- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg044.humanitext-grc2:19-21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
姆涅西普斯援引船主西密洛斯的见闻,讲述了欧梯狄科斯在伊奥尼亚海的暴风雨中纵身跃入怒海、拯救坠海的虚弱友人达蒙并与共患难的故事,并说明二人最终奇迹生还,如今正在雅典研习哲学。
Μνήσιππος ἄκουε τοίνυν καὶ ἄλλον, ὦ Τόξαρι, Εὐθύδικον τὸν Χαλκιδέα. διηγεῖτο δέ μοι περὶ αὐτοῦ Σιμύλος ὁ ναύκληρος ὁ Μεγαρικός, ἐπομοσάμενος ἦ μὴν αὐτὸς ἑωρακέναι τὸ ἔργον. πλεῖν μὲν γὰρ ἔφη ἐξ Ἰταλίας Ἀθήναζε περὶ δύσιν Πλειάδος συλλογιμαίους τινὰς ἀνθρώπους κομίζων, ἐν δὲ τούτοις εἶναι τὸν Εὐθύδικον καὶ μετʼ αὐτοῦ Δάμωνα, Χαλκιδέα καὶ τοῦτον, ἑταῖρον αὐτοῦ· ἡλικιώτας δὲ εἶναι, τὸν μὲν Εὐθύδικον ἐρρωμένον καὶ καρτερόν, τὸν δὲ Δάμωνα ὕπωχρον καὶ ἀσθενικόν, ἄρτι ἐκ νόσου μακρᾶς, ὡς ἐδόκει, ἀνιστάμενον. Ἄχρι μὲν οὖν Σικελίας εὐτυχῶς διαπλεῦσαι ἔφη ὁ Σιμύλος σφᾶς· ἐπεὶ δὲ τὸν πορθμὸν διαπεράσαντες ἐν αὐτῷ ἤδη τῷ Ἰονίῳ ἔπλεον, χειμῶνα μέγιστον ἐπιπεσεῖν αὐτοῖς. καὶ τὰ μὲν πολλὰ τί ἄν τις λέγοι, τρικυμίας τινὰς καὶ στροβίλους καὶ χαλάζας καὶ ἄλλα ὅσα χειμῶνος κακά; ἐπεὶ δὲ ἤδη σφᾶς κατὰ τὴν Ζάκυνθον εἶναι ἀπὸ ψιλῆς τῆς κεραίας πλέοντας, ἔτι καὶ σπείρας τινὰς ἐπισυρομένους, ὡς τὸ ῥόθιον ἐπιδέχεσθαι τῆς ὁρμῆς,1 περὶ μέσας νύκτας οἷον ἐν τοσούτῳ σάλῳ ναυτιάσαντα τὸν Δάμωνα ἐμεῖν ἐκκεκυφότα ἐς τὴν θάλασσαν· εἶτα, οἶμαι, τῆς νεὼς βιαιότερον ἐς ὃ ἐκεκύφει μέρος ἐπικλιθείσης καὶ τοῦ κύματος συναπώσαντος, ἐκπεσεῖν αὐτὸν ἐπὶ τὴν κεφαλὴν ἐς τὸ πέλαγος, οὐδὲ γυμνὸν τὸν ἄθλιον, ὡς ἂν καὶ ῥᾷον δύνασθαι νεῖν.2 εὐθὺς οὖν βοᾶν πνιγόμενον καὶ μόγις ἑαυτὸν ὑπερέχοντα τοῦ κλύδωνος.
