← 琉善

哲学学派的拍卖

§19-22

伊壁鸠鲁派的售出与克律西波斯的辩证

拍卖伊壁鸠鲁主义者与斯多亚学派(克律西波斯)的场景。买主迪翁买下了虽不敬虔但令人愉快的伊壁鸠鲁主义者,接着面对自称无所不包的斯多亚学派,听克律西波斯讲解斯多亚派术语以及著名的逻辑悖论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19

Ἑρμῆς τί σοι τοὔνομα; Ἀγοράστης Δίων Συρακούσιος. Ἑρμῆς ἄγε λαβὼν ἀγαθῇ τύχῃ. τὸν Ἐπικούρειον σὲ ἤδη καλῶ. τίς ὠνήσεται τοῦτον; ἔστι μὲν τοῦ γελῶντος ἐκείνου μαθητὴς καὶ τοῦ μεθύοντος, οὓς μικρῷ πρόσθεν ἀπεκηρύττομεν. ἓν δὲ πλέον οἶδεν αὐτῶν, παρʼ ὅσον δυσσεβέστερος τυγχάνει·1 τὰ δὲ ἄλλα ἡδὺς καὶ λιχνείᾳ φίλος. Ἀγοράστης τίς ἡ τιμή; Ἑρμῆς δύο μναῖ. Ἀγοράστης λάμβανε· τὸ δεῖνα δέ, ὅπως εἰδῶ, τίσι χαίρει τῶν ἐδεσμάτων; Ἑρμῆς τὰ γλυκέα σιτεῖται καὶ τὰ μελιτώδη καὶ μάλιστά γε τὰς ἰσχάδας. Ἀγοράστης χαλεπὸν οὐδέν· ὠνησόμεθα γὰρ αὐτῷ παλάθας τῶν Καρικῶν.

赫尔墨斯 你叫什么名字? 买主 叙拉古的迪翁。 赫尔墨斯 去带他走吧,祝你好运。现在我召唤你,伊壁鸠鲁主义者。谁要买这个人?他是刚才我们拍卖的那个发笑的家伙和那个醉汉的弟子。但他比他们多懂一样东西,因为他更加不敬虔;此外,他很讨人喜欢,并且是美食之友。 买主 价格是多少? 赫尔墨斯 两米纳。 买主 拿去吧。不过,顺便问一下,为了让我心里有数,他喜欢吃什么食物? 赫尔墨斯 他吃甜食和含蜜的食物,尤其喜欢吃干无花果。 买主 这不难办;我们会给他买卡里亚产的无花果饼。

§20

Ζεύς ἄλλον κάλει, τὸν ἐν χρῷ κουρίαν ἐκεῖνον, τὸν σκυθρωπόν, τὸν ἀπὸ τῆς στοᾶς. Ἑρμῆς εὖ λέγεις· ἐοίκασι γὰρ πολύ τι πλῆθος αὐτὸν περιμένειν τῶν ἐπὶ τὴν ἀγορὰν ἀπηντηκότων. αὐτὴν τὴν ἀρετὴν πωλῶ, τῶν βίων τὸν τελειότατον. τίς ἅπαντα μόνος εἰδέναι θέλει; Ἀγοράστης πῶς τοῦτο φής; Ἑρμῆς ὅτι μόνος οὗτος σοφός, μόνος καλός, μόνος δίκαιος ἀνδρεῖος βασιλεὺς ῥήτωρ πλούσιος νομοθέτης καὶ τὰ ἄλλα ὁπόσα ἐστίν. Ἀγοράστης οὐκοῦν καὶ μάγειρος μόνος, καὶ νὴ Δία γε σκυτοδέψης ἢ τέκτων καὶ τὰ τοιαῦτα; Ἑρμῆς ἔοικεν.

宙斯 呼唤另一个,那个头发剃得贴着头皮的、面容忧郁的、来自画廊的家伙。 赫尔墨斯 你说得对;因为聚集在市场上的许多人似乎都在等候他。我出售美德本身,最完美的生命。谁想成为唯一知道一切的人? 买主 你这话怎么说? 赫尔墨斯 因为只有他是聪慧的,只有他是美丽的,只有他是公正的、勇敢的、国王、演说家、富豪、立法者以及其他所有的一切。 买主 那么,难道他也独自是厨师,凭宙斯起誓,还是鞋匠或木匠之类吗? 赫尔墨斯 看来是这样。

