← 琉善

哲学学派的拍卖

§23-25

克律西波斯的悖论诡辩与高价落槌

克律西波斯展示了“蒙面父亲”和“石头”等诡辩悖论,并为放债与收取学费进行辩护,使买主深感困惑。最终,买主与众人以十二米纳的高价将他买下。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23

Χρύσιππος ἀλλὰ μὴν αὐτὸς οὗτος ἦν ὁ πατὴρ ὁ σός· ὥστε εἰ τοῦτον ἀγνοεῖς, δῆλος εἶ τὸν πατέρα τὸν σὸν ἀγνοῶν.1 Ἀγοράστης οὐ μὲν οὖν· ἀλλʼ ἀποκαλύψας αὐτὸν εἴσομαι τὴν ἀλήθειαν. ὅμως δʼ οὖν τί σοι τῆς σοφίας τὸ τέλος, ἢ τί πράξεις πρὸς τὸ ἀκρότατον τῆς ἀρετῆς ἀφικόμενος; Χρύσιππος περὶ τὰ πρῶτα κατὰ φύσιν τότε γενήσομαι, λέγω δὲ πλοῦτον, ὑγίειαν καὶ τὰ τοιαῦτα. πρότερον δὲ ἀνάγκη πολλὰ προπονῆσαι λεπτογράφοις βιβλίοις παραθήγοντα τὴν ὄψιν καὶ σχόλια συναγείροντα καὶ σολοικισμῶν ἐμπιπλάμενον καὶ ἀτόπων ῥημάτων· καὶ τὸ κεφάλαιον, οὐ θέμις γενέσθαι σοφόν, ἢν μὴ τρὶς ἐφεξῆς τοῦ ἐλλεβόρου πίῃς. Ἀγοράστης γενναῖά σου ταῦτα καὶ δεινῶς ἀνδρικά. τὸ δὲ Γνίφωνα εἶναι καὶ τοκογλύφον2 — καὶ γὰρ τάδε ὁρῶ σοι προσόντα — τί φῶμεν, ἀνδρὸς ἤδη πεπωκότος τὸν ἐλλέβορον καὶ τελείου πρὸς ἀρετήν; Χρύσιππος ναί· μόνῳ γοῦν τὸ δανείζειν πρέποι ἂν τῷ σοφῷ· ἐπεὶ γὰρ ἴδιον αὐτοῦ συλλογίζεσθαι, τὸ δανείζειν δὲ καὶ λογίζεσθαι τοὺς τόκους πλησίον εἶναι δοκεῖ τῷ συλλογίζεσθαι, μόνου ἂν εἴη τοῦ σπουδαίου καθάπερ ἐκεῖνο καὶ τοῦτο, καὶ οὐ μόνον γε ἁπλοῦς, ὥσπερ οἱ ἄλλοι, τοὺς τόκους, ἀλλὰ καὶ τούτων ἑτέρους τόκους λαμβάνειν· ἢ γὰρ ἀγνοεῖς ὅτι τῶν τόκων οἱ μέν εἰσι πρῶτοί τινες, οἱ δὲ δεύτεροι, καθάπερ αὐτῶν ἐκείνων ἀπόγονοι; ὁρᾷς δὲ δὴ καὶ τὸν συλλογισμὸν ὁποῖά φησιν· εἰ τὸν πρῶτον τόκον λήψεται, λήψεται καὶ τὸν δεύτερον· ἀλλὰ μὴν τὸν πρῶτον λήψεται, λήψεται ἄρα καὶ τὸν δεύτερον·.

克律西波斯然而,这正是你的父亲;因此,如果你不知道他,你显然就不知道你自己的父亲。买主那可不行;但我只要揭开他的面纱,就会知道真相。但不管怎样,你智慧的终极目标是什么,或者当你达到美德的顶点时,你会做什么?克律西波斯那时我将致力于符合自然的首要事物,我指的是财富、健康以及诸如此类的东西。但在此之前,必须先付出许多劳苦,在精细抄写的书册上磨炼眼力,收集注释,并让自己充斥着语法错误和古怪的词汇。总而言之,除非你连续喝下三次嚏根草药,否则你是不被允许成为智者的。买主你这些话真是高尚,而且极其英武。但至于既是守财奴又是高利贷者——因为我也看到你身上有这些特征——对于一个已经喝过嚏根草、并且在美德上达到完美的人,我们该对他的这些特点说什么呢?克律西波斯是的;无论如何,放债只适合于智者。因为既然推理(三段论)是他特有的,而放债和计算利息似乎又与推理极其接近,那么就像推理一样,放债也应该只属于优秀的人。而且,不仅像其他人那样只收取单利,还要收取这些利息的利息(复利)。难道你不知道利息也有一些是初始的,另一些是次生的,就像它们本身繁衍的后代一样吗?你确实也看到了三段论是怎么说的:“如果他将收取初始利息,他也将收取次生利息;但确实他将收取初始利息,因此他也将收取次生利息。”

§24

Ἀγοράστης οὐκοῦν καὶ μισθῶν πέρι τὰ αὐτὰ φῶμεν, οὓς σὺ λαμβάνεις ἐπὶ τῇ σοφίᾳ παρὰ τῶν νέων, καὶ δῆλον ὅτι μόνος ὁ σπουδαῖος μισθὸν ἐπὶ τῇ ἀρετῇ λήψεται; Χρύσιππος μανθάνεις· οὐ γὰρ ἐμαυτοῦ ἕνεκα λαμβάνω, τοῦ δὲ διδόντος αὐτοῦ χάριν· ἐπεὶ γάρ ἐστιν ὁ μέν τις ἐκχύτης, ὁ δὲ περιεκτικός, ἐμαυτὸν μὲν ἀσκῶ εἶναι περιεκτικόν, τὸν δὲ μαθητὴν ἐκχύτην. Ἀγοράστης καὶ μὴν τοὐναντίον ἐχρῆν τὸν νέον μὲν εἶναι περιεκτικόν, σὲ δὲ τὸν μόνον πλούσιον ἐκχύτην. Χρύσιππος σκώπτεις, ὦ οὗτος. ἀλλʼ ὅρα μή σε ἀποτοξεύσω τῷ ἀναποδείκτῳ συλλογισμῷ. Ἀγοράστης καὶ τί δεινὸν ἀπὸ τοῦ βέλους; Χρύσιππος ἀπορία καὶ σιωπὴ καὶ διαστραφῆναι τὴν διάνοιαν.

