← 琉善

托克萨里斯或友谊

§25-28

泽诺忒弥斯的恩义与安提菲洛斯蒙冤入狱

泽诺忒弥斯与蒙冤落魄的朋友梅涅克拉忒斯平分家产,迎娶其丑陋残损的女儿并育有一貌美麟儿,凭借孩童的可爱使岳父重获公民权。随后姆涅西普斯引出第五个事例,讲述在埃及求学的德墨特里奥斯与安提菲洛斯,在德墨特里奥斯出游期间,安提菲洛斯因奴仆作案而蒙受盗窃神庙的不白之冤被捕入狱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25

Μνήσιππος ὡς δὲ ταῦτα πρὸς τὸν Ζηνόθεμιν ἀπωδύρετο, θάρρει, ἔφη, ὦ Μενέκρατες, οὔτε γὰρ ἀπορήσεις τῶν ἀναγκαίων καὶ ἡ θυγάτηρ σου ἄξιον τοῦ γένους τινὰ εὑρήσει νυμφίον. καὶ ταῦτα ἅμα διεξιὼν λαβόμενος αὐτὸν τῆς δεξιᾶς ἦγεν εἰς τὴν οἰκίαν καὶ τήν τε οὐσίαν πολλὴν οὖσαν ἐνείματο πρὸς αὐτὸν καὶ δεῖπνον παρασκευασθῆναι κελεύσας εἱστία τοὺς φίλους καὶ τὸν Μενεκράτη, ὡς δή τινα τῶν ἑταίρων πεπεικὼς ὑποστῆναι τῆς κόρης τὸν γάμον. ἐπεὶ δὲ ἐδεδείπνητο αὐτοῖς καὶ ἔσπεισαν τοῖς θεοῖς, ἐνταῦθα δὴ μεστὴν αὐτῷ τὴν φιάλην προτείνας, δέδεξο, εἶπεν, ὦ Μενέκρατες, παρὰ τοῦ γαμβροῦ φιλοτησίαν· ἄξομαι γὰρ ἐγὼ τήμερον τὴν σὴν θυγατέρα Κυδιμάχην· τὴν προῖκα δὲ πάλαι εἴληφα, τάλαντα πέντε καὶ εἴκοσι. τοῦ δέ, ἄπαγε, λέγοντος, μὴ σύ γε, ὦ Ζηνόθεμι· μὴ οὕτω μανείην ὡς περιιδεῖν σε νέον καὶ καλὸν ὄντα κόρῃ αἰσχρᾷ καὶ λελωβημένῃ συγκαταζευγνύμενον, ὁ δέ, ταῦτα διεξιόντος, ἀράμενος τὴν νύμφην ἀπῄει εἰς τὸν θάλαμον καὶ μετʼ ὀλίγον προῆλθεν διακορήσας αὐτήν. καὶ τὸ ἀπʼ ἐκείνου σύνεστιν ὑπεραγαπῶν καὶ πάντῃ ὡς ὁρᾷς περιαγόμενος αὐτήν.

姆涅西普斯:当他对泽诺忒弥斯倾诉这些哀痛时,后者说道: “放宽心吧,梅涅克拉忒斯;你既不会缺乏生活必需品,你的女儿也会找到一位配得上她门第的新郎。” 说着这些话的同时,他拉起他的右手,将他带到自己家中,把他丰厚的财产与他平分;随后他吩咐备办筵席,款待友人以及梅涅克拉忒斯,假装自己已经说服了某位同伴迎娶这名少女。当他们用完晚餐并向众神奠酒之后,泽诺忒弥斯便向他递过一只斟得满满的酒杯,说道: “接下吧,梅涅克拉忒斯,这是来自你女婿的定情酒杯;因为今天我就要迎娶你的女儿库狄玛刻。至于妆奁,我早就已经收下了,那是二十五塔兰屯。” 当梅涅克拉忒斯喊道: “万万不可,泽诺忒弥斯,唯独你千万别这样做!我绝不能疯狂到眼看着你这般年轻英俊的男子,与一个丑陋残损的姑娘结为夫妻!” 泽诺忒弥斯却趁他还在说这些话的时候,抱起新娘走入寝室,不多时便夺其贞洁后走了出来。 从那时起,他便与她生活在一起,对她爱护备至,正如你所见,到哪儿都把她带在身边。

