- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg044.humanitext-grc2:16-18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
代尼阿斯家财耗尽后,挚友阿加托克勒斯变卖祖产为他纾困,但代尼阿斯在幽会遇伏时杀死了查里克勒亚夫妇,因而被判永久流放吉亚罗斯岛。阿加托克勒斯主动随他流亡,靠潜水采紫贝打工供养代尼阿斯并为他送终。
Μνήσιππος εἶτα, ὡς ἤδη αὖος ἦν, ἀπολιποῦσα αὐτὸν ἄλλον τινὰ Κρῆτα νεανίσκον τῶν ὑποχρύσων ἐθήρα καὶ μετέβαινεν ἐπʼ ἐκεῖνον καὶ ἤρα ἤδη αὐτοῦ, κἀκεῖνος ἐπίστευεν. ἀμελούμενος οὖν ὁ Δεινίας οὐχ ὑπὸ τῆς Χαρικλείας μόνον ἀλλὰ καὶ ὑπὸ τῶν κολάκων (κἀκεῖνοι γὰρ ἐπὶ τὸν Κρῆτα ἤδη τὸν ἐρώμενον μετεληλύθεσαν) ἔρχεται παρὰ τὸν Ἀγαθοκλέα καὶ πάλαι εἰδότα ὡς ἔχοι πονηρῶς τὰ πράγματα αὐτῷ, καὶ αἰδούμενος τὸ πρῶτον ὅμως διηγεῖτο πάντα — τὸν ἔρωτα, τὴν ἀπορίαν, τὴν ὑπεροψίαν τῆς γυναικός, τὸν ἀντεραστὴν τὸν Κρῆτα, καὶ τέλος ὡς οὐ βιώσεται μὴ οὐχὶ συνὼν τῇ Χαρικλείᾳ.1 ὁ δὲ ἄκαιρον εἶναι νομίσας ἐν τούτῳ ἀπομνημονεύειν τῷ Δεινίᾳ διότι οὐ προσίετο μόνον αὐτὸν τῶν φίλων ἀλλὰ τοὺς κόλακας αὐτοῦ προετίμα τότε, ἣν μόνον εἶχεν πατρῴαν οἰκίαν ἐν Σάμῳ ἀπεμπολήσας2 ἧκεν αὐτῷ τὴν τιμὴν κομίζων, τρία τάλαντα. λαβὼν δὲ ὁ Δεινίας οὐκ ἀφανὴς εὐθὺς ἦν τῇ Χαρικλείᾳ καλός ποθεν αὖθις γεγενημένος, καὶ αὖθις ἡ ἅβρα καὶ τὰ γραμματεῖα, καὶ μέμψις ὅτι μὴ πολλοῦ χρόνου ἀφίκετο, καὶ οἱ κόλακες συνέθεον ἐπικαλαμησόμενοι, ὁρῶντες ἐδώδιμον ἔτι ὄντα τὸν Δεινίαν.
姆涅西普斯:随后,当他被彻底榨干时,她便抛弃了他,转而去猎取另一个富有的克里特青年,转投到那人身上,并且如今已向那人示爱,而那个克里特人也信以为真。 代尼阿斯不仅被查里克勒亚忽视,也被那些谄媚者冷落(因为他们也早已转投到那个受宠的克里特人门下),于是他来到阿加托克勒斯那里。阿加托克勒斯早就知道他的境况非常糟糕;代尼阿斯起初虽感羞愧,但还是如实吐露了一切——他的热恋、贫困、那女人的傲慢、他的克里特情敌,以及最后表明若是不能和查里克勒亚在一起他就活不下去了。但阿加托克勒斯认为,在此刻去向代尼阿斯翻旧账、提醒他当初在所有朋友中唯独冷落了自己却看重那些谄媚者是极不合时宜的,于是他变卖了自己在萨摩斯拥有的唯一祖产房屋,携带着卖得的三塔兰同巨款来到了他身边。 代尼阿斯拿到了这笔钱,在查里克勒亚眼中便立刻不再透明,不知怎的又重新变成了美男子:于是贴身女仆和书信又重新登门,并埋怨他为何这么久不来;谄媚者们也蜂拥而至前来捞取油水,因为他们看到代尼阿斯又变得油水丰厚、有利可图了。
