← 琉善

下界之旅或僭主

§17-21

米库洛斯登船与富人们的哀叹

米库洛斯嘲笑富人死后的哀叹,强行登上渡船并坐在僭主的肩膀上。穷人库尼斯科斯也免费乘船,当死者们为失去的财富哭泣时,米库洛斯在抵达冥界时避开了卡隆的船费索要。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17

Μίκυλλος οὐ μόνον δὲ τοῦτον, ἀλλὰ καὶ τὸν δανειστὴν Γνίφωνα ἰδὼν στένοντα καὶ μεταγινώσκοντα ὅτι μὴ ἀπέλαυσε τῶν χρημάτων, ἀλλʼ ἄγευστος αὐτῶν ἀπέθανε τῷ ἀσώτῳ Ῥοδοχάρει τὴν οὐσίαν ἀπολιπών, — οὗτος γὰρ ἄγχιστα ἦν αὐτῷ γένους καὶ πρῶτος ἐπὶ τὸν κλῆρον ἐκαλεῖτο κατὰ τὸν νόμον — οὐκ εἶχον ὅπως καταπαύσω τὸν γέλωτα, καὶ μάλιστα μεμνημένος ὡς ὠχρὸς ἀεὶ καὶ αὐχμηρὸς ἦν, φροντίδος τὸ μέτωπον ἀνάπλεως καὶ μόνοις τοῖς δακτύλοις πλουτῶν, οἷς τάλαντα καὶ μυριάδας ἐλογίζετο, κατὰ μικρὸν συλλέγων τὰ μετʼ ὀλίγον ἐκχυθησόμενα πρὸς τοῦ μακαρίου Ῥοδοχάρους. ἀλλὰ τί οὐκ ἀπερχόμεθα ἤδη; καὶ μεταξὺ γὰρ πλέοντες τὰ λοιπὰ γελασόμεθα οἰμώζοντας αὐτοὺς ὁρῶντες. Κλωθώ ἔμβαινε, ἵνα καὶ ἀνιμήσηται ὁ πορθμεὺς τὸ ἀγκύριον.

米库洛斯 “不仅是他,当我看到高利贷者葛尼丰也在叹息悔恨,因为他未能享用自己的钱财,而是一口也没尝到就死去了,把财产留给了挥霍无度的罗多查雷斯——因为根据法律,此人是他的最近亲,被首位召集来继承遗产——我简直无法抑制我的笑声。特别是想到他总是面色苍白、邋里邋遢,额头上布满忧虑,只有在用指尖计算成千上万个塔兰顿时才显得富有,一点一点地积累着,而这些钱财不久后就会被那个幸运的罗多查雷斯挥霍一空。但我们为什么还不出发呢?我们在航行的过程中,看着他们哭泣,正好可以继续嘲笑他们。” 克罗托 “上船吧,这样船夫也好把锚拉起来。”

§18

Χάρων οὗτος, ποῖ φέρῃ; πλῆρες ἤδη τὸ σκάφος· αὐτοῦ περίμενε εἰς αὔριον· ἕωθέν σε διαπορθμεύσομεν. Μίκυλλος ἀδικεῖς, ὦ Χάρων, ἕωλον ἤδη νεκρὸν ἀπολιμπάνων· ἀμέλει γράψομαί σε παρανόμων1 ἐπὶ τοῦ Ῥαδαμάνθυος. οἴμοι τῶν κακῶν· ἤδη πλέουσιν· ἐγὼ δὲ μόνος ἐνταῦθα περιλελείψομαι. καίτοι τί οὐ διανήχομαι κατʼ αὐτούς; οὐ γὰρ δέδια μὴ ἀπαγορεύσας ἀποπνιγῶ ἤδη τεθνεώς· ἄλλως τε οὐδὲ τὸν ὀβολὸν ἔχω τὰ πορθμεῖα καταβαλεῖν. Κλωθώ τί τοῦτο; περίμεινον, ὦ Μίκυλλε· οὐ θέμις οὕτω σε διελθεῖν. Μίκυλλος καὶ μὴν ἴσως ὑμῶν καὶ προκαταχθήσομαι.