买主那么,对于你因智慧而从年轻人那里收取的酬金,我们也该说同样的话吧?显然只有优秀的人才会因美德而获得酬金?克律西波斯你明白了。因为我不是为了我自己而收,而是为了给予者本身的缘故。因为既然一个人是“倾倒者”,另一个人是“容器”,我就锻炼自己成为容器,而让学生成为倾倒者。买主然而,相反地,本该是年轻人作为容器,而你这个唯一的富人作为倾倒者。克律西波斯你在开玩笑,老兄。但当心我用“不可论证的三段论”把你射倒。买主那箭能带来什么可怕的后果?克律西波斯困惑、沉默以及心智的扭曲。

§25

Χρύσιππος ὃ δὲ μέγιστον, ἢν ἐθέλω, τάχιστά σε ἀποδείξω λίθον. Ἀγοράστης πῶς λίθον; οὐ γὰρ Περσεὺς σύ, ὦ βέλτιστε, εἶναί μοι δοκεῖς. Χρύσιππος ὧδέ πως· ὁ λίθος σῶμά ἐστι; Ἀγοράστης ναί. Χρύσιππος τί δέ; τὸ ζῷον οὐ σῶμα; Ἀγοράστης ναί. Χρύσιππος σὺ δὲ ζῷον; Ἀγοράστης ἔοικα γοῦν. Χρύσιππος λίθος ἄρα εἶ σῶμα ὤν.3 Ἀγοράστης μηδαμῶς. ἀλλʼ ἀνάλυσόν με πρὸς τοῦ Διὸς καὶ ἐξ ὑπαρχῆς ποίησον ἄνθρωπον. Χρύσιππος οὐ χαλεπόν· ἀλλʼ ἔμπαλιν ἴσθι ἄνθρωπος. εἰπὲ γάρ μοι, πᾶν σῶμα ζῷον; Ἀγοράστης οὔ. Χρύσιππος τί δέ; λίθος ζῷον; Ἀγοράστης οὔ. Χρύσιππος σὺ δὲ σῶμα εἶ; Ἀγοράστης ναί. Χρύσιππος σῶμα δὲ ὢν ζῷον εἶ; Ἀγοράστης ναί. Χρύσιππος οὐκ ἄρα λίθος εἶ ζῷόν γε ὤν. Ἀγοράστης εὖ γε ἐποίησας, ὡς ἤδη μου τὰ σκέλη καθάπερ τῆς Νιόβης ἀπεψύχετο καὶ πάγια ἦν. ἀλλὰ ὠνήσομαί γε σέ. πόσον ὑπὲρ αὐτοῦ καταβαλῶ; Ἑρμῆς μνᾶς δώδεκα. Ἀγοράστης λάμβανε. Ἑρμῆς μόνος δὲ αὐτὸν ἐώνησαι; Ἀγοράστης μὰ Δίʼ, ἀλλʼ οὗτοι πάντες οὓς ὁρᾷς. Ἑρμῆς πολλοί γε καὶ τοὺς ὤμους καρτεροὶ καὶ τοῦ θερίζοντος ἄξιοι.

克律西波斯而最重大的事情是,如果我想,我很快就能证明你是一块石头。买主怎么是石头?因为在我看来,我的好先生,你并不是玻耳修斯。克律西波斯就像这样:石头是物体吗?买主是。克律西波斯那么,生物不是物体吗?买主是。克律西波斯而你是生物吗?买主看来是的。克律西波斯因此,因为你是物体,你就是一块石头。买主绝不!凭宙斯起誓,请把我解构开,让我重新变回人。克律西波斯这并不难;相反地,重新做回人吧。告诉我,每个物体都是生物吗?买主不是。克律西波斯那么,石头是生物吗?买主不是。克律西波斯而你是物体吗?买主是。克律西波斯作为物体,你是生物吗?买主是。克律西波斯因此,既然你是生物,你就不是石头。买主你做得太好了,我的腿刚才已经像尼俄伯一样发冷僵硬了。不过,我还是买下你。我该为他支付多少钱?赫尔墨斯十二米纳。买主拿去吧。赫尔墨斯只有你一个人买他吗?买主凭宙斯起誓,不,还有你看到的这所有的人。赫尔墨斯人确实很多,肩膀也强壮,配得上“收割者”!

语法注3 条
  1. 23δῆλος εἶ τὸν πατέρα τὸν σὸν ἀγνοῶν

    “δῆλός εἰμι +分词”的人称句式,意为“显而易见某人正在做某事”。此处意为“你显然不知道你自己的父亲”。

  2. 23τὸ δὲ Γνίφωνα εἶναι καὶ τοκογλύφον

    句首带冠词的不定式短语“τὸ εἶναι”作为先行宾语,引出后续主句提问“τί φῶμεν”的主题。

  3. 25λίθος ἄρα εἶ σῶμα ὤν

    在由小词“ἄρα”引导的谬误结论中,分词“ὤν”作为伴随分词,表达了“既然你是物体”(σῶμα ὤν)这一前提条件。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg024.humanitext-grc2:23-25