- 底本
- Lucian, Vol. 2. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1915.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg024.humanitext-grc2:26-27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
逍遥学派的哲学家和对一切都保留意见的怀疑学派哲学家(皮浪)依次被买主竞拍买下。
Ζεύς μὴ διάτριβε· ἄλλον κάλει τὸν Περιπατητικόν. Ἑρμῆς σέ φημι, τὸν καλόν, τὸν πλούσιον. ἄγε δή, ὠνήσασθε τὸν συνετώτατον, τὸν ἅπαντα ὅλως ἐπιστάμενον. Ἀγοράστης ποῖος δέ τις ἐστί; Ἑρμῆς μέτριος, ἐπιεικής, ἁρμόδιος τῷ βίῳ, τὸ δὲ μέγιστον, διπλοῦς. Ἀγοράστης πῶς λέγεις; Ἑρμῆς ἄλλος μὲν ὁ ἔκτοσθεν φαινόμενος, ἄλλος δὲ ὁ ἔντοσθεν εἶναι δοκεῖ· ὥστε ἢν πρίῃ αὐτόν, μέμνησο τὸν μὲν ἐξωτερικόν, τὸν δὲ ἐσωτερικὸν καλεῖν. Ἀγοράστης τί δὲ γινώσκει μάλιστα; Ἑρμῆς τρία εἶναι τὰ ἀγαθά, ἐν ψυχῇ, ἐν σώματι, ἐν τοῖς ἐκτός. Ἀγοράστης ἀνθρώπινα φρονεῖ. πόσου δέ ἐστιν; Ἑρμῆς εἴκοσι μνῶν. Ἀγοράστης πολλοῦ λέγεις. Ἑρμῆς οὔκ, ὦ μακάριε· καὶ γὰρ αὐτὸς ἔχειν τι ἀργύριον δοκεῖ, ὥστε οὐκ ἂν φθάνοις ὠνούμενος.1 ἔτι δὲ εἴσῃ αὐτίκα μάλα παρʼ αὐτοῦ πόσον μὲν ὁ κώνωψ βιοῖ τὸν χρόνον, ἐφʼ ὁπόσον δὲ βάθος ἡ θάλαττα ὑπὸ τοῦ ἡλίου καταλάμπεται, καὶ ὁποία τίς ἐστιν ἡ ψυχὴ τῶν ὀστρείων. Ἀγοράστης Ἡράκλεις τῆς ἀκριβολογίας. Ἑρμῆς τί δὲ εἰ ἀκούσειας ἄλλα πολλῷ τούτων ὀξυδερκέστερα, γονῆς τε πέρι καὶ γενέσεως καὶ τῆς ἐν ταῖς μήτραις τῶν ἐμβρύων πλαστικῆς, καὶ ὡς ἄνθρωπος μὲν γελαστικόν, ὄνος δὲ οὐ γελαστικὸν οὐδὲ τεκταινόμενον οὐδὲ πλωϊζόμενον; Ἀγοράστης πάνσεμνα φὴς καὶ ὀνησιφόρα τὰ μαθήματα, ὥστε ὠνοῦμαι αὐτὸν τῶν εἴκοσιν.