卡隆 “喂,你往哪走?船已经满了。你在那里等到明天,明天一早我们再送你过去。” 米库洛斯 “你太不公平了,卡隆,竟然把我这个已经不新鲜的死人留在后面。我一定要在拉达曼提斯面前起诉你违法。唉,真倒霉!他们已经开船了,只有我一个人要被留在这里了。不过,我为什么不跟着他们游过去呢?因为我并不担心会因为精疲力竭而淹死,毕竟我已经死了。况且我连付船费的一个奥博勒斯都没有。” 克罗托 “这是干什么?等等,米库洛斯!这样渡河是不合规矩的。” 米库洛斯 “而且,也许我还会比你们先到岸呢。”

§19

Κλωθώ μηδαμῶς, ἀλλὰ προσελάσαντες ἀναλάβωμεν αὐτόν· καὶ σύ, ὦ Ἑρμῆ, συνανάσπασον. ΧΑΡΩΝ ποῦ νῦν καθεδεῖται; μεστὰ γὰρ πάντα, ὡς ὁρᾷς. Ἑρμῆς ἐπὶ τοὺς ὤμους, εἰ δοκεῖ, τοῦ τυράννου. Κλωθώ καλῶς ὁ Ἑρμῆς ἐνενόησεν. Χάρων ἀνάβαινε οὖν καὶ τὸν τένοντα τοῦ ἀλιτηρίου καταπάτει· ἡμεῖς δὲ εὐπλοῶμεν. Κυνίσκος ὦ Χάρων, καλῶς ἔχει σοι τὰς ἀληθείας ἐντεῦθεν εἰπεῖν. ἐγὼ τὸν ὀβολὸν μὲν οὐκ ἂν ἔχοιμι δοῦναί σοι καταπλεύσας· πλέον γὰρ οὐδέν ἐστι τῆς πήρας ἣν ὁρᾷς καὶ τουτουὶ τοῦ ξύλου· τἆλλα δὲ ἢ ἀντλεῖν, εἰ θέλεις, ἕτοιμος ἢ πρόσκωπος εἶναι· μέμψῃ δὲ οὐδέν, ἢν εὐῆρες καὶ καρτερόν μοι ἐρετμὸν δῷς μόνον. Χάρων Ἔρεττε· καὶ τουτὶ γὰρ ἱκανὸν παρὰ σοῦ λαβεῖν. Κυνίσκος ἦ καὶ ὑποκελεῦσαι δεήσει; Χάρων νὴ Δία, ἤνπερ εἰδῇς κέλευσμά τι τῶν ναυτικῶν. Κυνίσκος οἶδα καὶ πολλά, ὦ Χάρων. ἀλλʼ, ὁρᾷς, ἀντεπηχοῦσιν οὗτοι δακρύοντες· ὥστε ἡμῖν τὸ ᾆσμα ἐπιταραχθήσεται.

克罗托 “千万别,我们划过去把他接上。你也是,赫尔墨斯,一起帮手把他拉上来。” 卡隆 “那他现在坐哪呢?如你所见,到处都坐满了。” 赫尔墨斯 “如果可以的话,就坐在僭主的肩膀上吧。” 克罗托 “赫尔墨斯想了个好主意。” 卡隆 “那就爬上去,踩住那个恶棍的脖子。我们起航吧。” 库尼斯科斯 “卡隆,最好一开始就跟你说实话。我到岸后可没有一个奥博勒斯给你。因为我除了你看到的这个背包和这根手杖,什么也没有。至于其他的,如果你愿意,我随时可以帮忙掏水,或者当个桨手。只要你给我一把顺手且结实的桨,你就不会有任何怨言。” 卡隆 “那就划桨吧。从你这得到这些也就够了。” 库尼斯科斯 “还需要领唱号子吗?” 卡隆 “指着宙斯起誓,只要你会水手的号子。” 库尼斯科斯 “我知道很多,卡隆。但是,你瞧,这些人一边哭一边和着,我们的歌声会被打乱的。”

§20

Νεκροί οἴμοι τῶν κτημάτων. — οἴμοι τῶν ἀγρῶν. — ὀττοτοῖ, τὴν οἰκίαν οἵαν ἀπέλιπον. — ὅσα τάλαντα ὁ κληρονόμος σπαθήσει παραλαβών. — αἰαῖ τῶν νεογνῶν μοι παιδίων. — τίς ἄρα τὰς ἀμπέλους τρυγήσει, ἃς πέρυσιν ἐφυτευσάμην; Ἑρμῆς Μίκυλλε, σὺ δʼ οὐδὲν οἰμώζεις; καὶ μὴν οὐ θέμις ἀδακρυτὶ διαπλεῦσαί τινα. Μίκυλλος ἄπαγε· οὐδέν ἐστιν ἐφʼ ὅτῳ ἂν οἰμώξαιμι εὐπλοῶν. Ἑρμῆς ὅμως κἂν μικρόν τι ἐς τὸ ἔθος ἐπιστέναξον. Μίκυλλος οἰμώξομαι τοίνυν, ἐπειδή, ὦ Ἑρμῆ, σοὶ δοκεῖ. οἴμοι τῶν καττυμάτων· οἴμοι τῶν κρηπίδων τῶν παλαιῶν· ὀττοτοῖ τῶν σαθρῶν ὑποδημάτων. οὐκέτι ὁ κακοδαίμων ἕωθεν εἰς ἑσπέραν ἄσιτος διαμενῶ, οὐδὲ τοῦ χειμῶνος ἀνυπόδητός τε καὶ ἡμίγυμνος περινοστήσω τοὺς ὀδόντας ὑπὸ τοῦ κρύους συγκροτῶν. τίς ἄρα μου τὴν σμίλην ἕξει καὶ τὸ κεντητήριον; Ἑρμῆς ἱκανῶς τεθρήνηται· σχεδὸν δὲ ἤδη καταπεπλεύκαμεν.