Μνήσιππος ὡς δὲ ὑπέσχετο ἥξειν παρʼ αὐτὴν καὶ ἧκε περὶ πρῶτον ὕπνον καὶ ἔνδον ἦν, ὁ Δημῶναξ, ὁ τῆς Χαρικλείας ἀνήρ, εἴτε ἄλλως αἰσθόμενος εἴτε καὶ ἀπὸ συνθήματος τῆς γυναικός (ἄμφω γὰρ λέγεται) ἐπαναστὰς ὥσπερ ἐκ λόχου τήν τε αὔλειον ἀποκλείειν ἐκέλευεν καὶ συλλαμβάνειν τὸν Δεινίαν, πῦρ καὶ μάστιγας ἀπειλῶν καὶ ξίφος ὡς ἐπὶ μοιχὸν σπασάμενος. ὁ δὲ συνιδὼν οὗ κακῶν ἦν, μοχλόν τινα πλησίον κείμενον ἁρπάσας αὐτόν τε ἀποκτείνει τὸν Δημώνακτα, πατάξας εἰς τὸν κρόταφον, καὶ τὴν Χαρίκλειαν, οὐ μιᾷ πληγῇ ταύτην, ἀλλὰ καὶ τῷ μοχλῷ πολλάκις καὶ τῷ ξίφει τοῦ Δημώνακτος ὕστερον. οἱ δʼ οἰκέται τέως μὲν ἑστήκεσαν ἄφωνοι, τῷ παραδόξῳ τοῦ πράγματος ἐκπεπληγμένοι, εἶτα πειρώμενοι συλλαμβάνειν, ὡς καὶ αὐτοῖς ἐπῄει μετὰ τοῦ ξίφους, ἐκεῖνοι μὲν ἔφευγον, ὁ Δεινίας δὲ ὑπεξέρχεται τηλικοῦτον ἔργον εἰργασμένος. καὶ τὸ μέχρι τῆς ἕω παρὰ τῷ Ἀγαθοκλεῖ διέτριβεν, ἀναλογιζόμενοι τὰ πεπραγμένα καὶ περὶ τῶν μελλόντων ὅ τι ἀποβήσεται σκοποῦντες· ἕωθεν δὲ οἱ στρατηγοὶ παρῆσαν — ἤδη γὰρ τὸ πρᾶγμα διεβεβόητο — καὶ συλλαβόντες τὸν Δεινίαν, οὐδʼ αὐτὸν ἔξαρνον ὄντα μὴ οὐχὶ πεφονευκέναι,3 ἀπάγουσι παρὰ τὸν ἁρμοστὴν ὃς ἥρμοζε τὴν Ἀσίαν τότε. ὁ δὲ βασιλεῖ τῷ μεγάλῳ ἀναπέμπει αὐτόν· καὶ μετʼ οὐ πολὺ κατεπέμφθη ὁ Δεινίας εἰς Γύαρον νῆσον τῶν Κυκλάδων, ἐν ταύτῃ φεύγειν εἰς ἀεὶ τεταγμένος ὑπὸ βασιλέως.
姆涅西普斯:当时代尼阿斯答应前去幽会,并在人们初睡时分赶到,进入了房内。这时查里克勒亚的丈夫德莫纳克斯,不知是另有察觉还是根据那女人的暗号(因为两种说法都有),宛如伏兵突起般跳了出来,命令关紧庭院大门,并把代尼阿斯抓起来,挥舞着烈火与皮鞭进行威胁,并拔出利剑视他如奸夫般要将他处置。 代尼阿斯意识到自己身陷绝境,便一把抓起放在旁边的一根门闩,击中德莫纳克斯的太阳穴将其打死;接着他又杀死了查里克勒亚,对她更非只是一击,而是先用门闩连连击打,随后又用德莫纳克斯的剑将其刺死。家仆们起初目瞪口呆地站着,被这出人意料的惨状吓得哑口无言;后来他们试图上前拿办,见代尼阿斯持剑朝他们扑来,便纷纷逃散,而代尼阿斯在犯下如此弥天大罪之后趁机逃脱。 直到天亮前,他一直呆在阿加托克勒斯那里,两人共同回顾已发生的事情,并商讨未来的结局会如何。天刚破晓,将领们便赶到了——因为此事早已传得沸沸扬扬——他们逮捕了代尼阿斯,代尼阿斯自己也没有否认杀人之事,将领们便把他押送到当时统辖亚细亚的总督那里。总督将他押送给大王;不久之后,代尼阿斯被流放到基克拉泽斯群岛中的吉亚罗斯岛,受大王裁定永久在此岛服流放之刑。