宙斯 不要浪费时间;叫另一个来,那个逍遥学派的。 赫尔墨斯 说你呢,美丽而富有的那个。来吧,买下这位最聪明的、无所不知的人。 买主 他是什么样的人? 赫尔墨斯 温和、宽厚、适应生活,而最重要的是,他是双重的。 买主 你怎么说? 赫尔墨斯 在外表上显现的是一个人,在内心深处似乎又是另一个人;因此,如果你买下他,记得把一者称为“外在的”,把另一者称为“内在的”。 买主 那么他最懂得什么? 赫尔墨斯 善事有三种:在灵魂中的、在身体中的、以及在外部事物中的。 买主 他的想法很符合人性。他值多少钱? 赫尔墨斯 二十米纳。 买主 你开价太高了。 赫尔墨斯 并非如此,亲爱的朋友;因为他自己似乎也有点钱,所以你买下他真是越快越好。而且你很快就会从他那里得知:蚊子能活多久,海水被太阳照亮到多深,以及牡蛎的灵魂是什么样的。 买主 赫拉克勒斯啊,真是太精确了! 赫尔墨斯 如果你听到比这些更敏锐得多的其他事情,那又会怎样?比如关于生殖和发生,子宫中胚胎的塑造,以及人是会笑的,而驴既不会笑、不会做木工、也不会航海? 买主 你说这些学问极高尚且大有裨益,因此我按二十米纳买下他。
Ἑρμῆς εἶεν. Ζεύς τίς λοιπὸς ἡμῖν; Ἑρμῆς καταλείπεται ὁ Σκεπτικὸς οὗτος. σὺ ὁ Πυρρίας πρόσιθι καὶ ἀποκηρύττου κατὰ τάχος. ἤδη μὲν ὑπορρέουσιν οἱ πολλοὶ καὶ ἐν ὀλίγοις ἡ πρᾶσις ἔσται. ὅμως δὲ τίς καὶ τοῦτον ὠνήσεται; Ἀγοράστης ἔγωγε. ἀλλὰ πρῶτον εἰπέ μοι, σὺ τί ἐπίστασαι; Πύρρων οὐδέν. Ἀγοράστης πῶς τοῦτο ἔφησθα; Πύρρων ὅτι οὐδὲν ὅλως εἶναί μοι δοκεῖ. Ἀγοράστης οὐδὲ ἡμεῖς ἄρα ἐσμέν τινες; Πύρρων οὐδὲ τοῦτο οἶδα. Ἀγοράστης οὐδὲ ὅτι σύ τις ὢν τυγχάνεις; Πύρρων πολὺ μᾶλλον ἔτι τοῦτο ἀγνοῶ. Ἀγοράστης ὢ τῆς ἀπορίας. τί δέ σοι τὰ σταθμία ταυτὶ βούλεται; Πύρρων ζυγοστατῶ ἐν αὐτοῖς τοὺς λόγους καὶ πρὸς τὸ ἴσον ἀπευθύνω, καὶ ἐπειδὰν ἀκριβῶς ὁμοίους τε καὶ ἰσοβαρεῖς ἴδω, τότε δὴ τότε ἀγνοῶ τὸν ἀληθέστερον. Ἀγοράστης τῶν ἄλλων δὲ τί ἂν πράττοις ἐμμελῶς; Πύρρων τὰ πάντα πλὴν δραπέτην μεταδιώκειν. Ἀγοράστης τί δὲ τοῦτό σοι ἀδύνατον; Πύρρων ὅτι, ὦγαθέ, οὐ καταλαμβάνω.2 Ἀγοράστης εἰκότως· βραδὺς γὰρ καὶ νωθής τις εἶναι δοκεῖς. ἀλλὰ τί σοι τὸ τέλος τῆς ἐπιστάσεως; Πύρρων ἡ ἀμαθία καὶ τὸ μήτε ἀκούειν μήτε ὁρᾶν. Ἀγοράστης οὐκοῦν καὶ τὸ τυφλὸς ἅμα καὶ κωφὸς εἶναι λέγεις; Πύρρων καὶ ἄκριτός γε προσέτι καὶ ἀναίσθητος καὶ ὅλως τοῦ σκώληκος οὐδὲν διαφέρων. Ἀγοράστης ὠνητέος εἶ διὰ ταῦτα. πόσου τοῦτον ἄξιον χρὴ φάναι; Ἑρμῆς μνᾶς Ἀττικῆς· Ἀγοράστης λάμβανε. τί φής, ὦ οὗτος; ἐώνημαι σε; Πύρρων ἄδηλον. Ἀγοράστης μηδαμῶς· ἐώνημαι γὰρ καὶ τἀργύριον κατέβαλον. Πύρρων ἐπέχω περὶ τούτου καὶ διασκέπτομαι. Ἀγοράστης καὶ μὴν ἀκολούθει μοι, καθάπερ χρὴ ἐμὸν οἰκέτην. Πύρρων τίς οἶδεν εἰ ἀληθῆ ταῦτα φής; Ἀγοράστης ὁ κῆρυξ καὶ ἡ μνᾶ καὶ οἱ παρόντες. Πύρρων πάρεισι γὰρ ἡμῖν τινες; Ἀγοράστης ἀλλʼ ἔγωγέ σε ἤδη ἐμβαλὼν ἐς τὸν μυλῶνα πείσω εἶναι δεσπότης κατὰ τὸν χείρω λόγον.3 Πύρρων ἔπεχε περὶ τούτου. Ἀγοράστης μὰ Δίʼ, ἀλλʼ ἤδη γε ἀπεφηνάμην. Ἑρμῆς σὺ μὲν παῦσαι ἀντιτείνων καὶ ἀκολούθει τῷ πριαμένῳ, ὑμᾶς δὲ εἰς αὔριον παρακαλοῦμεν· ἀποκηρύξειν γὰρ τοὺς ἰδιώτας καὶ βαναύσους καὶ ἀγοραίους βίους μέλλομεν.
