- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg044.humanitext-grc2:13-15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
姆涅西普斯讲述了他的第一个事例:代尼阿斯在谄媚者的怂恿下堕入荡妇查里克勒亚狡黠的诱惑罗网,最终荡尽巨额家产而走向毁灭。
Μνήσιππος καὶ δή ποτε ὑπὸ τῶν κολάκων ἐκείνων ὁ ἄθλιος ἀναπείθεται ὡς ἐρῴη αὐτοῦ Χαρίκλεια Δημώνακτος γυνή, ἀνδρὸς ἐπιφανοῦς καὶ πρώτου Ἐφεσίων τὰ πολιτικά· καὶ γραμματεῖά τε εἰσεφοίτα παρὰ τῆς γυναικὸς αὐτῷ καὶ στέφανοι ἡμιμάραντοι καὶ μῆλά τινα ἀποδεδηγμένα καὶ ἄλλα ὁπόσα αἱ μαστροποὶ ἐπὶ τοῖς νέοις μηχανῶνται, κατὰ μικρὸν αὐτοῖς ἐπιτεχνώμεναι τοὺς ἔρωτας καὶ ἀναφλέγουσαι τὸ πρῶτον ἐρᾶσθαι νομίζοντας1 (ἐπαγωγότατον γὰρ τοῦτό γε, καὶ μάλιστα τοῖς καλοῖς εἶναι οἰομένοις), ἄχρι ἂν λάθωσιν εἰς τὰ δίκτυα ἐμπεσόντες. ἡ Χαρίκλεια δὲ ἦν ἀστεῖον μέν τι γύναιον, ἑταιρικὸν δὲ ἐκτόπως καὶ τοῦ προστυχόντος ἀεί, καὶ εἰ πάνυ ἐπʼ ὀλίγῳ ἐθελήσειέ τις· καὶ εἰ προσίδοι τις μόνον, εὐθὺς ἐπένευε, καὶ δέος οὐδὲν ἦν μή πη ἀντείποι Χαρίκλεια. δεινὴ δὲ καὶ τὰ ἄλλα, καὶ τεχνῖτις παρʼ ἥντινα βούλει τῶν ἑταιρῶν2 ἐπισπάσασθαι ἐραστὴν καὶ ἀμφίβολον ἔτι ὄντα ὅλον ὑποποιήσασθαι καὶ ἐνεχόμενον ἤδη ἐπιτεῖναι καὶ προσεκκαῦσαι ἄρτι μὲν ὀργῇ, ἄρτι δὲ κολακείᾳ, καὶ μετὰ μικρὸν ὑπεροψίᾳ καὶ τῷ πρὸς ἕτερον ἀποκλίνειν δοκεῖν, καὶ ὅλη συνεκεκρότητο ἁπανταχόθεν ἡ γυνὴ καὶ πολλὰ μηχανήματα παρεσκεύαστο κατὰ τῶν ἐραστῶν.
姆涅西普斯:终于,那个可怜的人被那些谄媚者说服,相信在以弗所人中政务上显赫居首的德莫纳克斯的妻子查里克勒亚正热烈地爱着他。于是,从那女人那里源源不断地送来给他的书信、半枯的花环、咬过一口的苹果,以及老鸨们针对青年人所设计的所有那些花样;她们悄悄为他们设计情网,起初通过让他们以为自己被爱而点燃情欲(因为这是最诱人的勾当,尤其是对那些自以为英俊的人而言),直到他们在不知不觉中落入罗网。 这位查里克勒亚虽是个俏丽可人的妇人,却极其具有游女的习性,随时任凭偶遇之人摆布,哪怕有人出极微薄的价钱想得到她也可以;只要有人看她一眼,她便立刻点头应允,丝毫不用担心查里克勒亚会有所拒绝。但她在其他方面却极其精明,在勾引情人方面不逊于任何你所能想到的高级游女;她能将还在犹豫不决的男人彻底掌控,而对已经深陷其中的男人,她则时而用怒气,时而用谄媚,过一会儿又用傲慢或表现出似乎偏向别人,来加深其迷恋并进一步煽风点火。总之,这个女人浑身上下都武装到了牙齿,针对情人们准备了无数的机关圈套。
Μνήσιππος ταύτην οὖν τότε οἱ Δεινίου κόλακες παραλαμβάνουσιν ἐπὶ τὸ μειράκιον, καὶ τὰ πολλὰ ὑπεκωμῴδουν, συνωθοῦντες αὐτὸν εἰς τὸν ἔρωτα τῆς Χαρικλείας. ἡ δὲ πολλοὺς ἤδη νέους ἐκτραχηλίσασα καὶ μυρίους ἔρωτας ὑποκριναμένη καὶ οἴκους πολυταλάντους ἀνατρέψασα, ποικίλον τι καὶ πολυγύμναστον κακόν, παραλαβοῦσα εἰς τὰς χεῖρας ἁπλοϊκὸν