- 底本
- Platonis Opera Tomus IV: Tetralogia VIII. Burnet, John, editor. Oxford: Clarendon Press, 1905.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:1.333-1.334
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-29
苏格拉底推导得出结论,即正义在和平时期仅在事物“不用时”方显有用,并通过“擅长保管者亦擅长偷窃”的类比,揭示出正义者将沦为小偷的荒谬结论。接着,他指出人们常在善恶评判上犯错,导致原有的正义定义在实际中会演变为“伤害好人、帮助坏人”的悖论。
χρήσιμον. καὶ γὰρ γεωργία· ἢ οὔ; ναί. πρός γε καρποῦ κτῆσιν; ναί. καὶ μὴν καὶ σκυτοτομική; ναί. πρός γε ὑποδημάτων ἂν οἶμαι φαίης κτῆσιν; πάνυ γε. τί δὲ δή; τὴν δικαιοσύνην πρὸς τίνος χρείαν ἢ κτῆσιν ἐν εἰρήνῃ φαίης ἂν χρήσιμον εἶναι; πρὸς τὰ συμβόλαια, ὦ Σώκρατες. συμβόλαια δὲ λέγεις κοινωνήματα ἤ τι ἄλλο; κοινωνήματα δῆτα. ἆρʼ οὖν ὁ δίκαιος ἀγαθὸς καὶ χρήσιμος κοινωνὸς εἰς πεττῶν θέσιν, ἢ ὁ πεττευτικός; ὁ πεττευτικός. ἀλλʼ εἰς πλίνθων καὶ λίθων θέσιν ὁ δίκαιος χρησιμώτερός τε καὶ ἀμείνων κοινωνὸς τοῦ οἰκοδομικοῦ; οὐδαμῶς. ἀλλʼ εἰς τίνα δὴ κοινωνίαν ὁ δίκαιος ἀμείνων κοινωνὸς τοῦ οἰκοδομικοῦ τε καὶ κιθαριστικοῦ, ὥσπερ ὁ κιθαριστικὸς τοῦ δικαίου εἰς κρουμάτων; εἰς ἀργυρίου, ἔμοιγε δοκεῖ. πλήν γʼ ἴσως, ὦ Πολέμαρχε, πρὸς τὸ χρῆσθαι ἀργυρίῳ,1 ὅταν δέῃ ἀργυρίου κοινῇ πρίασθαι ἢ ἀποδόσθαι ἵππον· τότε δέ, ὡς ἐγὼ οἶμαι, ὁ ἱππικός. ἦ γάρ; φαίνεται. καὶ μὴν ὅταν γε πλοῖον, ὁ ναυπηγὸς ἢ ὁ κυβερνήτης; ἔοικεν. ὅταν οὖν τί δέῃ ἀργυρίῳ ἢ χρυσίῳ κοινῇ χρῆσθαι, ὁ δίκαιος χρησιμώτερος τῶν ἄλλων; ὅταν παρακαταθέσθαι καὶ σῶν εἶναι, ὦ Σώκρατες. οὐκοῦν λέγεις ὅταν μηδὲν δέῃ αὐτῷ χρῆσθαι ἀλλὰ κεῖσθαι; πάνυ γε. ὅταν ἄρα ἄχρηστον ᾖ ἀργύριον, τότε χρήσιμος ἐπʼ αὐτῷ ἡ δικαιοσύνη; κινδυνεύει. καὶ ὅταν δὴ δρέπανον δέῃ φυλάττειν, ἡ δικαιοσύνη χρήσιμος καὶ κοινῇ καὶ ἰδίᾳ· ὅταν δὲ χρῆσθαι, ἡ ἀμπελουργική; φαίνεται. φήσεις δὲ καὶ ἀσπίδα καὶ λύραν ὅταν δέῃ φυλάττειν καὶ μηδὲν χρῆσθαι, χρήσιμον εἶναι τὴν δικαιοσύνην, ὅταν δὲ χρῆσθαι, τὴν ὁπλιτικὴν καὶ τὴν μουσικήν; ἀνάγκη. καὶ περὶ τἆλλα δὴ πάντα ἡ δικαιοσύνη ἑκάστου ἐν μὲν χρήσει ἄχρηστος, ἐν δὲ ἀχρηστίᾳ χρήσιμος; κινδυνεύει. οὐκ ἂν οὖν, ὦ φίλε, πάνυ γέ τι σπουδαῖον εἴη ἡ δικαιοσύνη, εἰ πρὸς τὰ ἄχρηστα χρήσιμον ὂν τυγχάνει. τόδε δὲ σκεψώμεθα. ἆρʼ οὐχ ὁ πατάξαι δεινότατος ἐν μάχῃ εἴτε πυκτικῇ εἴτε τινὶ καὶ ἄλλῃ, οὗτος καὶ φυλάξασθαι; πάνυ γε. ἆρʼ οὖν καὶ νόσον ὅστις δεινὸς φυλάξασθαι, καὶ λαθεῖν οὗτος δεινότατος ἐμποιήσας; ἔμοιγε δοκεῖ.