死者们 “哀哉我的财产!——哀哉我的田地!——天哪,我留下了怎样的房子!——继承人拿到我留下的财产,会挥霍掉多少塔兰顿啊!——呜呼我的襁褓幼子!——到底谁会去收割我去年种下的葡萄呢?” 赫尔墨斯 “米库洛斯,你怎么不哭呢?不流一滴眼泪就渡河,这可是不合规矩的。” 米库洛斯 “算了吧。航行如此顺利,我没什么好哭的。” 赫尔墨斯 “但为了顺应习俗,好歹稍微叹息几声吧。” 米库洛斯 “既然你这么想,赫尔墨斯,那我就哭诉一下。哀哉我的皮革!哀哉我的旧鞋底!呜呼我的破鞋子!倒霉的我再也不用从早到晚挨饿,也不用在冬天光着脚、半裸着身子闲逛,冻得牙齿咯咯作响了。到底谁会得到我的切皮刀和千枚通呢?” 赫尔墨斯 “哀悼得足够了。我们已经快到岸了。”

§21

Χάρων ἄγε δὴ τὰ πορθμεῖα πρῶτον ἡμῖν ἀπόδοτε· καὶ σὺ δός· παρὰ πάντων ἤδη ἔχω. δὸς καὶ σὺ τὸν ὀβολόν, ὦ Μίκυλλε. Μίκυλλος παίζεις, ὦ Χάρων, ἢ καθʼ ὕδατος, φασίν, γράφεις2 παρὰ Μικύλλου δή τινα ὀβολὸν προσδοκῶν. ἀρχὴν δὲ οὐδὲ οἶδα εἰ τετράγωνόν ἐστιν ὁ ὀβολὸς ἢ στρογγύλον. Χάρων Ὢ καλῆς ναυτιλίας καὶ ἐπικερδοῦς τήμερον. ἀποβαίνετε δʼ ὅμως· ἐγὼ δὲ ἵππους καὶ βοῦς καὶ κύνας καὶ τὰ λοιπὰ ζῷα μέτειμι· διαπλεῦσαι γὰρ ἤδη κἀκεῖνα δεῖ. Κλωθώ ἄπαγε αὐτούς, ὦ Ἑρμῆ, παραλαβών· ἐγὼ δὲ αὐτὴ ἐς τὸ ἀντιπέρας ἀναπλευσοῦμαι Ἰνδοπάτην καὶ Ἡραμίθρην τοὺς Σῆρας διάξουσα· τεθνᾶσι γὰρ δὴ πρὸς ἀλλήλων περὶ γῆς ὅρων μαχόμενοι. Ἑρμῆς Προΐωμεν, ὦ οὗτοι· μᾶλλον δὲ πάντες ἑξῆς ἕπεσθέ μοι.

卡隆 “来吧,先把船费付给我们。你也付。我已经收齐了所有人的。米库洛斯,把你的奥博勒斯也交出来。” 米库洛斯 “你开玩笑吧,卡隆,还是像人们说的在水上写字,竟然指望从米库洛斯这里拿到一个奥博勒斯。我根本连奥博勒斯是方的还是圆的都不知道。” 卡隆 “哦,今天的航行真是既美好又有利可图。不过还是下船吧。我要去接马、牛、狗和其他动物。那些也该渡河了。” 克罗托 “赫尔墨斯,你把他们带走吧。我自己要开回对岸,去接塞里斯人因多帕特斯和赫拉米特雷斯。他们为了争夺土地边界而互相残杀而死。” 赫尔墨斯 “我们走吧,诸位。或者说,大家排好队跟着我。”

语法注2 条
  1. 18γράψομαί σε παρανόμων

    意为“起诉、控告”的中动相动词 γράφομαι 在此处支配双格结构:被起诉的人用宾格(σε),指控的罪名用属格(παρανόμων)。

  2. 21καθʼ ὕδατος γράφεις

    “在水上写字”(καθʼ ὕδατος γράφεις)是希腊语中的俗语,意为“做无用功”或“抱有不切实际的幻想”。这里米库洛斯在嘲讽卡隆,指望从一个一无所有的穷人那里拿到奥博勒斯是徒劳的。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0062.tlg016.humanitext-grc2:17-21