← 琉善

下界之旅或僭主

§22-25

拉达曼提斯的审判与对梅加彭特斯的指控

在冥界的黑暗中,哲学家库尼斯科斯和鞋匠米库洛斯来到法官拉达曼提斯面前,通过审查灵魂烙印证实了自己的清白。库尼斯科斯随后要求传唤僭主梅加彭特斯以指控其生前罪行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22

Μίκυλλος ὦ Ἡράκλεις, τοῦ ζόφου. ποῦ νῦν ὁ καλὸς Μέγιλλος; ἢ τῷ1 διαγνῷ τις ἐνταῦθα εἰ καλλίων Φρύνης Σιμίχη; πάντα γὰρ ἴσα καὶ ὁμόχροα καὶ οὐδὲν οὔτε καλὸν οὔτε κάλλιον, ἀλλʼ ἤδη καὶ τὸ τριβώνιον τέως ἄμορφον εἶναί μοι δοκοῦν ἰσότιμον γίγνεται τῇ πορφυρίδι τοῦ βασιλέως· ἀφανῆ γὰρ ἄμφω καὶ ὑπὸ τῷ αὐτῷ σκότῳ καταδεδυκότα. Κυνίσκε, σὺ δὲ ποῦ ποτε ἄρα ὢν τυγχάνεις; Κυνίσκος ἐνταῦθα λέγω σοι, Μίκυλλε· ἀλλʼ ἅμα, εἰ δοκεῖ, βαδίζωμεν. Μίκυλλος εὖ λέγεις· ἔμβαλέ μοι τὴν δεξιάν. εἰπέ μοι, — ἐτελέσθης γάρ, ὦ Κυνίσκε, δῆλον ὅτι τὰ Ἐλευσίνια — οὐχ ὅμοια τοῖς ἐκεῖ τὰ ἐνθάδε σοι δοκεῖ; Κυνίσκος εὖ λέγεις· ἰδοὺ γοῦν προσέρχεται δᾳδουχοῦσά τις φοβερόν τι καὶ ἀπειλητικὸν προσβλέπουσα. ἦ ἄρα που Ἐρινύς ἐστιν; Μίκυλλος ἔοικεν ἀπό γε τοῦ σχήματος.

米库洛斯 “赫拉克勒斯啊,好一阵黑暗!美男子梅吉罗斯现在何处?或者在这里,谁能分辨出西米赫是否比弗里妮更美丽?因为一切都是等同且颜色一致的,没有什么美丽或更美丽之分。甚至连我那先前看起来破烂不堪的粗布外衣,现在也变得与国王的紫袍同等价值了。因为两者都看不见,沉没在同一片黑暗之中。库尼斯科斯,你到底在哪里?” 库尼斯科斯 “我在这儿呢,米库洛斯。不过,如果可以的话,我们一起走吧。” 米库洛斯 “说得对,把右手伸给我。告诉我——因为你显然已经入选了厄琉息斯秘仪,库尼斯科斯——你不觉得这里的情况和那里的很相似吗?” 库尼斯科斯 “说得对。看啊,反正有一个手持松明的人带着可怕和威胁的目光走过来了。难道她真的是复仇女神(厄里倪厄斯)吗?” 米库洛斯 “从装束来看,似乎是的。”

§23

Ἑρμῆς παράλαβε τούτους, ὦ Τισιφόνη, τέτταρας ἐπὶ τοῖς χιλίοις. Τισιφόνη καὶ μὴν πάλαι γε ὁ Ῥαδάμανθυς οὗτος ὑμᾶς περιμένει. Ῥαδάμανθυς πρόσαγε αὐτούς, ὦ Ἐρινύ. σὺ δέ, ὦ Ἑρμῆ, κήρυττε καὶ προσκάλει. Κυνίσκος ὦ Ῥαδάμανθυ, πρὸς τοῦ πατρὸς ἐμὲ πρῶτον ἐπίσκεψαι παραγαγών. Ῥαδάμανθυς τίνος ἕνεκα; Κυνίσκος πάντως βούλομαι κατηγορῆσαι τυράννου τινὸς ἃ συνεπίσταμαι πονηρὰ δράσαντι αὐτῷ παρὰ τὸν βίον. οὐκ ἂν οὖν ἀξιόπιστος εἴην λέγων, μὴ οὐχὶ2 πρότερον αὐτὸς φανεὶς οἷός εἰμι καὶ οἷόν τινα ἐβίωσα τὸν τρόπον. Ῥαδάμανθυς τίς δὲ σύ; Κυνίσκος Κυνίσκος, ὦ ἄριστε, τὴν γνώμην φιλόσοφος. Ῥαδάμανθυς δεῦρʼ ἐλθὲ καὶ πρῶτος εἰς τὴν δίκην κατάστηθι. σὺ δὲ προσκάλει τοὺς κατηγόρους.