“有用。”“因为农业也是如此,不是吗?”“是的。”“是为了获得农作物吗?”“是的。”“还有制鞋业也是吗?”“是的。”“我想你会说是为了获得鞋子吧?”“当然。”“那么,正义在和平时期是为了什么的使用或获得,你才会说它是有用的?”“为了契约,苏格拉底。”“你说的契约是指合伙关系,还是别的什么?”“当然是合伙关系。” “那么,在棋盘上放棋子时,正义的人是更好、更有用的合伙人,还是棋手?”“棋手。”“但是在砌砖叠石时,正义的人是比建筑工更好、更有用的合伙人吗?”“决不是。”“那么,在什么样的合伙关系中,正义的人是比建筑工或琴手更好的合伙人,就像琴手在弹拨弦乐时比正义的人更好一样?”“在金钱事务上,在我看来。”“但是,波勒马科斯,也许在使用金钱时除外,比如当需要共同出资买卖马匹时;因为那时,我认为,骑术家更好。不是吗?”“看来是这样。”“而当需要共同出资建造或使用船只时,造船匠或舵手更好?”“似乎如此。”“那么,当需要共同使用金银时,正义的人在什么时候比其他人更有用呢?”“在需要把它们寄托存放并安全保管的时候,苏格拉底。”“你是指,当根本不需要使用它,而只需让它搁置的时候吗?”“当然。”“那么,是在金钱无用的时候,正义对它才是有用的吗?”“看来是这样。”“而且当需要保管镰刀时,正义在公共和私人场合都是有用的;而当需要使用它时,则是葡萄栽培术更有用?”“看来是这样。”“你也会说,当需要保管盾牌和竖琴而不去使用它们时,正义是有用的,而当需要使用它们时,重装步兵术和音乐是有用的?”“势必如此。”“因此,关于其他一切事物,正义在它们被使用时是无用的,而在不用时是有用的吗?”“看来是这样。” “那么,我的朋友,如果正义恰恰对无用的事物有用,那它可不是什么非常了不起的东西。但让我们来思考一下这个问题:一个在战斗中不论是拳击还是其他战斗最擅长打击的人,不也是最擅长防守的人吗?”“当然。”“那么,一个善于防备疾病的人,不也最擅长在不被发现的情况下使人得病吗?”“在我看来是这样。”
ἀλλὰ μὴν στρατοπέδου γε ὁ αὐτὸς φύλαξ ἀγαθός, ὅσπερ καὶ τὰ τῶν πολεμίων κλέψαι καὶ βουλεύματα καὶ τὰς ἄλλας πράξεις; πάνυ γε. ὅτου τις ἄρα δεινὸς φύλαξ, τούτου καὶ φὼρ δεινός.2 ἔοικεν. εἰ ἄρα ὁ δίκαιος ἀργύριον δεινὸς φυλάττειν, καὶ κλέπτειν δεινός. ὡς γοῦν ὁ λόγος, ἔφη, σημαίνει. κλέπτης ἄρα τις ὁ δίκαιος, ὡς ἔοικεν, ἀναπέφανται, καὶ κινδυνεύεις παρʼ Ὁμήρου μεμαθηκέναι αὐτό· καὶ γὰρ ἐκεῖνος τὸν τοῦ Ὀδυσσέως πρὸς μητρὸς πάππον Αὐτόλυκον ἀγαπᾷ τε καί φησιν αὐτὸν πάντας "ἀνθρώπους κεκάσθαι κλεπτοσύνῃ θʼ ὅρκῳ τε". ἔοικεν οὖν ἡ δικαιοσύνη καὶ κατὰ σὲ καὶ καθʼ Ὅμηρον καὶ κατὰ Σιμωνίδην κλεπτική τις