- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg044.humanitext-grc2:22-24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
姆涅西普斯讲述了第三个范例:贫困的欧达米达斯在临终前将赡养母亲和出嫁女儿的重任作为遗赠托付给富有好友,而阿瑞泰欧斯在另一位友人死后独自承担了双方的全部义务。随后,他开始讲述第四个范例,即马萨利亚人泽诺忒弥斯迎娶遭遇破产的朋友那容貌残损且身患重病的女儿的故事。
Μνήσιππος μετὰ δὲ τούτους οὐ φαύλους ὄντας, ὡς ἔγωγʼ ἂν εἴποιμι, ἄκουσον ἤδη τρίτον ἄλλον οὐδέν τι χείρονα αὐτῶν. Εὐδαμίδας Κορίνθιος Ἀρεταίῳ τῷ Κορινθίῳ καὶ Χαριξένῳ τῷ Σικυωνίῳ φίλοις ἐκέχρητο εὐπόροις οὖσι πενέστατος αὐτὸς ὤν· ἐπεὶ δὲ ἀπέθνησκε, διαθήκας ἀπέλιπε τοῖς μὲν ἄλλοις ἴσως γελοίους, σοὶ δὲ οὐκ οἶδα εἰ τοιαῦται δόξουσιν ἀνδρὶ ἀγαθῷ καὶ φιλίαν τιμῶντι καὶ περὶ τῶν ἐν αὐτῇ πρωτείων ἁμιλλωμένῳ· ἐγέγραπτο γὰρ ἐν αὐταῖς, ἀπολείπω Ἀρεταίῳ μὲν τὴν μητέρα μου τρέφειν1 καὶ γηροκομεῖν, Χαριξένῳ δὲ τὴν θυγατέρα μου ἐκδοῦναι μετὰ προικὸς ὁπόσην ἂν πλείστην ἐπιδοῦναι παρʼ αὑτοῦ δύνηται — ἦν δὲ αὐτῷ καὶ μήτηρ πρεσβῦτις καὶ θυγάτριον ὡραῖον ἤδη γάμου — ἢν δέ τι ἅτερος αὐτῶν ἐν τοσούτῳ πάθῃ, τὴν ἐκείνου μερίδα, φησίν, ἐχέτω ὁ ἕτερος. τούτων ἀναγνωσθεισῶν τῶν διαθηκῶν οἱ τὴν πενίαν μὲν εἰδότες τοῦ Εὐδαμίδα, τὴν φιλίαν δὲ ἣ πρὸς τοὺς ἄνδρας ἦν αὐτῷ ἀγνοοῦντες ἐν παιδιᾷ τὸ πρᾶγμα ἐποιοῦντο καὶ οὐδεὶς ὅστις οὐ γελῶν ἀπηλλάττετο, οἷον Ἀρεταῖος καὶ Χαρίξενος οἱ εὐδαίμονες κλῆρον διαδέξονται, λέγοντες, εἴπερ ἀποτίσουσιν Εὐδαμίδᾳ καὶ ζῶντες αὐτοὶ κληρονομήσονται ὑπὸ τοῦ νεκροῦ.2
姆涅西普斯:在我看来,这些人绝非平庸之辈;而在他们之后,你再听听第三个人的事迹吧,他丝毫不逊色于他们。 科林斯人欧达米达斯与科林斯人阿瑞泰欧斯以及西库昂人哈里客塞诺斯结为好友,后两人十分富足,而他自己却一贫如洗。当他濒临死亡时,留下了一份遗嘱,在旁人看来或许十分可笑,但我不知道在你这样一位崇尚友谊、争夺友谊至高桂冠的高尚之士眼中,是否也会显得如此。因为遗嘱中写道: “我将我的母亲留给阿瑞泰欧斯赡养并侍奉终老,将我的女儿留给哈里客塞诺斯聘嫁,并由他尽其所能从自己的财力中拨出尽可能丰厚的妆奁”——他有一位年迈的母亲和一个已到婚龄的幼女—— “若他们二人中有一人在此期间遭遇不测,其承担之份额,”遗嘱说道,“当由另一人承受。” 当这份遗嘱被宣读时,那些深知欧达米达斯贫困、却不知晓他与这二人深厚友谊的人,都把这桩事当作笑柄,没有一个人不是大笑着离去的,他们说道: “幸运的阿瑞泰欧斯和哈里客塞诺斯将继承多么丰厚的一笔遗产啊!” 假使 “他们真要向欧达米达斯偿付债务,而身为活人的他们反倒要被死者继承(由死者摊派负担)的话。”