赫尔墨斯 好。 宙斯 我们还剩下谁? 赫尔墨斯 剩下这位怀疑派了。你,皮里亚斯,走上前快点被拍卖。人群已经开始散去,交易将在少数人中进行。不过,谁还会买下这个人呢? 买主 我来。但首先告诉我,你懂得什么? 皮浪 什么也不懂。 买主 你怎么这样说? 皮浪 因为在我看来根本没有任何东西存在。 买主 那么我们也不是任何人吗? 皮浪 我连这个也不知道。 买主 甚至连你恰好是某个人也不知道? 皮浪 关于这个我更加一无所知。 买主 哦,多么困惑啊!但是你的这杆天平是什么意思? 皮浪 我用它们来权衡各种论证,使它们达到平等。而当我看到它们精确地相似且重量相等时,就在那个时候,我就不知道哪一个更真实了。 买主 至于其他事情,你能妥当地做什么? 皮浪 除了追捕逃跑的奴隶之外的任何事。 买主 为什么这对你来说是不可能的呢? 皮浪 因为,我的好朋友,我无法把握。 买主 难怪;因为你看起来有些迟钝和懒散。不过,你知识(探究)的终极目标是什么? 皮浪 无知,以及既不听也不看。 买主 那么你的意思是同时又瞎又聋吗? 皮浪 而且更进一步,没有判断力、没有感觉,总之跟蠕虫没有任何区别。 买主 因这些理由,你必须被买下来。我们该说这个人值多少钱? 赫尔墨斯 一阿提卡米纳。 买主 拿去。你怎么说,老兄?我买下你了吗? 皮浪 不确定。 买主 绝非如此;因为我买下了你并且付了钱。 皮浪 对此我保留意见并正在考察。 买主 无论如何,跟着我,像我的仆人应该做的那样。 皮浪 谁知道你说的这些是不是真的? 买主 传令官、那一米纳和在场的人。 皮浪 因为我们身边真的有什么人在场吗? 买主 但我只要立刻把你关进磨房,就会根据那较弱的论证说服你我是你的主人。 皮浪 对此保留意见。 买主 凭宙斯起誓,不,我已经做出判断了。 赫尔墨斯 你,停止抗拒,跟着买主去吧;至于诸位,我们邀请大家明天再来,因为我们准备拍卖那些普通、卑微以及市侩的生活方式。
- 26οὐκ ἂν φθάνοις ὠνούμενος
一个由 οὐκ ἂν φθάνοις 和分词 ὠνούμενος(源于 φθάνω)组成的惯用表达,字面意思是“你买他再快也不为过”,用于强烈且即刻地建议对方毫不延迟地采取行动。
- 27καταλαμβάνω
一个双关语,结合了日常意义上的“追上、物理上捕捉”和怀疑派的认识论学术术语“把握、领会”(与 κατάληψις 相关联)。
- 27κατὰ τὸν χείρω λόγον
意为“根据较弱的论证”。这戏谑了智者派宣称的“使较弱的论点变得更强”,以及喜剧中“较好”与“较坏”论证的对比,在此幽默地指代通过体力或威胁等手段进行的荒谬说服。
