← 琉善

下界之旅或僭主

§26-29

梅加彭特斯的定罪与保留记忆的永刑

库尼斯科斯控告僭主梅加彭特斯的暴行,并传唤后者的床和油灯作为证人指证其夜间的罪恶。在罪名成立后,拉达曼提斯采纳库尼斯科斯的建议,惩罚梅加彭特斯不得饮用忘却之水,使其在坦塔罗斯身旁受罚时永远保留阳世权力和奢华的记忆。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26

Κυνίσκος τὸ μὲν ὅλον οὐδὲ λόγων ἔδει· γνώσῃ γὰρ αὐτὸν αὐτίκα μάλα οἷός ἐστιν ἀπὸ τῶν στιγμάτων. ὅμως δὲ καὐτὸς ἀποκαλύψω σοι τὸν ἄνδρα κἀκ τοῦ λόγου δείξω φανερώτερον. οὑτοσὶ γὰρ ὁ τρισκατάρατος ὁπόσα μὲν ἰδιώτης ὢν ἔπραξε, παραλείψειν μοι δοκῶ· ἐπεὶ δὲ τοὺς θρασυτάτους προσεταιρισάμενος καὶ δορυφόρους συναγαγὼν ἐπαναστὰς τῇ πόλει τύραννος κατέστη, ἀκρίτους μὲν ἀπέκτεινε πλείονας ἢ μυρίους, τὰς δὲ οὐσίας ἑκάστων ἀφαιρούμενος καὶ πλούτου πρὸς τὸ ἀκρότατον ἀφικόμενος οὐδεμίαν μὲν ἀκολασίας ἰδέαν παραλέλοιπεν, ἁπάσῃ δὲ ὠμότητι καὶ ὕβρει κατὰ τῶν ἀθλίων πολιτῶν ἐχρήσατο, παρθένους διαφθείρων καὶ ἐφήβους καταισχύνων καὶ πάντα τρόπον τοῖς ὑπηκόοις ἐμπαροινῶν. καὶ ὑπεροψίας μέν γε καὶ τύφου καὶ τοῦ πρὸς τοὺς ἐντυγχάνοντας φρυάγματος οὐδὲ κατʼ ἀξίαν δύναιο ἂν παρʼ αὐτοῦ λαβεῖν τὴν δίκην· ῥᾷον γοῦν τὸν ἥλιον ἄν τις ἢ τοῦτον ἀσκαρδαμυκτὶ προσέβλεψεν.1 οὐ μὴν ἀλλὰ καὶ τῶν κολάσεων τὸ πρὸς ὠμότητα καινουργὸν αὐτοῦ τίς ἂν διηγήσασθαι δύναιτο, ὅς γε μηδὲ τῶν οἰκειοτάτων ἀπέσχετο; καὶ ταῦτα ὅτι μὴ ἄλλως κενή τίς ἐστι κατʼ αὐτοῦ διαβολή,2 αὐτίκα εἴσῃ προσκαλέσας τοὺς ὑπʼ αὐτοῦ πεφονευμένους· μᾶλλον δὲ ἄκλητοι, ὡς ὁρᾷς, πάρεισι καὶ περιστάντες ἄγχουσιν αὐτόν. οὗτοι πάντες, ὦ Ῥαδάμανθυ, πρὸς τοῦ ἀλιτηρίου τεθνᾶσιν, οἱ μὲν γυναικῶν ἕνεκα εὐμόρφων ἐπιβουλευθέντες, οἱ δὲ υἱέων ἀπαγομένων πρὸς ὕβριν ἀγανακτήσαντες, οἱ δὲ ὅτι ἐπλούτουν, οἱ δὲ ὅτι ἦσαν δεξιοὶ καὶ σώφρονες καὶ οὐδαμοῦ ἠρέσκοντο τοῖς δρωμένοις.

库尼斯科斯 “本来甚至不需要言语。因为从他的烙印中,你马上就会知道他是怎样的人。尽管如此,我也要亲自向你揭露这个男人,通过言语更清楚地表明。因为这个屡遭诅咒的家伙在做平民时所犯下的勾当,我想我可以忽略过去。但当他纠集了最凶悍的人,聚集了卫兵,起兵反抗城邦,建立起僭主统治之后,他未经审判就杀害了一万多人,掠夺了每个人的财产,达到了财富的顶峰,他没有漏掉任何放荡的勾当,对不幸的市民施加了一切残暴和侮慢,蹂躏处女,羞辱青年,以各种方式对臣民肆意虐待。至于他的傲慢、自大以及对接触他的人的狂妄态度,你甚至无法按其应得的程度对他施加惩罚。毕竟,人们不眨眼地直视太阳,也比直视这个男人要容易得多。此外,对于他那连最亲近的亲属都不放过的极其残暴的刑罚创新,谁能叙述得尽呢?而这些事情并非对他凭空的诽谤,你只要召唤那些被他杀害的人就会立刻明白。或者更确切地说,如你所见,他们未被召唤就已经来到了这里,正围着他,掐着他的脖子。拉达曼提斯啊,所有这些人都是死在这恶棍之手。有些人是因为美貌的妻子而遭到陷害,有些人是因为儿子被强行掳去蹂躏而感到愤怒,有些人是因为富有,有些人则是因为聪明、克己,对所发生的一切绝不妥协。”