§21

Ἀγοράστης ἐλθέ, ὦγαθέ, καὶ λέγε πρὸς τὸν ὠνητὴν ἐμὲ ποῖός τις εἶ, καὶ πρῶτον εἰ οὐκ ἄχθῃ πιπρασκόμενος καὶ δοῦλος ὤν. Χρύσιππος οὐδαμῶς· οὐ γὰρ ἐφʼ ἡμῖν ταῦτά ἐστιν. ἃ δὲ οὐκ ἐφʼ ἡμῖν, ἀδιάφορα εἶναι συμβέβηκεν. Ἀγοράστης οὐ μανθάνω ᾗ καὶ λέγεις. Χρύσιππος τί φής; οὐ μανθάνεις ὅτι τῶν τοιούτων τὰ μέν ἐστι προηγμένα, τὰ δʼ ἀνάπαλιν ἀποπροηγμένα; Ἀγοράστης οὐδὲ νῦν μανθάνω. Χρύσιππος εἰκότως· οὐ γὰρ εἶ συνήθης τοῖς ἡμετέροις ὀνόμασιν οὐδὲ τὴν καταληπτικὴν φαντασίαν ἔχεις, ὁ δὲ σπουδαῖος ὁ τὴν λογικὴν θεωρίαν ἐκμαθὼν οὐ μόνον ταῦτα οἶδεν, ἀλλὰ καὶ σύμβαμα καὶ παρασύμβαμα2 ὁποῖα καὶ ὁπόσον ἀλλήλων διαφέρει. Ἀγοράστης πρὸς τῆς σοφίας, μὴ φθονήσῃς κἂν τοῦτο εἰπεῖν, τί τὸ σύμβαμα καὶ τὸ παρασύμβαμα· καὶ γὰρ οὐκ οἶδʼ ὅπως ἐπλήγην ὑπὸ τοῦ ῥυθμοῦ τῶν ὀνομάτων. Χρύσιππος ἀλλʼ οὐδεὶς φθόνος· ἢν γάρ τις χωλὸς ὢν αὐτῷ ἐκείνῳ τῷ χωλῷ ποδὶ προσπταίσας λίθῳ τραῦμα ἐξ ἀφανοῦς λάβῃ, ὁ τοιοῦτος εἶχε μὲν δήπου σύμβαμα τὴν χωλείαν, τὸ τραῦμα δὲ παρασύμβαμα προσέλαβεν.

买主 过来,我的好人,对我这个买主说说你是什么样的人,首先,你对于被卖掉并成为奴隶难道不感到难受吗? 克律西波斯 绝不;因为这些事并不在我们的掌握之中。而凡是不在我们的掌握之中的事,碰巧都是无足轻重的。 买主 我不明白你在说什么。 克律西波斯 你说什么?你不明白在这些事物中,有些是“首选的”,相反,有些是“不推荐的”吗? 买主 现在我还是不明白。 克律西波斯 理所当然;因为你不熟悉我们的术语,也没有把握性表象。但是,彻底掌握了逻辑学说的高尚之人不仅知道这些,还知道什么是“付带事象”和“随伴事象”,以及它们之间有多大区别。 买主 凭着智慧,请不要吝惜告诉我这点:什么是付带事象和随伴事象?因为我不知怎地竟被这些词汇的韵律所打动了。 克律西波斯 这没什么好保留的。如果一个瘸子,正好用那只瘸脚绊倒在石头上,意外地受了伤,这样的人,他的瘸腿无疑是“付带事象”,而受到的伤则是作为“随伴事象”额外增加的。

§22

Ἀγοράστης ὢ τῆς ἀγχινοίας· τί δὲ ἄλλο μάλιστα φὴς εἰδέναι; Χρύσιππος τὰς τῶν λόγων πλεκτάνας αἷς συμποδίζω τοὺς προσομιλοῦντας καὶ ἀποφράττω καὶ σιωπᾶν ποιῶ, φιμὸν ἀτεχνῶς αὐτοῖς περιτιθείς· ὄνομα δὲ τῇ δυνάμει ταύτῃ ὁ ἀοίδιμος συλλογισμός. Ἀγοράστης Ἡράκλεις, ἄμαχόν τινα καὶ βίαιον λέγεις. Χρύσιππος σκόπει γοῦν· ἔστι σοι παιδίον; Ἀγοράστης τί μήν; Χρύσιππος τοῦτο ἤν πως κροκόδειλος ἁρπάσῃ πλησίον τοῦ ποταμοῦ πλαζόμενον εὑρών, κᾆτά σοι ἀποδώσειν ὑπισχνῆται αὐτό, ἢν εἴπῃς τἀληθὲς ὅ τι δέδοκται αὐτῷ περὶ τῆς ἀποδόσεως τοῦ βρέφους, τί φήσεις αὐτὸν ἐγνωκέναι; Ἀγοράστης δυσαπόκριτον ἐρωτᾷς. ἀπορῶ γὰρ ὁπότερον εἰπὼν ἀπολάβοιμι. ἀλλὰ σὺ πρὸς Διὸς ἀποκρινάμενος ἀνάσωσαί μοι τὸ παιδίον, μὴ καὶ φθάσῃ αὐτὸ καταπιών. Χρύσιππος θάρρει· καὶ ἄλλα γάρ σε διδάξομαι θαυμασιώτερα. Ἀγοράστης τὰ ποῖα; Χρύσιππος τὸν θερίζοντα καὶ τὸν κυριεύοντα καὶ ἐπὶ πᾶσι τὴν Ἠλέκτραν καὶ τὸν ἐγκεκαλυμμένον. Ἀγοράστης τίνα τοῦτον τὸν ἐγκεκαλυμμένον ἢ τίνα τὴν Ἠλέκτραν λέγεις; Χρύσιππος Ἠλέκτραν μὲν ἐκείνην τὴν πάνυ, τὴν Ἀγαμέμνονος, ἣ τὰ αὐτὰ οἶδέ τε ἅμα καὶ οὐκ οἶδε·3 παρεστῶτος γὰρ αὐτῇ τοῦ Ὀρέστου ἔτι ἀγνῶτος οἶδε μὲν Ὀρέστην, ὅτι ἀδελφὸς αὐτῆς, ὅτι δὲ οὗτος Ὀρέστης ἀγνοεῖ. τὸν δʼ αὖ ἐγκεκαλυμμένον καὶ πάνυ θαυμαστὸν ἀκούσῃ λόγον· ἀπόκριναι γάρ μοι, τὸν πατέρα οἶσθα τὸν σεαυτοῦ; Ἀγοράστης ναί. Χρύσιππος τί οὖν; ἤν σοι παραστήσας τινὰ ἐγκεκαλυμμένον ἔρωμαι, τοῦτον οἶσθα; τί φήσεις; Ἀγοράστης δηλαδὴ ἀγνοεῖν.