§26

Μνήσιππος καὶ οὐχ ὅπως αἰσχύνεται τῷ γάμῳ, ἀλλὰ καὶ σεμνυνομένῳ ἔοικεν,1 ἐπιδεικνύμενος ὡς καταφρονεῖ μὲν τῶν ἐν τῷ σώματι καλῶν ἢ αἰσχρῶν καὶ πλούτου καὶ δόξης, ἀφορᾷ δὲ ἐς τὸν φίλον καὶ τὸν Μενεκράτη, οὐδὲ οἴεται χείρω πρὸς φιλίαν ὑπὸ τῆς ψήφου τῶν ἑξακοσίων γεγονέναι. πλὴν ἤδη γε τούτων οὕτως αὐτὸν ἠμείψατο ἡ τύχη. παιδίον γὰρ πάγκαλον ἐκ τῆς αἰσχίστης αὐτῷ ταύτης ἐγένετο, καὶ πρῴην γε, ἐπεὶ ἀράμενος αὐτὸ εἰσεκόμισεν ὁ πατὴρ εἰς τὸ βουλευτήριον θαλλῷ ἐστεμμένον καὶ μέλανα ἀμπεχόμενον, ὡς ἐλεεινότερον φανείη ὑπὲρ τοῦ πάππου, τὸ μὲν βρέφος ἀνεγέλασε πρὸς τοὺς βουλευτὰς καὶ συνεκρότει τὼ χεῖρε, ἡ βουλὴ δὲ ἐπικλασθεῖσα πρὸς αὐτὸ2 ἀφίησι τῷ Μενεκράτει τὴν καταδίκην καὶ ἤδη ἐπίτιμός ἐστι, τηλικούτῳ συνηγόρῳ χρησάμενος πρὸς τὸ συνέδριον. Τοιαῦτα ὁ Μασσαλιώτης ἔλεγεν τὸν Ζηνόθεμιν εἰργάσθαι ὑπὲρ τοῦ φίλου, ὡς ὁρᾷς, οὐ μικρὰ οὐδὲ ὑπὸ πολλῶν ἂν Σκυθῶν γενόμενα, οἵ γε κἂν τὰς παλλακὰς ἀκριβῶς τὰς καλλίστας ἐκλέγεσθαι λέγονται.

姆涅西普斯:而且他不仅丝毫不以这桩婚姻为耻,反而显得颇以此为傲,以此表明自己鄙弃肉体的美丑、财富与名望,而只看重朋友以及梅涅克拉忒斯,绝不认为因六百人议事会的裁决,他在友谊方面就成了有所减损的人。 不仅如此,命运其实已经因这番作为而回报了他。这位奇丑无比的女人为他生下了一个极其漂亮的婴儿;就在不久前,当父亲抱起这孩子走进议事厅,让婴儿头戴橄榄枝、身穿黑衣,以便为外祖父显出更加可怜的模样时,这小婴儿竟对着议员们笑了起来并拍动双手;议事会大受感动,遂免除了对梅涅克拉忒斯的判决;如今他凭借在议事会面前起用了这样一位小小的辩护人,已经恢复了公权。 马萨利亚人所讲述的泽诺忒弥斯为朋友所做之事便是如此;如你所见,这绝非区区小事,甚至许多塞西亚人也做不到这一点——据说他们连选侧室都要极为严苛地挑选最美丽的女子。

§27

Μνήσιππος λοιπὸς ἡμῖν ὁ πέμπτος, καί μοι δοκῶ οὐκ ἄλλον ἐρεῖν Δημητρίου τοῦ Σουνιέως ἐπιλαθόμενος. συνεκπλεύσας γὰρ ἐς τὴν Αἴγυπτον ὁ Δημήτριος Ἀντιφίλῳ τῷ Ἀλωπεκῆθεν, ἑταίρῳ ἐκ παίδων ὄντι καὶ συνεφήβῳ, συνῆν καὶ συνεπαιδεύετο, αὐτὸς μὲν τὴν ἄσκησιν τὴν Κυνικὴν ἀσκούμενος ὑπὸ τῷ Ῥοδίῳ ἐκείνῳ σοφιστῇ, ὁ δὲ Ἀντίφιλος ἰατρικὴν ἄρα ἐμελέτα. καὶ δή ποτε ὁ μὲν Δημήτριος ἔτυχεν ἐς τὴν Αἴγυπτον ἀποδημῶν κατὰ θέαν τῶν πυραμίδων καὶ τοῦ Μέμνονος· ἤκουε γὰρ ταύτας ὑψηλὰς οὔσας μὴ παρέχεσθαι σκιάν, τὸν δὲ Μέμνονα βοᾶν πρὸς ἀνατέλλοντα τὸν ἥλιον. τούτων ἐπιθυμήσας Δημήτριος, θέας μὲν τῶν πυραμίδων, ἀκροάσεως δὲ τοῦ Μέμνονος, ἀναπεπλεύκει κατὰ τὸν Νεῖλον ἕκτον ἤδη μῆνα, ὀκνήσαντα πρὸς τὴν ὁδὸν καὶ τὸ θάλπος ἀπολιπὼν τὸν Ἀντίφιλον.