εἶναι, ἐπʼ ὠφελίᾳ μέντοι τῶν φίλων καὶ ἐπὶ βλάβῃ τῶν ἐχθρῶν. οὐχ οὕτως ἔλεγες; οὐ μὰ τὸν Δίʼ, ἔφη, ἀλλʼ οὐκέτι οἶδα ἔγωγε ὅτι ἔλεγον· τοῦτο μέντοι ἔμοιγε δοκεῖ ἔτι, ὠφελεῖν μὲν τοὺς φίλους ἡ δικαιοσύνη, βλάπτειν δὲ τοὺς ἐχθρούς. φίλους δὲ λέγεις εἶναι πότερον τοὺς δοκοῦντας ἑκάστῳ χρηστοὺς εἶναι, ἢ τοὺς ὄντας, κἂν μὴ δοκῶσι, καὶ ἐχθροὺς ὡσαύτως; εἰκὸς μέν, ἔφη, οὓς ἄν τις ἡγῆται χρηστοὺς φιλεῖν, οὓς δʼ ἂν πονηροὺς μισεῖν. ἆρʼ οὖν οὐχ ἁμαρτάνουσιν οἱ ἄνθρωποι περὶ τοῦτο, ὥστε δοκεῖν αὐτοῖς πολλοὺς μὲν χρηστοὺς εἶναι μὴ ὄντας, πολλοὺς δὲ τοὐναντίον; ἁμαρτάνουσιν. τούτοις ἄρα οἱ μὲν ἀγαθοὶ ἐχθροί, οἱ δὲ κακοὶ φίλοι; πάνυ γε. ἀλλʼ ὅμως δίκαιον τότε τούτοις τοὺς μὲν πονηροὺς ὠφελεῖν, τοὺς δὲ ἀγαθοὺς βλάπτειν; φαίνεται. ἀλλὰ μὴν οἵ γε ἀγαθοὶ δίκαιοί τε καὶ οἷοι μὴ ἀδικεῖν; ἀληθῆ. κατὰ δὴ τὸν σὸν λόγον τοὺς μηδὲν ἀδικοῦντας δίκαιον κακῶς ποιεῖν.3 μηδαμῶς, ἔφη, ὦ Σώκρατες· πονηρὸς γὰρ ἔοικεν εἶναι ὁ λόγος. τοὺς ἀδίκους ἄρα, ἦν δʼ ἐγώ, δίκαιον βλάπτειν, τοὺς δὲ δικαίους ὠφελεῖν; οὗτος ἐκείνου καλλίων φαίνεται. πολλοῖς ἄρα, ὦ Πολέμαρχε, συμβήσεται, ὅσοι διημαρτήκασιν τῶν ἀνθρώπων, δίκαιον εἶναι τοὺς μὲν φίλους βλάπτειν—πονηροὶ γὰρ αὐτοῖς εἰσιν—τοὺς δʼ ἐχθροὺς ὠφελεῖν —ἀγαθοὶ γάρ· καὶ οὕτως ἐροῦμεν αὐτὸ τοὐναντίον ἢ τὸν Σιμωνίδην ἔφαμεν λέγειν. καὶ μάλα, ἔφη, οὕτω συμβαίνει. ἀλλὰ μεταθώμεθα· κινδυνεύομεν γὰρ οὐκ ὀρθῶς τὸν φίλον καὶ ἐχθρὸν θέσθαι. πῶς θέμενοι, ὦ Πολέμαρχε; τὸν δοκοῦντα χρηστόν, τοῦτον φίλον εἶναι. νῦν δὲ πῶς, ἦν δʼ ἐγώ, μεταθώμεθα;