赫尔墨斯 “蒂西福涅,收下这千零四人吧。” 蒂西福涅 “其实,拉达曼提斯大人早就已经在这里等候你们了。” 拉达曼提斯 “把他们带上前来,复仇女神。你,赫尔墨斯,去宣告并传唤他们。” 库尼斯科斯 “拉达曼提斯啊,凭着你的父亲起誓,请先带我上前来审问吧。” 拉达曼提斯 “为了什么理由?” 库尼斯科斯 “我无论如何都想控告某个僭主,因为我深知他在生前所犯下的恶行。如果我自己不先表露我是个怎样的人,以及过着怎样的生活,那么我所说的话就不可信了。” 拉达曼提斯 “你又是谁?” 库尼斯科斯 “库尼斯科斯,高尚的判官,志在哲学。” 拉达曼提斯 “到这里来,首先受审。你,去传唤控告者们。”

§24

Ἑρμῆς εἴ τις Κυνίσκου τουτουὶ κατηγορεῖ, δεῦρο προσίτω. Κυνίσκος οὐδεὶς προσέρχεται. Ῥαδάμανθυς ἀλλʼ οὐχ ἱκανὸν τοῦτο, ὦ Κυνίσκε· ἀπόδυθι δέ, ὅπως ἐπισκοπήσω σε ἀπὸ τῶν στιγμάτων. Κυνίσκος ποῦ γὰρ ἐγὼ στιγματίας ἐγενόμην; Ῥαδάμανθυς ὁπόσα ἄν τις ὑμῶν πονηρὰ ἐργάσηται παρὰ τὸν βίον, καθʼ ἕκαστον αὐτῶν ἀφανῆ στίγματα ἐπὶ τῆς ψυχῆς περιφέρει. Κυνίσκος ἰδού σοι γυμνὸς παρέστηκα· ὥστε ἀναζήτει ταῦτα ἅπερ σὺ φὴς τὰ στίγματα. Ῥαδάμανθυς καθαρὸς ὡς ἐπίπαν οὑτοσὶ πλὴν τούτων τριῶν ἢ τεττάρων ἀμαυρῶν πάνυ καὶ ἀσαφῶν στιγμάτων. καίτοι τί τοῦτο; ἴχνη μὲν καὶ σημεῖα πολλὰ τῶν ἐγκαυμάτων, οὐκ οἶδα δὲ ὅπως ἐξαλήλιπται, μᾶλλον δὲ ἐκκέκοπται. πῶς ταῦτα, ὦ Κυνίσκε, ἢ πῶς καθαρὸς ἐξ ὑπαρχῆς3 ἀναπέφηνας; Κυνίσκος ἐγώ σοι φράσω· πάλαι πονηρὸς διʼ ἀπαιδευσίαν γενόμενος καὶ πολλὰ διὰ τοῦτο ἐμπολήσας στίγματα, ἐπειδὴ τάχιστα φιλοσοφεῖν ἠρξάμην κατʼ ὀλίγον ἁπάσας τὰς κηλῖδας ἐκ τῆς ψυχῆς ἀπελουσάμην. Ῥαδάμανθυς ἀγαθῷ γε οὗτος καὶ ἀνυσιμωτάτῳ χρησάμενος τῷ φαρμάκῳ. ἀλλʼ ἄπιθι ἐς τὰς Μακάρων νήσους τοῖς ἀρίστοις συνεσόμενος, κατηγορήσας γε πρότερον οὗ φὴς τυράννου. ἄλλους προσκάλει.