姆涅西普斯:我们还剩下第五个人,我想我不会忘记苏尼昂人德墨特里奥斯而去讲别人。 因为德墨特里奥斯与阿罗佩刻人安提菲洛斯——自幼的同伴与一同受训的伙伴——一同航海前往埃及,与他住在一起并共同求学。德墨特里奥斯本人在那位著名的罗得斯哲人门下操练犬儒学派的修行,而安提菲洛斯则钻研医术。有一回,德墨特里奥斯适逢前往埃及上游去观赏金字塔和门农像;因为他听说这些金字塔虽然高耸却不投下阴影,而门农像则会在太阳初升时发出啼声。德墨特里奥斯渴望一见——观赏金字塔并聆听门农的声音——便沿着尼罗河逆流而上,此时已是第六个月了,他把畏惧旅程劳顿与炎热的安提菲洛斯留在了后方。

§28

Μνήσιππος ὁ δὲ ἐν τοσούτῳ συμφορᾷ ἐχρήσατο μάλα γενναίου τινὸς φίλου δεομένῃ. οἰκέτης γὰρ αὐτοῦ, Σύρος καὶ τοὔνομα καὶ τὴν πατρίδα, ἱεροσύλοις τισὶ κοινωνήσας συνεισῆλθέν τε αὐτοῖς εἰς τὸ Ἀνουβίδειον καὶ ἀποσυλήσαντες τὸν θεὸν χρυσᾶς τε φιάλας δύο καὶ κηρύκιον, χρυσοῦν καὶ τοῦτο, καὶ κυνοκεφάλους ἀργυροῦς καὶ ἄλλα τοιαῦτα, κατέθεντο πάντα παρὰ τῷ Σύρῳ· εἶτʼ ἐμπεσόντες — ἑάλωσαν γάρ τι ἀπεμπολῶντες — ἅπαντα εὐθὺς ἔλεγον στρεβλούμενοι ἐπὶ τοῦ τροχοῦ, καὶ ἀγόμενοι ἧκον ἐπὶ τὴν οἰκίαν τοῦ Ἀντιφίλου, καὶ τὰ φώρια ἐξέφερον ὑπὸ κλίνῃ τινὶ ἐν σκοτεινῷ κείμενα. ὅ τε οὖν Σύρος ἐδέδετο εὐθὺς καὶ ὁ δεσπότης αὐτοῦ Ἀντίφιλος, οὗτος μὲν καὶ μεταξὺ ἀκροώμενος τοῦ διδασκάλου ἀνασπασθείς. ἐβοήθει δὲ οὐδείς, ἀλλὰ καὶ οἱ τέως ἑταῖροι ἀπεστρέφοντο ὡς τὸ Ἀνουβίδειον σεσυληκότα καὶ ἀσέβημα αὐτῶν ἡγοῦντο εἶναι εἰ συνέπιόν ποτε ἢ συνειστιάθησαν αὐτῷ.3 καὶ οἱ λοιποὶ δὲ τῶν οἰκετῶν, δύο ὄντες, ἅπαντα ἐκ τῆς οἰκίας συσκευασάμενοι ᾤχοντο φεύγοντες.

姆涅西普斯:在此期间,安提菲洛斯遭遇了一场极需一位真正高尚友人相救的灾祸。他的一个仆人——无论名字还是家乡都叫叙罗斯(叙利亚人)——与某些庙贼勾结,随同他们潜入了阿努比斯神庙,抢劫了神庙中的两只金杯、一柄同样是纯金的赫耳墨斯神杖、若干银质犬头神像以及其他类似器物,并把所有赃物都寄存在叙罗斯处。后来庙贼落网——因为他们在变卖赃物时被捕——在刑轮上受刑拷问时立刻招供了一切;他们被押解着来到安提菲洛斯的住所,在床下阴暗处搜出了藏匿的赃物。于是叙罗斯立即被拘押,他的主人安提菲洛斯也同样被捕——他正听着老师讲课,就在半道上被强行拖走。没有人伸出援手,甚至先前的同伴们也都视他如劫掠了阿努比斯神庙之人一般避之唯恐不及,认为自己若是曾与他同饮共席便是大逆不道。而其余的两个奴仆,则把屋中所有的财物席卷一空,逃之夭夭。

语法注3 条
  1. 26οὐχ ὅπως αἰσχύνεται τῷ γάμῳ, ἀλλὰ καὶ σεμνυνομένῳ ἔοικεν

    惯用句式 οὐχ ὅπως ... ἀλλὰ καί(“非但不……反而甚至……”)。在 ὅπως 前的否定词 οὐ 对前一分句进行强调性否定,与后一分句的 ἀλλὰ καί 形成对比递进。

  2. 26ἐπικλασθεῖσα πρὸς αὐτὸ

    分词 ἐπικλασθεῖσα(动词 ἐπικλάω“折断、软化、使感动”的被动不定过去时分词)用作情感上的受动含义,意为“(对婴儿)为之动容、心生怜悯”。πρός 表示情感指向的对象。

  3. 28ἀσέβημα αὐτῶν ἡγοῦντο εἶναι εἰ συνέπιόν ποτε ἢ συνειστιάθησαν αὐτῷ

    在由 ἡγοῦντο 统摄的间接引语中,ἀσέβημα 充当 εἶναι 的谓语补足成分,而 εἰ 条件从句充当其实质主语(“他们认为,若自己曾与他共饮同席,便是他们自身的不敬罪”)。αὐτῶν 为所有格属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg044.humanitext-grc2:25-28