姆涅西普斯:那么托克萨里斯,你再听听另一个人,哈尔基斯人欧梯狄科斯的事迹吧。墨伽拉的船主西密洛斯曾向我讲述过他的事,并起誓坚称自己亲眼目睹了这一壮举。他说,大约在昴星团西沉时节,他正驾船从意大利驶往雅典,船上载着各色各样的乘客,其中就有欧梯狄科斯,以及与他同行的同伴达蒙——此人也是哈尔基斯人。他们年纪相仿,但欧梯狄科斯体魄强健,而达蒙则面色苍白、体质虚弱,看样子像是刚从一场久病中勉强痊愈。 西密洛斯说,他们一路顺利航行直到西西里;但当他们穿过海峡,正航行在伊奥尼亚海的开阔水域时,一场极其猛烈的风暴向他们袭来。那些巨浪、旋风、冰雹以及风暴所带来的一切灾祸,何须一一细说?当他们行驶到扎昆索斯附近时,只能卸下风帆、光着桁杆航行,甚至还在船尾拖拽着几卷绳索,以此承受并缓和船只冲撞的势头。约在半夜时分,达蒙在如此巨大的颠簸中晕船,便探身朝海里呕吐;接着我想,船身猛烈地向他探身的一侧倾斜,加上巨浪顺势一推,他便头朝下栽入了大海——这可怜人甚至没有赤着身子,那样本可以游得更轻松一些。他一边溺水,一边勉强将头露出波涛,立即大声呼喊求救。
Μνήσιππος τὸν δὲ Εὐθύδικον, ὡς ἤκουσε — τυχεῖν δὲ γυμνὸν ἐν τῇ εὐνῇ ὄντα — ῥῖψαι ἑαυτὸν εἰς τὴν θάλασσαν καὶ καταλαβόντα τὸν Δάμωνα ἤδη ἀπαγορεύοντα — φαίνεσθαι γὰρ ἐπὶ πολὺ ταῦτα τῆς σελήνης καταλαμπούσης — συμπαρανήχεσθαι καὶ συγκουφίζειν. σφᾶς δὲ ἐπιθυμεῖν μὲν αὐτοῖς βοηθεῖν καὶ ἐλεεῖν τὴν συμφορὰν τῶν ἀνδρῶν, μὴ δύνασθαι δέ, μεγάλῳ τῷ πνεύματι ἐλαυνομένους. πλὴν ἐκεῖνά γε ποιῆσαι, φελλούς τε γὰρ πολλοὺς ἀφεῖναι αὐτοῖς καὶ τῶν κοντῶν τινας, ὡς ἐπὶ τούτων ἀπονήξαιντο, εἴ τινι αὐτῶν περιτύχοιεν, καὶ τέλος καὶ τὴν ἀποβάθραν αὐτὴν οὐ μικρὰν οὖσαν. Ἐννόησον τοίνυν πρὸς θεῶν ἥντινα ἄν τις ἄλλην ἐπίδειξιν ἐπιδείξαιτο εὐνοίας βεβαιοτέραν πρὸς ἄνδρα φίλον ἐν νυκτὶ ἐκπεσόντα ἐς πέλαγος οὕτως ἠγριωμένον ἢ κοινωνήσας τοῦ θανάτου; καί μοι ἐπʼ ὀφθαλμῶν λαβὲ τὴν ἐπανάστασιν τῶν κυμάτων, τὸν ἦχον τοῦ ὕδατος ἐπικλωμένου, τὸν ἀφρὸν περιζέοντα, τὴν νύκτα καὶ τὴν ἀπόγνωσιν· εἶτα ἀποπνιγόμενον ἐκεῖνον καὶ μόγις ἀνακύπτοντα καὶ τὰς χεῖρας ὀρέγοντα τῷ ἑταίρῳ, τὸν δὲ ἐπιπηδῶντα εὐθὺς καὶ συννέοντα καὶ δεδιότα μὴ προαπόληται αὐτοῦ ὁ Δάμων.3 οὕτω γὰρ ἂν μάθοις ὡς οὐκ ἀγεννῆ σοι καὶ τοῦτον φίλον τὸν Εὐθύδικον διηγησάμην.