§27

Ῥαδάμανθυς τί πρὸς ταῦτα φής, ὦ μιαρὲ σύ; Μεγαπένθης τοὺς μὲν φόνους εἴργασμαι οὓς λέγει, τὰ δʼ ἄλλα πάντα, τὰς μοιχείας καὶ τὰς τῶν ἐφήβων ὕβρεις καὶ τὰς διαφθορὰς τῶν παρθένων, ταῦτα πάντα Κυνίσκος μου κατεψεύσατο. Κυνίσκος οὐκοῦν καὶ τούτων, ὦ Ῥαδάμανθυ, παρέξω σοι μάρτυρας. Ῥαδάμανθυς τίνας τούτους λέγεις; Κυνίσκος Προσκάλει μοι, ὦ Ἑρμῆ, τὸν λύχνον αὐτοῦ καὶ τὴν κλίνην· μαρτυρήσουσι γὰρ αὐτοὶ παρελθόντες, οἷα πράττοντι συνηπίσταντο αὐτῷ. Ἑρμῆς ἡ Κλίνη καὶ ὁ Λύχνος ὁ Μεγαπένθους παρέστων. εὖ γε ἐποίησαν ὑπακούσαντες. Ῥαδάμανθυς εἴπατε οὖν ὑμεῖς ἃ σύνιστε Μεγαπένθει τούτῳ· προτέρα δὲ σὺ ἡ Κλίνη λέγε. Κλίνη πάντα ἀληθῆ κατηγόρησε Κυνίσκος. ἐγὼ μέντοι ταῦτα εἰπεῖν, ὦ δέσποτα Ῥαδάμανθυ, αἰσχύνομαι· τοιαῦτα ἦν ἃ ἐπʼ ἐμοῦ διεπράττετο. Ῥαδάμανθυς σαφέστατα μὲν οὖν καταμαρτυρεῖς μηδὲ εἰπεῖν αὐτὰ ὑπομένουσα. καὶ σὺ δὲ ὁ Λύχνος ἤδη μαρτύρει. Λύχνος ἐγὼ τὰ μεθʼ ἡμέραν μὲν οὐκ εἶδον· οὐ γὰρ παρῆν· ἃ δὲ τῶν νυκτῶν ἐποίει καὶ ἔπασχεν,3 ὀκνῶ λέγειν· πλὴν ἀλλὰ ἐθεασάμην γε πολλὰ καὶ ἄρρητα καὶ πᾶσαν ὕβριν ὑπερπεπαικότα. καίτοι πολλάκις ἑκὼν τοὔλαιον οὐκ ἔπινον ἀποσβῆναι θέλων· ὁ δὲ καὶ προσῆγέ με τοῖς δρωμένοις καὶ τὸ φῶς μου πάντα τρόπον κατεμίαινεν.

拉达曼提斯 “对此你有什么话说,你这肮脏的无耻之徒?” 梅加彭特斯 “他所说的杀人勾当确实是我干的。但其他所有事情——通奸、对青年的陵辱以及蹂躏处女——在这些所有事情上库尼斯科斯都在对我撒谎。” 库尼斯科斯 “那么,拉达曼提斯啊,就这些事情,我也将为你提供证人。” 拉达曼提斯 “你说的是什么证人?” 库尼斯科斯 “赫尔墨斯,请为我传唤他的油灯和他的床。因为它们会亲自走上前,证明它们所共知的、他在它们面前所犯下的行径。” 赫尔墨斯 “梅加彭特斯的床和油灯,上前听审。你们顺从地过来,做得很对。” 拉达曼提斯 “那么你们就说出你们所知道的关于这个梅加彭特斯的事。首先是床,你来说。” 床“库尼斯科斯所指控的全部属实。然而,拉达曼提斯老爷,我实在耻于说出这些话。在我上面所干下的那些勾当,就是那样的。” 拉达曼提斯 “你甚至无法忍受说出口,这就已经是最明白无误的证言了。油灯,你现在也来作证。” 油灯 “白天的勾当我没有看见,因为我不在场。但他在夜里的所作所为和承受(经历)的事,我不敢说。不过,我确实亲眼目睹了许多不可言说、超越了一切侮慢的勾当。然而,我常常宁愿不吸油,想让自己熄灭。而他却把我拿到所干勾当的跟前,用尽各种方式玷污我的光芒。”

