- 底本
- Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.73.1-16.73.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-27
提摩莱翁通过掠夺卡太基领地获取了军饷,并通过向其他城市归还自治权扩大了影响力。对此,卡太基人决定任命新将领并进行大规模的军事准备。
ἀπορούμενος1 δὲ χρημάτων εἰς τὰς τῶν ξένων μισθοδοσίας ἐξαπέστειλε στρατιώτας χιλίους μετὰ τῶν ἀξιολογωτάτων ἡγεμόνων εἰς τὴν τῶν Καρχηδονίων ἐπικράτειαν. οὗτοι δὲ πολλὴν χώραν πορθήσαντες καὶ λαφύρων πλῆθος κομίσαντες παρέδωκαν τῷ Τιμολέοντι. ὁ δὲ λαφυροπωλήσας τὴν λείαν καὶ χρημάτων πλῆθος ἀθροίσας ἔδωκε τοῖς μισθοφόροις εἰς πλείω χρόνον τοὺς μισθούς.
由于缺乏支付雇佣兵薪水的资金,提摩莱翁派出一千名士兵,由最著名的将领带领,进入卡太基人统治的领土。这些人掠夺了大量土地,并带回了丰厚的战利品,交给了提摩莱翁。他拍卖了这些战利品,筹集了大量资金,并向雇佣兵支付了较长时期的薪水。
ἐκράτησε δὲ καὶ τῆς Ἐντέλλης καὶ τοὺς τὰ Καρχηδονίων μάλιστα φρονοῦντας2 πεντεκαίδεκα θανατώσας τοῖς ἄλλοις ἀπένειμε τὴν ἐλευθερίαν. τοῦ δὲ Τιμολέοντος αὐξομένου τῇ τε δυνάμει καὶ τῇ κατὰ τὴν στρατηγίαν δόξῃ αἱ μὲν Ἑλληνίδες πόλεις αἱ κατὰ τὴν Σικελίαν ἅπασαι προθύμως ὑπετάγησαν τῷ Τιμολέοντι διὰ τὸ πάσαις τὰς αὐτονομίας ἀποδιδόναι,3 τῶν δὲ Σικελῶν καὶ Σικανῶν καὶ τῶν ἄλλων τῶν ὑπὸ τοὺς Καρχηδονίους τεταγμένων πολλαὶ διεπρεσβεύοντο πόλεις, σπεύδουσαι παραληφθῆναι πρὸς τὴν συμμαχίαν.
他还控制了恩特拉,在处死了十五名最倾向于卡太基人的市民后,将自由归还给其余的人。随着提摩莱翁在力量和将帅声誉上不断增长,西西里的所有希腊人城市都热切地归顺于他,因为他向所有城市归还了自治权;而在西库尔人、西坎人以及其他处于卡太基人统治之下的民族中,有许多城市派出使节,急于被接纳加入同盟。
Καρχηδόνιοι δὲ τοὺς κατὰ τὴν Σικελίαν στρατηγοὺς ὁρῶντες ἀγεννῶς τὸν πόλεμον διοικοῦντας4 ἔκριναν ἑτέρους ἀποστέλλειν μετὰ δυνάμεων μεγάλων. εὐθὺς οὖν τῶν πολιτῶν κατέλεγον τοὺς ἀρίστους εἰς τὴν στρατείαν καὶ τῶν Λιβύων τοὺς εὐθέτους ἐστρατολόγουν, χωρὶς δὲ τούτων προχειρισάμενοι χρημάτων πλῆθος μισθοφόρους ἐξενολόγουν Ἴβηρας καὶ Κελτοὺς καὶ Λίγυας· ἐναυπηγοῦντο δὲ καὶ ναῦς μακρὰς καὶ φορτηγοὺς πολλὰς ἤθροιζον καὶ τὴν ἄλλην παρασκευὴν ἀνυπέρβλητον ἐποιοῦντο.
而卡太基人看到他们在西西里的将领们懦弱地进行着战争,决定派遣其他人带着大军前往。因此,他们立即从公民中征召最优秀的人入伍,并从利比亚人中募集合适的人员;除此之外,他们筹备了大量资金,招募了伊比利亚人、凯尔特人和利古里亚人的雇佣兵。他们还建造了战船,聚集了许多运输船,并将其他军备做到了无与伦比的规模。
- 16.73.1ἀπορούμενος
中动语态现在分词,修饰主句主语(提摩莱翁),表示原因(“因为他缺乏……”)。它支配属格 χρημάτων。
- 16.73.2τοὺς τὰ Καρχηδονίων μάλιστα φρονοῦντας
动词 φρονέω 与中性复数冠词短语 τὰ Καρχηδονίων(卡太基人的事务/利益)结合,表示“拥护卡太基人事业的人”或“亲卡太基派”。
- 16.73.2διὰ τὸ πάσαις τὰς αὐτονομίας ἀποδιδόναι
介词 διὰ 后接冠词性不定式 τὸ ... ἀποδιδόναι。该不定式的逻辑主语并未明示,但从上下文来看是主句属格独立结构中的主语 Τιμολέοντος(即提摩莱翁)。
- 16.73.3ὁρῶντες ... διοικοῦντας
感官动词 ὁράω 的分词(ὁρῶντες)支配宾格名词 τοὺς ... στρατηγοὺς 和分词 διοικοῦντας,构成“看到将领们正在(懦弱地)进行(战争)”的结构。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