“不仅如此,一个能够守护好军营的人,不也是最擅长盗取敌人的计划和其他行动的人吗?”“当然。”“那么,一个人擅长守护什么,他就同样擅长偷窃什么。”“似乎如此。”“那么,如果正义的人善于保管金钱,他也善于偷窃金钱。”“至少论证是这个意思,”他说。“那么,正义的人看来已经被揭示为一种小偷,而你似乎是从荷马那里学到这一点的。因为荷马喜爱奥德修斯的外祖父奥托吕科斯,并且说他 “在偷窃和发誓方面超越了所有人。” 因此,根据你、荷马和西摩尼得斯的观点,正义似乎是一种偷窃的艺术,不过是为了朋友的利益和为了伤害敌人。你刚才不是这样说的吗?”“凭宙斯起誓,决不是!”他说,“不过我已经不知道我刚才在说什么了。然而,有一点在我看来依然如此:正义就是帮助朋友、伤害敌人。” “你说的朋友,是指每个各自显得善良的人,还是实际上善良的人(即便他们显得不善良),对于敌人也是同样吗?”“人很自然会爱自己认为善良的人,而恨自己认为邪恶的人,”他说。“那么,人们在这件事上不会犯错吗?以至于在他们看来许多不善良的人显得善良,而相反的情况也很多?”“他们会犯错。”“那么对这些人来说,好人成了敌人,而坏人成了朋友?”“当然。”“但是,对他们来说,在这时帮助邪恶的人、伤害好人难道是正义的吗?”“看来是这样。”“然而,好人是正义的,是不会行不义的人,对吗?”“是的。”“那么根据你的论证,伤害毫无不义的人反而是正义的了。”“苏格拉底,千万不要这样说,”他说,“因为这个论证看来是很糟糕的。”“那么,”我说,“伤害不正义的人、帮助正义的人才是正义的?”“这个看法显然比前一个更体面。”“那么,波勒马科斯,对于许多犯了错的人来说,结果将会是:伤害朋友是正义的——因为朋友对他们来说是坏人;而帮助敌人是正义的——因为敌人是好人。这样一来,我们的说法就与我们刚才所说西摩尼得斯的意思完全相反了。”“非常赞同,”他说,“结果确实会是这样。但是让我们修正定义吧,因为我们可能没有正确地规定‘朋友’和‘敌人’。”“怎么规定呢,波勒马科斯?”“把显得善良的人规定为朋友。”“那么现在,”我说,“我们该如何修正呢?”
- 333bπρὸς τὸ χρῆσθαι ἀργυρίῳ
介词 πρὸς 后面接中性单数宾格的冠词不定式 τὸ χρῆσθαι,起动名词作用,意为“关于使用……”。其中 ἀργυρίῳ 是与格,由动词 χράομαι 支配。
- 334aὅτου τις ἄρα δεινὸς φύλαξ, τούτου καὶ φὼρ δεινός.
由属格关系代词 ὅτου(ὅστις 的属格形式)引导的关系从句与主句中的指示代词 τούτου 相呼应。这两个属格分别是由名词 φύλαξ(守护者)和 φώρ(小偷)在语义上所要求的宾格性属格(支配属格)。
- 334dτοὺς μηδὲν ἀδικοῦντας δίκαιον κακῶς ποιεῖν.
不定式短语 κακῶς ποιεῖν(做坏事/伤害)作为无人称形容词句 δίκαιον [ἐστί](是正义的)的主语。分词短语 τοὺς μηδὲν ἀδικοῦντας(毫无不义之人)是该不定式 ποιεῖν 的宾格(对格)宾语。
翻译:Gemini 3.5 Flash(2026-05-23 发布)・修订记录(3 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 3 处