Μνήσιππος οἱ κληρονόμοι δὲ οἷς ταῦτα κατελέλειπτο, ὡς ἤκουσαν, ἧκον εὐθὺς διαιτῶντες τὰ ἐκ τῶν διαθηκῶν. ὁ μὲν οὖν Χαρίξενος πέντε μόνας ἡμέρας ἐπιβιοὺς ἀπέθανεν, ὁ δὲ Ἀρεταῖος ἄριστος κληρονόμων γενόμενος τήν τε αὑτοῦ καὶ τὴν ἐκείνου μερίδα παραλαβὼν τρέφει τε τοῦ Εὐδαμίδα τὴν μητέρα καὶ τὴν θυγατέρα οὐ πρὸ πολλοῦ ἐκδέδωκεν, ἀπὸ ταλάντων πέντε ὧν εἶχεν δύο μὲν τῇ ἑαυτοῦ θυγατρί, δύο δὲ τῇ τοῦ φίλου ἐπιδούς, καὶ τὸν γάμον γε αὐταῖν ἐπὶ μιᾶς ἡμέρας ἠξίωσε γενέσθαι. τί σοι δοκεῖ, ὦ Τόξαρι, ὁ Ἀρεταῖος οὗτος; ἆρα φαῦλον παράδειγμα φιλίας παρεσχῆσθαι τοιαῦτα κληρονομήσας καὶ μὴ προδοὺς τὰς διαθήκας τοῦ φίλου; ἢ τίθεμεν καὶ τοῦτον ἐν ταῖς τελείαις ψήφοις μίαν τῶν πέντε εἶναι;3 Τόξαρις καὶ οὗτος μὲν καλός· ἐγὼ δὲ τὸν Εὐδαμίδαν πολὺ μᾶλλον ἐθαύμασα τοῦ θάρσους ὃ εἶχεν ἐπὶ τοῖς φίλοις. ἐδήλου γὰρ ὡς καὶ αὐτὸς ἂν τὰ ὅμοια ἔπραξεν ἐπʼ αὐτοῖς, εἰ μὴ καὶ ἐν διαθήκαις ταῦτα ἐνεγέγραπτο, ἀλλὰ πρὸ τῶν ἄλλων ἧκεν ἂν ἄγραφος κληρονόμος τῶν τοιούτων.
姆涅西普斯:然而被托付这些责任的继承人们一听到消息,便立刻赶来执行遗嘱中的各项规定。哈里客塞诺斯仅多活了五天便去世了;但阿瑞泰欧斯堪称最卓越的继承人,他将自己的一份和那人的一份一并承担下来,赡养着欧达米达斯的母亲,并不久前刚将那女儿嫁了出去:在他所拥有的五塔兰屯财产中,拨出两塔兰屯作为自己女儿的妆奁,又拨出两塔兰屯作为朋友女儿的妆奁,并特意安排她们两人的婚礼在同一天举行。 托克萨里斯,你觉得这位阿瑞泰欧斯为人如何?继承了这等责任而没有背弃朋友的遗嘱,难道他树立的是一个平庸的友谊典范吗?还是说,我们也应当把他列入这五个最终算数的有效人选之中? 托克萨里斯:他也确实品德崇高;但我更加赞叹欧达米达斯对朋友所抱有的那份信赖。因为这表明,即使这些没有被写在遗嘱中,他自己面对朋友也会做同样的事,而且会抢在所有人之前,作为未立字据的继承人前来承担这样的职责。
Μνήσιππος εὖ λέγεις. τέταρτον δέ σοι διηγήσομαι Ζηνόθεμιν τὸν Χαρμόλεω Μασσαλίηθεν. ἐδείχθη δέ μοι ἐν Ἰταλίᾳ πρεσβεύοντι ὑπὲρ τῆς πατρίδος, καλὸς ἀνὴρ καὶ μέγας καὶ πλούσιος, ὡς ἐδόκει· παρεκάθητο δὲ αὐτῷ γυνὴ ἐπὶ ζεύγους ὁδοιποροῦντι τά τε ἄλλα εἰδεχθὴς καὶ ξηρὰ τὸ ἥμισυ τὸ δεξιὸν καὶ τὸν ὀφθαλμὸν ἐκκεκομμένη, παλλώβητόν τι καὶ ἀπρόσιτον μορμολυκεῖον. εἶτα ἐπεὶ ἐθαύμασα εἰ καλὸς οὗτος καὶ ὡραῖος ὢν ἀνέχεται παροχουμένην τοιαύτην αὐτῷ γυναῖκα, ὁ δείξας αὐτὸν διηγεῖτό μοι τὴν ἀνάγκην τοῦ γάμου ἀκριβῶς εἰδὼς ἕκαστα· Μασσαλιώτης