§28

Ῥαδάμανθυς Ἅλις ἤδη τῶν μαρτύρων. ἀλλὰ καὶ ἀπόδυθι τὴν πορφυρίδα, ἵνα τὸν ἀριθμὸν ἴδωμεν τῶν στιγμάτων. παπαί, ὅλος οὗτος πελιδνὸς καὶ κατάγραφος,4 μᾶλλον δὲ κυάνεός ἐστιν ἀπὸ τῶν στιγμάτων. τίνα ἂν οὖν κολασθείη τρόπον; ἆρʼ ἐς τὸν Πυριφλεγέθοντά ἐστιν ἐμβλητέος ἢ παραδοτέος τῷ Κερβέρῳ; Κυνίσκος μηδαμῶς· ἀλλʼ εἰ θέλεις, ἐγώ σοι καινήν τινα καὶ πρέπουσαν αὐτῷ τιμωρίαν ὑποθήσομαι. Ῥαδάμανθυς λέγε, ὡς ἐγώ σοι μεγίστην ἐπὶ τούτω χάριν εἴσομαι. Κυνίσκος ἔθος ἐστίν, οἶμαι, τοῖς ἀποθνήσκουσι πᾶσι πίνειν τὸ Λήθης ὕδωρ. Ῥαδάμανθυς πάνυ μὲν οὖν. Κυνίσκος οὐκοῦν μόνος οὗτος ἐξ ἁπάντων ἄποτος5 ἔστω.

拉达曼提斯 “证人已经足够了。现在你也脱下你的紫衣,让我们看看烙印的数量。天哪!此人全身铁青,写满了记号,更确切地说,他因为烙印而浑身呈青黑色。那么,应该用什么方式来惩罚他呢?是应该把他扔进火河,还是交托给刻耳柏洛斯?” 库尼斯科斯 “绝不。但如果你愿意,我将为你建议一个适合他的新型惩罚。” 拉达曼提斯 “说吧,为此我将向你表示最大的谢意。” 库尼斯科斯 “我想,所有死者饮用勒忒河(忘却之河)的水,这是一种惯例。” 拉达曼提斯 “确实如此。” 库尼斯科斯 “那么,让他成为所有人中唯一一个不饮此水的人。”

§29

Ῥαδάμανθυς διὰ τί δή; Κυνίσκος χαλεπὴν οὕτως ὑφέξει τὴν δίκην μεμνημένος οἷος ἦν καὶ ὅσον ἠδύνατο ἐν τοῖς ἄνω, καὶ ἀναπεμπαζόμενος τὴν τρυφήν. Ῥαδάμανθυς εὖ λέγεις· καὶ καταδεδικάσθω καὶ παρὰ τὸν Τάνταλον ἀπαχθεὶς οὑτοσὶ δεδέσθω, μεμνημένος ὧν ἔπραξε παρὰ τὸν βίον.

拉达曼提斯 “究竟是为什么?” 库尼斯科斯 “因为他会记住自己曾是怎样的人、在阳世拥有何等庞大的权力,并不断地在心里回想过去的奢侈生活,从而承受如此痛苦的惩罚。” 拉达曼提斯 “说得好。宣判吧,将这家伙押送到坦塔罗斯身旁并绑在那里,让他牢牢记住他一生中所做过的一切。”

语法注5 条
  1. 26ἂν ... προσέβλεψεν

    “ἄν”连用直说过去时(προσέβλεψεν)的句式,表示过去的可能性,或对过去相反事实的虚拟语气结果(“人们本来更容易直视太阳……”)。此处的用法用以强调僭主生前高傲自大、令人难以接近的气焰。

  2. 26ὅτι μὴ ἄλλως κενή τίς ἐστι κατʼ αὐτοῦ διαβολή

    “ὅτι”引导的从句作为主句动词“εἴσῃ”(你将知道)的直接宾语。从句中的“ὅτι μή”带有否定性的限定语气,意为“(你将知道)这些事情绝非对他空洞的诽谤”。

  3. 27ἐποίει καὶ ἔπασχεν

    主动(ἐποίει,“他所做的”)与被动(ἔπασχεν,“他所承受的/经历的”)的对比。这对动词是一种婉转的修辞手法,意在不进行具体露骨描写的情况下,暗示其在夜间性放荡和暴虐行径中扮演的主动和被动双重角色。

  4. 28κατάγραφος

    意为“写满字的”或“布满标记的”形容词。在此作为比喻,形容由于罪恶深重,魂(体)上刻满了罪恶的烙印(stigmata),就像一块写满了字的板子一样。

  5. 28ἄποτος

    形容词“ἄποτος”兼具主动(“不饮水的”)和被动(“不被饮用的”)含义。此处取主动意义,指在所有亡者中,唯独梅加彭特斯一人要保持在“不饮用”忘却之水(勒忒河水)的状态中。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0062.tlg016.humanitext-grc2:26-29