καὶ ἄπειρον τῶν τοιούτων μηχανημάτων νεανίσκον οὐκ ἀνῆκεν ἐκ τῶν ὀνύχων, ἀλλὰ περιέχουσα πανταχόθεν καὶ διαπείρασα, ὅτε ἤδη παντάπασιν ἐκράτει, αὐτή τε ἀπώλετο ὑπὸ τῆς ἄγρας καὶ τῷ κακοδαίμονι Δεινίᾳ μυρίων κακῶν αἰτία ἐγένετο. τὸ μὲν γὰρ πρῶτον εὐθὺς ἐκεῖνα ἐπʼ αὐτὸν καθίει τὰ γραμματεῖα, συνεχῶς πεμπομένη τὴν ἅβραν, ὡς ἐδάκρυσε καὶ ἐπηγρύπνησε καὶ τέλος ὡς ἀπάγξει ἑαυτὴν ἡ ἀθλία ὑπὸ τοῦ ἔρωτος,3 ἕως δὴ ὁ μακάριος ἐπείσθη καλὸς εἶναι καὶ ταῖς Ἐφεσίων γυναιξὶ περιπόθητος, καί που συνηνέχθη πολλὰ ἱκετευθείς.
姆涅西普斯:于是当时,代尼阿斯的谄媚者们便把这个女人引向那年轻小伙,他们大肆调笑起哄,推波助澜将他逼入对查里克勒亚的恋情之中。而她此前早已摧毁了许多青年,伪装过无数次爱情,颠覆过价值许多塔兰同的家产,真可谓一个千变万化且经验老到的灾星;当她手中捕获了一个对这类圈套一窍不通且单纯质朴的青年时,便绝不从爪中放过他。相反,她从四面八方将他缠紧并刺穿,待到她完全占据了上风时,她自己因这捕猎而毁灭,同时也成了不幸的代尼阿斯万般灾难的根源。 因为起初,她便直接把那些书信向他抛去,不断派遣贴身女仆前去传话,说她如何痛哭,如何彻夜难眠,最后甚至说可怜的自己因情所困将要自缢,直到那位自鸣得意者确信自己容貌俊美、深受以弗所妇人们的渴慕,并在屡遭恳求之后终于应允与她幽会。
Μνήσιππος τὸ ἐντεῦθεν ἤδη ῥᾷον, ὡς τὸ εἰκός, ἁλώσεσθαι ἔμελλεν ὑπὸ γυναικὸς καλῆς καὶ πρὸς ἡδονήν τε ὁμιλῆσαι ἐπισταμένης καὶ ἐν καιρῷ δακρῦσαι καὶ μεταξὺ τῶν λόγων ἐλεεινῶς ὑποστενάξαι καὶ ἀπιόντος ἤδη λαβέσθαι καὶ εἰσελθόντι προσδραμεῖν καὶ καλλωπίζεσθαι ὡς ἂν μάλιστα ἀρέσειε, καί που καὶ ᾆσαι καὶ κιθαρίσαι. οἷς ἅπασι κατὰ τοῦ Δεινίου ἐκέχρητο· καὶ ἐπεὶ ᾔσθετο πονηρῶς ἔχοντα καὶ διάβροχον ἤδη τῷ ἔρωτι καὶ τακερὸν γεγενημένον, ἄλλο ἐπὶ τούτοις ἐπενόει καὶ τὸν ἄθλιον ἀπώλλυε· κύειν τε γὰρ ἐξ αὐτοῦ σκήπτεται — ἱκανὸν δὲ καὶ τοῦτο βλᾶκα ἐραστὴν προσεκπυρῶσαι — καὶ οὐκέτι ἐφοίτα πρὸς αὐτόν, φυλάττεσθαι ὑπὸ τἀνδρὸς λέγουσα πεπυσμένου τὸν ἔρωτα. ὁ δʼ οὐκέτι οἷός τε ἦν φέρειν τὸ πρᾶγμα, οὐδὲ ἠνείχετο μὴ ὁρῶν αὐτήν, ἀλλὰ ἐδάκρυε καὶ τοὺς κόλακας εἰσέπεμπεν καὶ τοὔνομα τῆς Χαρικλείας ἐπεβοᾶτο καὶ τὴν εἰκόνα περιβαλὼν αὐτῆς — ἐπεποίητο δὲ λίθου λευκοῦ — ἐκώκυε, καὶ τέλος καταβαλὼν ἑαυτὸν εἰς τοὔδαφος ἐκυλίνδετο καὶ λύττα ἦν ἀκριβὴς τὸ πρᾶγμα. τὰ μὲν γὰρ δῶρα οὐ κατὰ μῆλα καὶ στεφάνους ἀντεδίδοτο αὐτῇ, ἀλλὰ συνοικίαι ὅλαι καὶ ἀγροὶ καὶ θεράπαιναι καὶ ἐσθῆτες εὐανθεῖς καὶ χρυσὸν ὁπόσον ἐθελήσειε. Καὶ τί γάρ;4 ἐν βραχεῖ ὁ Λύσωνος οἶκος, ὀνομαστότατος τῶν ἐν Ἰωνίᾳ γενόμενος, ἐξήντλητο ἤδη καὶ ἐξεκεκένωτο.