赫尔墨斯 “若有人控告这位库尼斯科斯,请上前一步。” 库尼斯科斯 “没有人上前。” 拉达曼提斯 “但这还不够,库尼斯科斯。脱下衣服,好让我通过烙印来审视你。” 库尼斯科斯 “我怎么会成了一个身上有烙印的人呢?” 拉达曼提斯 “你们中任何人只要在生前作恶,每作恶一次,魂上就会带着看不见的烙印。” 库尼斯科斯 “瞧,我光着身子站在你面前。那就搜寻你所说的那些烙印吧。” 拉达曼提斯 “此人整体上是干净的,除了这三四个非常黯淡和模糊的烙印。然而,这是怎么回事?烙铁烫伤的痕迹和印记虽然很多,却不知道怎么被抹去了,或者说被铲除了。库尼斯科斯,这是怎么回事?或者,你如何能从头开始显得如此干净?” 库尼斯科斯 “我来告诉你。以前我因缺乏教化而变坏,因此染上了许多烙印。但自从我开始研究哲学之后,很快就渐渐把魂里所有的污点都洗净了。” 拉达曼提斯 “此人确实使用了一种极佳且最有效的药物。那么,在先控告了你所说的那个僭主之后,就去往福人岛,与最优秀的人们共处吧。传唤其他人。”

§25

Μίκυλλος καὶ τοὐμόν, ὦ Ῥαδάμανθυ, μικρόν ἐστι καὶ βραχείας τινὸς ἐξετάσεως δεόμενον· πάλαι γοῦν σοι καὶ γυμνός εἰμι, ὥστε ἐπισκόπει. Ῥαδάμανθυς τίς δὲ ὢν τυγχάνεις; Μίκυλλος ὁ σκυτοτόμος Μίκυλλος. Ῥαδάμανθυς εὖ γε, ὦ Μίκυλλε, καθαρὸς ἀκριβῶς καὶ ἀνεπίγραφος· ἄπιθι καὶ σὺ παρὰ Κυνίσκον τουτονί. τὸν τύραννον ἤδη προσκάλει. Ἑρμῆς Μεγαπένθης Λακύδου ἡκέτω. ποῖ στρέφῃ; πρόσιθι. σὲ τὸν τύραννον προσκαλῶ. πρόβαλʼ αὐτόν, ὦ Τισιφόνη, ἐς τὸ μέσον ἐπὶ τράχηλον ὠθοῦσα. Ῥαδάμανθυς σὺ δέ, ὦ Κυνίσκε, κατηγόρει καὶ διέλεγχε ἤδη· πλησίον γὰρ ἁνὴρ οὑτοσί.

米库洛斯 “拉达曼提斯大人,我的情况也很简单,只需要稍微审讯一下。反正我很早就在你面前光着身子了,所以审视我吧。” 拉达曼提斯 “你又碰巧是谁?” 米库洛斯 “鞋匠米库洛斯。” 拉达曼提斯 “极好,米库洛斯,确实干净且毫无印记。你也去到这位库尼斯科斯身边吧。现在传唤僭主。” 赫尔墨斯 “拉库德斯之子梅加彭特斯,过来。你转到哪去?上前来。我传唤你,僭主。蒂西福涅,按着他的脖子,把他推到中间去。” 拉达曼提斯 “你,库尼斯科斯,现在就指控并驳倒他,因为这人就在跟前。”

语法注3 条
  1. 22τῷ

    疑问代词 τίνι(凭什么、如何)的雅典方言收缩形。虽然容易与关系代词的与格 ᾧ 相混淆,但在此处作为表示手段的疑问与格,引导间接疑问句。

  2. 23μὴ οὐχὶ

    用于否定条件分词(φανείς)的双重否定,紧随已经含有否定词的主句(οὐκ ἂν... ἀξιόπιστος εἴην)。此处用以表达否定条件:“除非我自己先显露……(否则我将不被信任)”。

  3. 24καθαρὸς ἐξ ὑπαρχῆς

    意为“从头开始、重新”的副词短语 ἐξ ὑπαρχῆς 修饰形容词 καθαρός(干净的)。这指的是库尼斯科斯通过哲学洗净了灵魂的污点,使自己回到了仿佛初生般洁净无瑕的状态。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0062.tlg016.humanitext-grc2:22-25