← 西西里的狄奥多罗斯

历史丛书

§16.75.1-16.75.4

波斯与拜占庭救援佩林托斯

佩林托斯包围战因长期化而面临陷落危机,波斯国王命令总督们提供援助,加上拜占庭的援军,双方展开了激烈的肉搏战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.75.1

τῆς δὲ πολιορκίας πολυχρονίου γινομένης καὶ τῶν κατὰ τὴν πόλιν πολλῶν μὲν ἀναιρουμένων, οὐκ ὀλίγων δὲ τραυματιζομένων, τῶν δʼ ἐπιτηδείων ἐκλειπόντων1 προσδόκιμος ἦν ἡ τῆς πόλεως ἅλωσις. οὐ μὴν ἡ τύχη γε περιεῖδε τὴν τῶν κινδυνευόντων σωτηρίαν, ἀλλὰ παράδοξον αὐτοῖς κατεσκεύασε βοήθειαν. τῆς γὰρ τοῦ βασιλέως αὐξήσεως διαβεβοημένης κατὰ τὴν Ἀσίαν ὁ βασιλεὺς2 ὑφορώμενος τὴν τοῦ Φιλίππου δύναμιν ἔγραψε πρὸς τοὺς ἐπὶ θαλάττῃ σατράπας βοηθεῖν Περινθίοις παντὶ σθένει.

由于包围战持久不决,城内许多人阵亡,不少人受伤,且生活必需品逐渐匮乏,城市陷落已在预料之中。然而,命运并未无视身处险境者的拯救,反而为他们准备了意想不到的援助。因为随着国王崛起的传闻在亚洲传开,国王对腓力的力量感到戒备,便写信给沿海的行省总督们,命他们竭尽全力援助佩林托斯人。

§16.75.2

διόπερ οἱ σατράπαι συμφρονήσαντες ἐξέπεμψαν εἰς τὴν Πέρινθον μισθοφόρων πλῆθος καὶ χρήματα δαψιλῆ καὶ σῖτον ἱκανὸν καὶ βέλη καὶ τἄλλα πάντα πρὸς τὴν τοῦ πολέμου χρείαν. ὁμοίως δὲ καὶ Βυζάντιοι τοὺς ἀρίστους τῶν παρʼ ἑαυτοῖς ἡγεμόνων καὶ στρατιωτῶν ἐξαπέστειλαν. ἐφαμίλλων δὲ τῶν δυνάμεων γενομένων καὶ τοῦ πολέμου καινοποιηθέντος πάλιν ἡ πολιορκία φιλοτιμίαν ἐλάμβανεν ἀνυπέρβλητον.

因此,总督们经过协商,向佩林托斯派遣了大量的雇佣兵、丰厚的资金、充足的粮食、箭矢以及其他一切战争所需的物资。同样地,拜占庭人也派出了他们中最优秀的将领和士兵。随着双方力量达到均势,战斗面貌焕然一新,包围战再次呈现出无与伦比的激烈竞争。

§16.75.3

ὁ μὲν γὰρ Φίλιππος τοῖς κριοῖς τύπτων τὰ τείχη συνεχῶς κατέβαλλε καὶ διὰ τῶν ὀξυβελῶν ἀνείργων τοὺς ἐπὶ τῶν ἐπάλξεων ἅμα μὲν διὰ τῶν πεπτωκότων τειχῶν ἀθρόως τοῖς στρατιώταις εἰσέπιπτεν, ἅμα δὲ διὰ τῶν κλιμάκων πρὸς τὰ γεγυμνωμένα τῶν τειχῶν προσέβαινε· διὸ καὶ τῆς μάχης ἐκ χειρὸς οὔσης3 οἱ μὲν ἀπέθνησκον, οἱ δὲ τραύμασι πολλοῖς περιέπιπτον. τὰ δὲ τῆς νίκης ἔπαθλα προεκαλεῖτο τὰς τῶν ἀγωνιζομένων ἀνδραγαθίας·

腓力用撞墙锤不断撞击城墙使其倒塌,并用发射弩击退城垛上的防守者,他一方面率领士兵成群结队地从倒塌的城墙处突入,另一方面通过梯子爬上那些失去防卫的城墙;因此,由于战斗演变为肉搏战,有的人阵亡,有的人身负重伤。而胜利的奖赏则激发了战斗者们的英勇。

§16.75.4

οἱ μὲν γὰρ Μακεδόνες ἐλπίζοντες εὐδαίμονα πόλιν διαρπάσειν καὶ δωρεαῖς ὑπὸ τοῦ Φιλίππου τιμηθήσεσθαι διὰ τὴν τοῦ λυσιτελοῦς ἐλπίδα τοῖς δεινοῖς ἐνεκαρτέρουν, οἱ δὲ πολιορκούμενοι τὰ τῆς ἁλώσεως δεινὰ πρὸ ὀφθαλμῶν ἔχοντες ὑπέμενον εὐψύχως τὸν ὑπὲρ τῆς σωτηρίας κίνδυνον.

马其顿人期望能掠夺这座富庶的城市,并获得腓力的赏赐,因对利益的期盼而忍受着重重危险;而受包围的人则将城市陷落后的惨状置于眼前,为了生存的希望而英勇地承受着危险。

语法注3 条
  1. 16.75.1τῆς δὲ πολιορκίας πολυχρονίου γινομένης ... τῶν δʼ ἐπιτηδείων ἐκλειπόντων

    多个属格绝对句并列,构成了主句 προσδόκιμος ἦν ἡ τῆς πόλεως ἅλωσις(城市陷落已在预料之中)的原因和背景。

  2. 16.75.1τοῦ βασιλέως ... ὁ βασιλεὺς

    同一句子中出现的两个“国王”指向不同的历史人物。第一个(τοῦ βασιλέως)指马其顿的腓力二世,第二个(ὁ βασιλεὺς)指波斯国王(阿塔薛西斯三世)。

  3. 16.75.3τῆς μάχης ἐκ χειρὸς οὔσης

    短语 ἐκ χειρός 是个成语,字面意思是“手对手”,引申为“肉搏战”或“近距离战斗”。此处与分词 οὔσης 连用,构成表示原因的属格绝对结构:“由于战斗演变为肉搏战”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.75.1-16.75.4