姆涅西普斯:从那时起,正如预料的那样,他注定要更容易地被一个美丽的女人所俘获——这女人深谙如何逢迎取悦地交谈,知晓如何在恰当的时机落泪并在言语之间凄然叹息,在人将离去时紧紧拉住,在人进门时奔上前来,极尽修饰打扮以求最大限度地取悦对方,甚至还能歌唱抚琴。所有这些伎俩她全都施展在代尼阿斯身上;而当她察觉到他已陷入不可自拔的地步、完全被爱情浸透并彻底软化融化时,便在这之上又心生一计,将这个可怜人推向毁灭。原来,她假称怀上了他的孩子——单凭这一点就足以让一个愚蠢的情人烈火中烧——并且不再前往他处,声称自己已被得知奸情的丈夫严加看管起来。 而他再也承受不住这种局面,更无法忍受见不到她,只是痛哭流涕,打发谄媚者们前去探视,呼喊查里克勒亚的名字,抱着她的雕像——那是用汉白玉为他雕成的——失声哀号,最后把自己摔倒在地上打滚,整件事纯粹成了疯狂。因为回赠给她的礼物,并不是对等如苹果和花冠那样的东西,而是整座整座的连排公寓、田产、女仆、华丽的衣裳,以及她所想要的任意数量的黄金。 还能怎么样呢?转瞬之间,吕松那在爱奥尼亚曾经名声最显赫的家业,便已被彻底搜刮、荡然一空了。
- 13ἀναφλέγουσαι τὸ πρῶτον ἐρᾶσθαι νομίζοντας
阳性复数宾格分词 νομίζοντας 在语义上承接前文介词短语 ἐπὶ τοῖς νέοις 所指的青年人,作动词分词的宾语。句法上,主格分词 ἐπιτεχνώμεναι 与 ἀναφλέγουσαι 修饰主语 αἱ μαστροποί(老鸨们),而这些受骗的年轻人则以宾格分词表示(“让起初以为自己被爱的人们欲火中烧”)。
- 13τεχνῖτις παρʼ ἥντινα βούλει τῶν ἑταιρῶν
介词 παρά 接宾格在此表示比较或超越(“与……相比”、“胜过”)。与不定关系从句 ἥντινα βούλει(“你所能想到的任何一个”)结合,修饰名词 τεχνῖτις(“行家里手”),意为“与任何你所想得出的高级游女相比都毫不逊色的能手”。
- 14ὡς ἀπάγξει ἑαυτὴν ἡ ἀθλία ὑπὸ τοῦ ἔρωτος
由 ὡς 引导的间接引语从句,表达贴身女仆转述的信息内容。紧随前面的过去时动词(ἐδάκρυσε, ἐπηγρύπνησε)之后,自尽的恐吓直接保留了原本直接引语中的将来时直陈语气(ἀπάγξει),生动突出了这番作伪威胁的紧迫感。
- 15Καὶ τί γάρ;
用于结束一段叙述或引出必然结局的修辞性惯用过渡语,意为“还能说什么呢?”或“结果不言而喻”。与紧随其后的 ἐν βραχεῖ...(“转瞬之间”)呼应,突出了破灭结局的迅猛与必然。