δὲ καὶ αὐτὸς ἦν. Μενεκράτει γάρ, ἔφη, τῷ πατρὶ τῆς δυσμόρφου ταύτης φίλος ἦν ὁ Ζηνόθεμις, πλουτοῦντι καὶ τιμωμένῳ ὁμότιμος ὤν. χρόνῳ δὲ ὁ Μενεκράτης ἀφῃρέθη τὴν οὐσίαν ἐκ καταδίκης, ὅτεπερ καὶ ἄτιμος ἐγένετο ὑπὸ τῶν ἑξακοσίων ὡς ἀποφηνάμενος γνώμην παράνομον. οὕτω δὲ οἱ Μασσαλιῶται κολάζομεν, ἔφη, εἴ τις παράνομα γράψειεν. ἐλυπεῖτο οὖν ὁ Μενεκράτης καὶ ἐπὶ τῇ καταδίκῃ, ἐπεὶ ἐκ πλουσίου πένης καὶ ἐξ ἐνδόξου ἄδοξος ἐν ὀλίγῳ ἐγένετο· μάλιστα δὲ αὐτὸν ἠνία θυγάτηρ αὕτη, ἐπίγαμος ἤδη καὶ ὀκτωκαιδεκαέτις οὖσα, ἣν οὐδὲ μετὰ πάσης τῆς οὐσίας τοῦ πατρὸς ἣν πρὸ τῆς καταδίκης ἐκέκτητο ἠξίωσεν ἄν τις τῶν γε εὐγενῶν καὶ πενήτων ῥᾳδίως παραλαβεῖν, οὕτως κακοδαίμονα οὖσαν τὴν ὄψιν. ἐλέγετο δὲ καὶ καταπίπτειν πρὸς τὴν σελήνην αὐξανομένην.4
姆涅西普斯:你说得很好。接下来我将向你讲述第四个人,来自马萨利亚的卡尔摩勒奥斯之子泽诺忒弥斯。 在我代表祖国出使意大利时,他被指引给我看,那是一位英俊魁梧的男子,看上去也十分富有。当他乘着双马马车出行时,身边坐着一位在各方面都奇丑无比的妇人,右半边身子干瘪萎缩,一只眼睛也被挖掉了,是个极其残损、令人望而生畏的怪物。当时我十分诧异,他这样一位美貌年轻的男子,怎能容忍身旁坐着这样一个女人与他同行;那位为我指认他的人便向我讲述了这桩婚姻的隐情,他对各项细节都了如指掌;他本人也是一位马萨利亚人。 “因为,”他说,“泽诺忒弥斯曾是这丑陋女人的父亲梅涅克拉忒斯的朋友;当梅涅克拉忒斯富有且受人尊敬时,泽诺忒弥斯与他平起平坐。后来,梅涅克拉忒斯因六百人议事会裁定他提出非法提案而被剥夺公权并没收财产。我们马萨利亚人就是这样惩罚的,”他说,“如果有人起草非法法案的话。于是梅涅克拉忒斯因判决而陷入深切的悲痛,因为他在短时间内从富翁沦为穷汉,从声名显赫沦为声名狼藉;但最令他痛心的还是这个女儿,她已到婚龄,年方十八岁,由于容貌生得如此不幸,哪怕带上父亲在判决前所拥有的全部财产,即便是出身高贵但贫困的男子,也绝不会有人轻易愿意娶她为妻。据说,每逢月圆渐盈之际,她还会倒地抽搐发作。”
- 22ἀπολείπω Ἀρεταίῳ μὲν τὴν μητέρα μου τρέφειν
动词 ἀπολείπω(遗赠)支配宾语 τὴν μητέρα μου,并与表示目的/说明的动词不定式 τρέφειν(赡养)连用。此处形成了一种悖论修辞,即遗赠给友人的不是财产,而是抚养的责任与重担。
- 22κληρονομήσονται ὑπὸ τοῦ νεκροῦ
动词 κληρονομέω(继承)在此处作被动语态(κληρονομήσονται),与介词短语 ὑπὸ τοῦ νεκροῦ(被死者……)搭配,构成了嘲弄性的讽刺用法,意指活着的友人不是继承死者的财产,反而是“被死者继承”(被死者摊派了负担)。
- 23ἐν ταῖς τελείαις ψήφοις μίαν τῶν πέντε εἶναι
此句呼应了对话的核心设定(双方各举出五个友谊范例进行竞争)。阴性数词 μίαν 在语法上承接 前文短语 中的 ψῆφος(票),指将其算作“五张决定性的/有效的投票之一”。
- 24καταπίπτειν πρὸς τὴν σελήνην αὐξανομένην
介词 πρός 支配宾格表示时间周期的临近或伴随(“随着月亮渐圆之际”)。这一表达反映了古代认为癫痫等发作性疾病与月相盈亏密切相关的观念。
