- 底本
- Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.74.1-16.74.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-27
记录了雅典和罗马执政官任期内的事件,包括福基翁击败僭主、卡里亚的政权更迭,随后详细叙述了马其顿国王腓力二世对佩林托斯发起的猛烈围攻以及双方激烈的城防攻坚战。
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Νικομάχου Ῥωμαῖοι κατέστησαν ὑπάτους Γάιον Μάρκιον καὶ Τίτον Μάλλιον Τορκουᾶτον. ἐπὶ δὲ τούτων1 Φωκίων μὲν ὁ Ἀθηναῖος κατεπολέμησε Κλείταρχον τὸν Ἐρετρίας τύραννον καθεσταμένον ὑπὸ Φιλίππου.
在尼科马科斯担任雅典执政官期间,罗马人任命盖乌斯·马尔基乌斯和提图斯·曼利乌斯·托尔夸图斯为执政官。在他们任职期间,雅典人福基翁击败了由腓力所扶植的埃雷特里亚僭主克雷塔尔科斯。
κατὰ δὲ τὴν Καρίαν Πιζώδαρος ὁ νεώτερος τῶν ἀδελφῶν ἐξέβαλεν ἐκ τῆς δυναστείας Ἄδαν καὶ ἐδυνάστευσεν ἔτη πέντε ἕως ἐπὶ τὴν Ἀλεξάνδρου διάβασιν εἰς τὴν Ἀσίαν. Φίλιππος δὲ ἀεὶ μᾶλλον αὐξόμενος ἐπὶ τὴν Πέρινθον ἐστράτευσεν, ἐναντιουμένην μὲν ἑαυτῷ, πρὸς δὲ Ἀθηναίους ἀποκλίνουσαν.2 συστησάμενος δὲ πολιορκίαν καὶ μηχανὰς προσάγων τῇ πόλει καθʼ ἡμέραν ἐκ διαδοχῆς προσέβαλλεν τοῖς τείχεσιν.
在卡里亚,兄弟中较年轻的皮克索达罗斯将阿达逐出统治地位,并统治了五年,直到亚历山大渡海进入亚洲。腓力实力日益增强,向敌对并倾向于雅典人的佩林托斯进军。他展开包围,将攻城器械运至城下,每日轮流攻击城墙。
ὀγδοηκονταπήχεις δὲ πύργους κατασκευάσας, ὑπεραίροντας πολὺ τῶν κατὰ τὴν Πέρινθον πύργων, ἐξ ὑπεροχῆς κατεπόνει τοὺς πολιορκουμένους· ὁμοίως δὲ καὶ διὰ τῶν κριῶν σαλεύων τὰ τείχη καὶ διὰ τῆς μεταλλείας ὑπορύττων ἐπὶ πολὺ μέρος τὸ τεῖχος κατέβαλεν. ἀμυνομένων δὲ τῶν Περινθίων εὐρώστως καὶ ταχὺ τεῖχος ἕτερον ἀντοικοδομησάντων3 ἀγῶνες θαυμαστοὶ καὶ τειχομαχίαι συνίσταντο.
他建造了高达八十肘的塔楼,远远超过佩林托斯的塔楼,从居高临下的优势地位折磨被包围的人;同样地,他用撞墙锤震动城墙,并通过开挖地道从下方挖掘,摧毁了大片城墙。然而,佩林托斯人强力抵抗,并迅速在对侧建造了另一堵墙,展开了惊人的战斗和攻防战。
μεγάλης δὲ φιλοτιμίας ἐξ ἀμφοτέρων συνισταμένης ὁ μὲν βασιλεὺς πολλοὺς ἔχων καὶ παντοδαποὺς ὀξυβελεῖς διὰ τούτων τοὺς ἐπὶ τῶν ἐπάλξεων διαγωνιζομένους διέφθειρεν, οἱ δὲ Περίνθιοι πολλοὺς καθʼ ἡμέραν ἀποβάλλοντες συμμαχίαν καὶ βέλη καὶ καταπέλτας παρὰ τῶν Βυζαντίων προσελάβοντο.
双方都激起了极大的好胜心,国王拥有许多各种各样的发射弩,借此消灭了在城垛上战斗的人,而每日遭受惨重损失的佩林托斯人则从拜占庭人那里得到了援军、箭矢和投石机。
ἐξισωθέντες οὖν πάλιν τοῖς πολεμίοις4 ἀνεθάρρησαν καὶ τετολμηκότως τοὺς ὑπὲρ τῆς πατρίδος κινδύνους ὑπέμενον. οὐ μὴν ὁ βασιλεὺς ἔληγε τῆς φιλοτιμίας, ἀλλὰ διελόμενος τὰς δυνάμεις εἰς πλείω μέρη συνεχῶς ἐκ διαδοχῆς ἐτειχομάχει καὶ καθʼ ἡμέραν καὶ νύκτωρ. τρισμυρίους δʼ ἔχων στρατιώτας καὶ βελῶν καὶ μηχανῶν πολιορκητικῶν πλῆθος, ἔτι δὲ τὰς ἄλλας μηχανὰς ἀνυπερβλήτους κατεπόνει τοὺς πολιορκουμένους.
因此,他们再次与敌人并驾齐驱,重新鼓起勇气,为了祖国英勇地面对危险。然而,国王并未停止他的竞争,而是将他的军队分成几个部分,日夜不停地轮流攻击城墙。他拥有三万名士兵、大量的箭矢和攻城器械,以及其他无与伦比的装备,使被包围的人疲惫不堪。
- 16.74.1ἐπὶ δὲ τούτων
介词 ἐπί 接属格在此表示“在……任期内”。指代前句中提到的罗马执政官盖乌斯·马尔基乌斯和提图斯·曼利乌斯·托尔夸图斯。
- 16.74.2ἐναντιουμένην μὲν ἑαυτῷ, πρὸς δὲ Ἀθηναίους ἀποκλίνουσαν
两者均为单数阴性宾格的现在分词,作定语修饰先行词 τὴν Πέρινθον(佩林托斯)。通过 μὲν... δέ 构成对比关系。反身代词 ἑαυτῷ 指代主句的主语腓力。
- 16.74.3ἀμυνομένων δὲ τῶν Περινθίων εὐρώστως καὶ ταχὺ τεῖχος ἕτερον ἀντοικοδομησάντων
属格独立结构。现在分词 ἀμυνομένων 和不定过去时分词 ἀντοικοδομησάντων 并列,共同修饰逻辑主语 τῶν Περινθίων。现在分词表示持续进行的防守,而过去时分词则表示重建城墙这一一次性完成的动作。
- 16.74.5ἐξισωθέντες οὖν πάλιν τοῖς πολεμίοις
不定过去时被动分词 ἐξισωθέντες 与主句未明示的主语(即佩林托斯人)在性、数、格上一致,表示原因或时间(“因为处于同等地位”)。与格的 τοῖς πολεμίοις 表示与其均衡的对手。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
- 2026-09-21 AI校阅 — 译文 1 处