买主 多么敏捷的机智!那你还自称最懂得什么? 克律西波斯 言辞的绊网,我用它来套住与我谈话的人,堵住他们的嘴,让他们保持沉默,简直就像给他们戴上了口罩;而这种能力的名称,就是那赫赫有名的“三段论”。 买主 凭赫拉克勒斯起誓,你说的是一种无法抵挡且强暴的东西。 克律西波斯 那么你想看:你有孩子吗? 买主 当然有。 克律西波斯 如果这个孩子在河边游荡时碰巧被一只鳄鱼抓走,然后鳄鱼向你承诺,如果你说出它关于是否归还婴儿的真实决定,它就把孩子还给你,你会说它决定了什么? 买主 你问了一个很难回答的问题。因为我很困惑说哪一个才能把孩子要回来。但是凭着宙斯起誓,你来替我回答,救救我的孩子,免得鳄鱼抢先把它吞下去。 克律西波斯 放宽心;因为我还要教你其他更奇妙的事情。 买主 什么样的事情? 克律西波斯 “收割者”、“主宰者”,以及最重要的“厄勒克特拉”和“蒙面人”。 买主 你说的“蒙面人”是谁,或者“厄勒克特拉”又是谁? 克律西波斯 厄勒克特拉就是阿伽门农的那个著名的女儿,她同时既知道又不知道同一件事。因为当奥瑞斯忒斯站在她身边、还未被认出来时,她知道奥瑞斯忒斯,知道那是她的兄弟,但她并不知道眼前这个人就是奥瑞斯忒斯。至于那个“蒙面人”,你将会听到一个非常奇妙的论证。因为,回答我:你认识你自己的父亲吗? 买主 认识。 克律西波斯 那么,如果我把一个蒙着面的人放在你身边,问你:“你认识这个人吗?”你会怎么说? 买主 显然会说不认识。

语法注3 条
  1. 19παρʼ ὅσον δυσσεβέστερος τυγχάνει

    与比较级 δυσσεβέστερος 连用的 παρʼ ὅσον 表示比例或限制(“就……而言”、“正因为……而更……”)。此处强调伊壁鸠鲁主义者比之前的哲学家更加不敬虔。

  2. 21σύμβαμα καὶ παρασύμβαμα

    斯多亚学派逻辑学和语法学中的技术术语,σύμβαμα 指需要主格主语的“完整谓词”,而 παρασύμβαμα指需要斜格的“不完整谓词”。卢奇安在此将其通俗化地解释为物理上的“附带事件”(跛行)和“随伴事件”(受伤),以此讽刺其学术的迂腐和滑稽。

  3. 22ἣ τὰ αὐτὰ οἶδέ τε ἅμα καὶ οὐκ οἶδε

    被称为“厄勒克特拉悖论”(“蒙面人悖论”的变体)的认识论难题。这里展示了对“同一事物”(τὰ αὐτά)在同一认知主体中同时成立“(作为概念)知道”和“(作为眼前具体事物)不知道”的双重认知状态。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(5 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 1 处
  • 2026-09-21 AI校阅 — 注 1 处
  • 2026-09-21 AI校阅 — 译文 3 处
urn:cts:greekLit:tlg0062.tlg024.humanitext-grc2:19-22