← 柏拉图

理想国

§1.332

正义即善待朋友伤害敌人的定义及其检验

苏格拉底和波勒马科斯探讨了西摩尼得斯关于“正义即归还所欠之物”的定义,并将其解释为“对朋友做好事、对敌人做坏事”,随后通过与具体技术的类比,探讨正义在和平时期的有用性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.332

ἀλλὰ μέντοι, ἦν δʼ ἐγώ, Σιμωνίδῃ γε οὐ ῥᾴδιον ἀπιστεῖν—σοφὸς γὰρ καὶ θεῖος ἀνήρ—τοῦτο μέντοι ὅτι ποτὲ λέγει, σὺ μέν, ὦ Πολέμαρχε, ἴσως γιγνώσκεις,1 ἐγὼ δὲ ἀγνοῶ· δῆλον γὰρ ὅτι οὐ τοῦτο λέγει, ὅπερ ἄρτι ἐλέγομεν, τό τινος παρακαταθεμένου τι ὁτῳοῦν μὴ σωφρόνως ἀπαιτοῦντι ἀποδιδόναι.2 καίτοι γε ὀφειλόμενόν πού ἐστιν τοῦτο ὃ παρακατέθετο· ἦ γάρ; ναί. ἀποδοτέον δέ γε οὐδʼ ὁπωστιοῦν τότε ὁπότε τις μὴ σωφρόνως ἀπαιτοῖ; ἀληθῆ, ἦ δʼ ὅς. ἄλλο δή τι ἢ τὸ τοιοῦτον, ὡς ἔοικεν, λέγει Σιμωνίδης τὸ τὰ ὀφειλόμενα δίκαιον εἶναι ἀποδιδόναι. ἄλλο μέντοι νὴ Δίʼ, ἔφη· τοῖς γὰρ φίλοις οἴεται ὀφείλειν τοὺς φίλους ἀγαθὸν μέν τι δρᾶν, κακὸν δὲ μηδέν.3 μανθάνω, ἦν δʼ ἐγώ—ὅτι οὐ τὰ ὀφειλόμενα ἀποδίδωσιν ὃς ἄν τῳ χρυσίον ἀποδῷ παρακαταθεμένῳ, ἐάνπερ ἡ ἀπόδοσις καὶ ἡ λῆψις βλαβερὰ γίγνηται, φίλοι δὲ ὦσιν ὅ τε ἀπολαμβάνων καὶ ὁ ἀποδιδούς—οὐχ οὕτω λέγειν φῂς τὸν Σιμωνίδην; πάνυ μὲν οὖν. τί δέ; τοῖς ἐχθροῖς ἀποδοτέον ὅτι ἂν τύχῃ ὀφειλόμενον; παντάπασι μὲν οὖν, ἔφη, ὅ γε ὀφείλεται αὐτοῖς, ὀφείλεται δέ γε οἶμαι παρά γε τοῦ ἐχθροῦ τῷ ἐχθρῷ ὅπερ καὶ προσήκει, κακόν τι. ἠινίξατο ἄρα, ἦν δʼ ἐγώ, ὡς ἔοικεν, ὁ Σιμωνίδης ποιητικῶς τὸ δίκαιον ὃ εἴη. διενοεῖτο μὲν γάρ, ὡς φαίνεται, ὅτι τοῦτʼ εἴη δίκαιον, τὸ προσῆκον ἑκάστῳ ἀποδιδόναι, τοῦτο δὲ ὠνόμασεν ὀφειλόμενον. ἀλλὰ τί οἴει; ἔφη. ὦ πρὸς Διός, ἦν δʼ ἐγώ, εἰ οὖν τις αὐτὸν ἤρετο· ὦ Σιμωνίδη, ἡ τίσιν οὖν τί ἀποδιδοῦσα ὀφειλόμενον καὶ προσῆκον τέχνη ἰατρικὴ καλεῖται;4 τί ἂν οἴει ἡμῖν αὐτὸν ἀποκρίνασθαι; δῆλον ὅτι, ἔφη, ἡ σώμασιν φάρμακά τε καὶ σιτία καὶ ποτά. ἡ δὲ τίσιν τί ἀποδιδοῦσα ὀφειλόμενον καὶ προσῆκον τέχνη μαγειρικὴ καλεῖται; ἡ τοῖς ὄψοις τὰ ἡδύσματα. εἶεν· ἡ οὖν δὴ τίσιν τί ἀποδιδοῦσα τέχνη δικαιοσύνη ἂν καλοῖτο; εἰ μέν τι, ἔφη, δεῖ ἀκολουθεῖν, ὦ Σώκρατες, τοῖς ἔμπροσθεν εἰρημένοις, ἡ τοῖς φίλοις τε καὶ ἐχθροῖς ὠφελίας τε καὶ βλάβας ἀποδιδοῦσα. τὸ τοὺς φίλους ἄρα εὖ ποιεῖν καὶ τοὺς ἐχθροὺς κακῶς δικαιοσύνην λέγει; δοκεῖ μοι. τίς οὖν δυνατώτατος κάμνοντας φίλους εὖ ποιεῖν καὶ ἐχθροὺς κακῶς πρὸς νόσον καὶ ὑγίειαν; ἰατρός. τίς δὲ πλέοντας πρὸς τὸν τῆς θαλάττης κίνδυνον; κυβερνήτης. τί δὲ ὁ δίκαιος; ἐν τίνι πράξει καὶ πρὸς τί ἔργον δυνατώτατος φίλους ὠφελεῖν καὶ ἐχθροὺς βλάπτειν; ἐν τῷ προσπολεμεῖν καὶ ἐν τῷ συμμαχεῖν, ἔμοιγε δοκεῖ. εἶεν· μὴ κάμνουσί γε μήν, ὦ φίλε Πολέμαρχε, ἰατρὸς ἄχρηστος. ἀληθῆ. καὶ μὴ πλέουσι δὴ κυβερνήτης. ναί. ἆρα καὶ τοῖς μὴ πολεμοῦσιν ὁ δίκαιος ἄχρηστος; οὐ πάνυ μοι δοκεῖ τοῦτο. χρήσιμον ἄρα καὶ ἐν εἰρήνῃ δικαιοσύνη;