姆涅西普斯:欧梯狄科斯一听到呼喊——恰巧他当时正赤身躺在卧铺上——便纵身跃入海中,赶上了已渐渐气力不支的达蒙——因为月光照耀得格外明亮,这些情景在远处也清晰可见——并在他身边一同游水,帮着将他托起。船上的人虽然极想营救他们,并怜悯两人的不幸遭遇,但因狂风席卷着船只疾驶而无法施救。然而他们至少做了下面这些事:向他们抛掷了许多软木浮子和一些撑篙,以便他们若能遇到其中任何一件,便可依附着泅渡,最后甚至把那块不算小的登船跳板也抛了下去。 凭诸神起誓,请你想一想,面对一个在黑夜中跌入如此狂暴大海的友人,除了与他共赴死亡之外,世人还能展现出何种更为坚贞不渝的深情厚谊?请你在眼前想象巨浪的翻腾、水流撞击碎裂的巨响、周围翻滚的泡沫、黑夜与绝望;再想象那一人正在溺水、勉强仰起头向伙伴伸出双手,而另一人毫不犹豫地跳入海中、一同游水,唯恐达蒙死在自己前头。这样你就会明白,我为你所讲述的这位朋友欧梯狄科斯,也绝非平庸之辈。
Τόξαρις πότερον δὲ ἀπώλοντο, ὦ Μνήσιππε, οἱ ἄνδρες, ἤ τις αὐτοῖς ἐκ παραλόγου σωτηρία ἐγένετο; ὡς ἔγωγε οὐ μετρίως δέδοικα ὑπὲρ αὐτῶν. Μνήσιππος θάρρει, ὦ Τόξαρι, ἐσώθησαν, καὶ ἔτι καὶ νῦν εἰσιν Ἀθήνησιν ἄμφω φιλοσοφοῦντες. ὁ μὲν γὰρ Σιμύλος ταῦτα μόνα εἶχε λέγειν ἅ ποτε εἶδε τῆς νυκτός, τὸν μὲν ἐκπίπτοντα, τὸν δὲ ἐπιπηδῶντα, καὶ νηχομένους ἐς ὅσον ἐν νυκτὶ καθορᾶν ἐδύνατο. τὰ δὲ ἀπὸ τούτου οἱ ἀμφὶ τὸν Εὐθύδικον αὐτοὶ διηγοῦνται. τὸ μὲν γὰρ πρῶτον φελλοῖς τισι περιπεσόντας ἀνέχειν ἐπὶ τούτων ἑαυτοὺς καὶ ἀπονήχεσθαι πονηρῶς, ὕστερον δὲ τὴν ἀποβάθραν ἰδόντας ἤδη πρὸς ἕω προσνήξασθαί τε αὐτῇ καὶ τὸ λοιπὸν ἐπιβάντας εὐμαρῶς προσενεχθῆναι τῇ Ζακύνθῳ.
托克萨里斯:姆涅西普斯啊,这两个人是丧命了呢,还是奇迹般地获得了拯救?我此刻为他们担忧得非同小可。 姆涅西普斯:放心吧,托克萨里斯,他们获救了,如今两人都还在雅典研习哲学呢。因为西密洛斯只能讲述他那夜所见的情景:一人坠海,另一人跳入,以及他们在夜色中他目力所及的范围内游水。至于后来的经过,则是欧梯狄科斯他们自己讲述的。起初,他们碰巧抓到了一些软木浮子,依附在上面吃力地泅渡;后来天近黎明时,他们看到了那块跳板,便游上前去攀爬上去,此后便轻松地被水流漂送到了扎昆索斯。
- 19ὡς τὸ ῥόθιον ἐπιδέχεσθαι τῆς ὁρμῆς
此处 ὡς 搭配不定式,相当于 ὥστε 表目的或预期结果。名词 ῥόθιον(冲势、奔流)与所有格 τῆς ὁρμῆς(冲力、势头)结合,指“为了承受并缓解船只冲撞的猛烈势头”。这是古代航海中在风暴里向船后拖曳缆绳以增加阻力、减缓船速的操船技术。
- 19οὐδὲ γυμνὸν τὸν ἄθλιον, ὡς ἂν καὶ ῥᾷον δύνασθαι νεῖν
宾格短语 οὐδὲ γυμνὸν τὸν ἄθλιον 描摹了达蒙坠海时的状态(“这可怜人甚至没能赤身脱衣”)。随后的 ὡς ἄν 搭配不定式表潜在的可能或目的(“以便本可以更轻松地游泳”),体现出叙述者对他在衣物重负下难以泅水这一不幸境况的同情。
- 20δεδιότα μὴ προαπόληται αὐτοῦ ὁ Δάμων
分词 δεδιότα(害怕)后引出由 μή 引导的惧怕从句。复合动词 προαπόληται 中的前缀 προ-(在……之前)支配所有格代词 αὐτοῦ(指欧梯狄科斯)作为比较所有格,意为“唯恐达蒙死在自己之前”。