Μνήσιππος ὁ δὲ Ἀγαθοκλῆς καὶ τἄλλα μὲν συνῆν καὶ συναπῆρεν εἰς τὴν Ἰταλίαν καὶ συνεισῆλθεν εἰς τὸ δικαστήριον μόνος τῶν φίλων καὶ πρὸς οὐδὲν ἐνεδέησεν. ἐπεὶ δὲ ἤδη ἔφευγεν ὁ Δεινίας, οὐδὲ τότε ἀπελείφθη τοῦ ἑταίρου, καταδικάσας δὲ αὐτὸς αὑτοῦ4 διέτριβεν ἐν Γυάρῳ καὶ συνέφευγεν αὐτῷ, καὶ ἐπειδὴ παντάπασιν ἠπόρουν τῶν ἀναγκαίων, παραδοὺς ἑαυτὸν τοῖς πορφυρεῦσι συγκατεδύετο καὶ τὸ γινόμενον ἐκ τούτου ἀποφέρων ἔτρεφε τὸν Δεινίαν· καὶ νοσήσαντά τε ἐπὶ μήκιστον ἐθεράπευσε καὶ ἀποθανόντος οὐκέτι ἐπανελθεῖν εἰς τὴν ἑαυτοῦ ἠθέλησεν, ἀλλʼ αὐτοῦ ἐν τῇ νήσῳ ἔμεινεν αἰσχυνόμενος καὶ τεθνεῶτα ἀπολιπεῖν τὸν φίλον. τοῦτό σοι ἔργον φίλου Ἕλληνος οὐ πρὸ πολλοῦ γενόμενον· ἔτη γὰρ οὐκ οἶδα εἰ πέντε ἤδη διελήλυθεν ἀφʼ οὗ Ἀγαθοκλῆς ἐν Γυάρῳ ἀπέθανεν. Τόξαρις καὶ εἴθε γε, ὦ Μνήσιππε, ἀνώμοτος ὢν ταῦτα ἔλεγες, ἵνα καὶ ἀπιστεῖν ἂν ἐδυνάμην αὐτοῖς· οὕτω Σκυθικόν τινα φίλον τὸν Ἀγαθοκλέα τοῦτον διηγήσω. πλὴν οὐ δέδια μή τινα καὶ ἄλλον ὅμοιον εἴπῃς αὐτῷ.
姆涅西普斯:而阿加托克勒斯在其余一切事情上也与他同甘共苦,陪同他远渡意大利,并在所有朋友中唯独他一人陪同走入法庭,没有在任何一件事上有所推诿或缺失。而当代尼阿斯已被流放时,他甚至在那时也没有舍弃伙伴,而是自己判决自己流放,留在吉亚罗斯岛陪他一同受难。当他们彻底缺乏生活必需品时,他把自己雇给采紫贝的渔民,一同潜入海底,用换来的收入来供养代尼阿斯。代尼阿斯长期患病期间,他竭力看护照料;而在代尼阿斯死后,他甚至不愿再返回自己的故土,而是以舍弃已死的朋友为耻,继续留在那座孤岛上。 这就是一个希腊友人不久前所做的事迹;因为从阿加托克勒斯在吉亚罗斯岛去世算起,我还不知道是否已经过去了五年时间。 托克萨里斯:姆涅西普斯啊,但愿你在没有起誓的情况下说出这些话,那样我也许还能怀疑它们呢;你把这位阿加托克勒斯描绘成了一个俨然具有斯基泰人风骨的朋友。不过,我并不担心你还能说出另一个能与他匹敌的人物来。
- 16ὡς οὐ βιώσεται μὴ οὐχὶ συνὼν τῇ Χαρικλείᾳ
双重否定词 μὴ οὐχὶ 的用法。此处修饰带有条件假设意味的分词 συνών(若不与查里克勒亚在一起),从属于含有否定词 οὐ 的主句(οὐ βιώσεται,将无法活下去),构成强烈的否定条件句。
- 16ἣν μόνον εἶχεν πατρῴαν οἰκίαν ἐν Σάμῳ ἀπεμπολήσας
先行词被吸收入关系从句的用法(antecedent attraction)。分词 ἀπεμπολήσας 原本的名词宾语(正常语序为 τὴν πατρῴαν οἰκίαν ἣν μόνον εἶχεν)被并入关系从句中,其格位也与关系代词 ἥν 保持一致。
- 17οὐδʼ αὐτὸν ἔξαρνον ὄντα μὴ οὐχὶ πεφονευκέναι
在包含否定的否认表达之后,不定式搭配双重否定词 μὴ οὐχὶ 的规则用法。由于表否认的形容词 ἔξαρνος 受否定词 οὐδʼ 修饰而构成否定语境,其后引导的完成时不定式 πεφονευκέναι 依惯用法带 μὴ οὐχὶ,意为“自己亦未否认杀人之事实”。
- 18καταδικάσας δὲ αὐτὸς αὑτοῦ
动词 καταδικάζω(判处有罪/断罪)支配受罚者属格 αὑτοῦ 的构词。主格强调代词 αὐτός 与反身代名词属格 αὑτοῦ 并置,生动表达了“自己判决自己(主动自愿服流刑)”之意。
