族尸首一样。若非他大声呼喊出名字——“戴诺墨涅斯之子安提菲洛斯!”——他恐怕在很长一段时间里都认不出他是谁,因为他在重重苦难的折磨下改变得太大了。安提菲洛斯听到声音便呼喊起来,并在德墨特里奥斯走近时拨开头发,把污秽纠结的发丝从脸上拨开,显露出自己的本来面目;两人因这意外的相见一阵眩晕,登时双双倒在地上。 过了片刻,德墨特里奥斯使自己和安提菲洛斯都恢复了神智,并从他那里探明了事情的原委细节后,勉励他振作起来;德墨特里奥斯撕开自己的粗糙斗篷,一半披在自己身上,在扯掉安提菲洛斯身上那件污浊破烂的碎布条后,把另一半给了他。

§31

Μνήσιππος καὶ τὸ ἀπὸ τούτου πάντα τρόπον συνῆν ἐπιμελούμενος αὐτοῦ καὶ θεραπεύων· παραδοὺς γὰρ ἑαυτὸν τοῖς ἐν τῷ λιμένι ἐμπόροις ἕωθεν εἰς μέσην ἡμέραν οὐκ ὀλίγον ἀπέφερεν ἀχθοφορῶν. εἶτʼ ἐπανελθὼν ἂν ἐκ τοῦ ἔργου, μέρος μὲν τοῦ μισθοῦ τῷ δεσμοφύλακι καταβαλὼν τιθασὸν αὑτῷ καὶ εἰρηνικὸν ἀπειργάζετο αὐτόν, τὸ λοιπὸν δὲ εἰς τὴν τοῦ φίλου θεραπείαν ἱκανῶς αὐτῷ διήρκει. καὶ τὰς μὲν ἡμέρας συνῆν τῷ Ἀντιφίλῳ παραμυθούμενος, ἐπεὶ δὲ νὺξ καταλάβοι, ὀλίγον πρὸ τῆς θύρας τοῦ δεσμωτηρίου στιβάδιόν τι ποιησάμενος καὶ φύλλα ὑποβαλόμενος ἀνεπαύετο. χρόνον μὲν οὖν τινα οὕτω διῆγον, εἰσιὼν μὲν ὁ Δημήτριος ἀκωλύτως, ῥᾷον δὲ φέρων τὴν συμφορὰν ὁ Ἀντίφιλος.

姆涅西普斯:从此以后,他以各种方式陪伴着他,悉心照料关怀;因为他从清晨到正午都在港口向商贾出卖劳力,靠做搬运工挣得不少报酬。每当做完工回来,他便把一部分工钱付给狱吏,使狱吏对自己驯服和善,其余的则完全足够用来照料他的朋友。白日里他陪伴着安提菲洛斯,好言安慰;每当夜幕降临,他便在囚牢门前不远处铺一个简陋的草铺,垫上树叶歇息。 一段时期内他们就这样度过,德墨特里奥斯得以畅通无阻地出入,安提菲洛斯也较为轻松地忍受着不幸。

§32

Μνήσιππος ὕστερον δὲ ἀποθανόντος ἐν τῷ δεσμωτηρίῳ λῃστοῦ τινος ὑπὸ φαρμάκων, ὡς ἐδόκει, φυλακή τε ἀκριβὴς ἐγένετο καὶ οὐκέτι παρῄει εἰς τὸ οἴκημα οὐδὲ εἷς τῶν δεομένων. ἐφʼ οἷς ἀπορῶν καὶ ἀνιώμενος, οὐκ ἔχων ἄλλως παρεῖναι τῷ ἑταίρῳ, προσαγγέλλει ἑαυτὸν ἐλθὼν πρὸς τὸν ἁρμοστήν, ὡς εἴη κεκοινωνηκὼς τῆς ἐπὶ τὸν Ἄνουβιν ἐπιβουλῆς. ὡς δὲ τοῦτο εἶπεν, ἀπήγετο εὐθὺς ἐς τὸ δεσμωτήριον, καὶ ἀχθεὶς παρὰ τὸν Ἀντίφιλον τοῦτο γοῦν μόλις, πολλὰ ἱκετεύσας τὸν δεσμοφύλακα, ἐξειργάσατο παρʼ αὐτοῦ, πλησίον τῷ Ἀντιφίλῳ καὶ ὑπὸ τῷ αὐτῷ κλοιῷ δεδέσθαι.3 ἔνθα δὴ καὶ μάλιστα ἔδειξε τὴν εὔνοιαν ἣν εἶχε πρὸς αὐτόν, ἀμελῶν μὲν τῶν καθʼ ἑαυτὸν δεινῶν (καίτοι ἐνόσησε καὶ αὐτός), ἐπιμελούμενος δὲ ὅπως ἐκεῖνος μάλιστα καθευδήσει καὶ ἧττον ἀνιάσεται· ὥστε ῥᾷον ἔφερον μετʼ ἀλλήλων κακοπαθοῦντες.

姆涅西普斯:可是后来,当某个强盗在狱中看似因服毒而身亡后,警戒变得极为严密,那些提出请求的人再也没有一个能走进囚室。德墨特里奥斯对此一筹莫展且痛苦万分,由于没有其他办法陪伴在同伴身边,便前去向长官自首,声称自己也参与了针对阿努比斯的图谋。 他刚说出这番话,便立即被押往牢狱;被带到安提菲洛斯身边后,他经过向狱吏的百般哀求,好不容易才从狱吏那里争取到这一点:让他与安提菲洛斯挨在一起,拘禁在同一个颈枷之下。在那里,他最充分地展现出了对朋友的深厚情义,全然不顾自己承受的苦难(尽管他自己也染上了重病),一心只照看如何让对方睡得最好、受的痛苦最少;因此,他们通过共同受难,反而能够较为从容地忍受痛苦。

语法注3 条
  1. 30ἤδη ἑώλων ὄντων

    独立属格结构。在此用于补充说明前述宾格名词“亲族尸首”(τοὺς οἰκείους νεκρούς)的状态。此处未采用与宾格一致的分词(ἑώλους ὄντας),而是采用独立属格,旨在强调副词性的情境背景:“当(尸身)已历经数日而腐败之时”。

  2. 30κἂν ἐπὶ πολὺ ἠγνόησεν ἄν

    过去与事实相反的条件句结果分句中 ἄν 的重复用法。κἄν 为 καὶ ἄν 的缩合;位于分句靠前位置的 ἄν 在限定动词 ἠγνόησεν 之后再次出现,以强化反事实虚拟的语气。

  3. 32τοῦτο γοῦν μόλις, πολλὰ ἱκετεύσας τὸν δεσμοφύλακα, ἐξειργάσατο παρʼ αὐτοῦ, πλησίον τῷ Ἀντιφίλῳ καὶ ὑπὸ τῷ αὐτῷ κλοιῷ δεδέσθαι

    前置的指示代词 τοῦτο 先行指引并预告后文的说明性不定式短语“在安提菲洛斯身旁戴着同一个颈枷被拘禁”(πλησίον... δεδέσθαι),该不定式短语才是动词 ἐξειργάσατο 实际支配的直接宾语核心。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg044.humanitext-grc2:29-32