“但是,”我说,“不相信西摩尼得斯是不容易的——因为他是一个聪明而神圣的人——然而,他这话到底是什么意思,波勒马科斯,你也许知道,但我却不知道。因为很明显,他指的不是我们刚才所说的,即当有人神志不清地索要时,把别人寄托的东西归还给他。然而,他所寄托的东西在某种程度上难道不是欠他的吗?不是吗?”“是的。”“但在有人神志不清地索要时,是无论如何也不应该归还的,对吗?”“确实如此,”他说。“那么,看来西摩尼得斯在说‘归还欠款是正义的’时,指的是与这类事情不同的其他意思。”“凭宙斯起誓,确实是别的意思,”他说,“因为他认为,朋友对朋友应该做些好事,而不该做任何坏事。”“我明白了,”我说,“也就是说,当有人把黄金归还给寄托者时,如果这种归还和接受变得有害,而且接受者和归还者又是朋友,那么他就没有归还‘欠款’——你是不是说西摩尼得斯是这个意思?”“完全如此。”“那么,对于敌人,如果碰巧有欠他们的东西,也必须归还吗?”“那是当然,”他说,“必须归还欠他们的东西。而我认为,敌人欠敌人的、并且适合于敌人的,恰恰是某种恶。”“那么,看来,”我说,“西摩尼得斯是用诗人的手法,对正义是什么进行了隐喻。因为看来他是这样想的:归还适合于每个人的东西就是正义,但他把这称作‘欠款’。”“那你以为如何呢?”他说。“凭宙斯起誓,”我说,“如果有人问他:‘西摩尼得斯啊,把什么东西归还给谁作为欠款和合适之物,这种技术才被称为医术呢?’你认为他会怎么回答我们?”“显然,”他说,“是给身体归还药物、食物和饮料的技术。”“那么,把什么东西归还给谁作为欠款和合适之物,这种技术被称为烹饪术呢?” “给菜肴归还调味品的技术。”“好。那么,把什么归还给谁的技术会被称为正义呢?”“苏格拉底,”他说,“如果一定要遵循前面所说的话,那就是把利益和伤害分别归还给朋友和敌人的技术。”“那么,他是说对朋友做好事、对敌人做坏事就是正义吗?”“在我看来是这样。”“那么,在面对疾病和健康时,谁最能对生病的朋友做好事、对敌人做坏事呢?”“医生。” “那么,在面对海洋的危险时,对航海的人来说,谁最能做到这一点呢?”“舵手。”“那么,正义的人呢?在什么行动中,针对什么工作,最能帮助朋友、伤害敌人呢?”“在我看来,是在共同作战和结盟时。”“好。但是,对于不生病的人,亲爱的波勒马科斯,医生是没有用的。”“对。”“对于不航海的人,舵手也是没有用的。”“是的。”“那么,对于不打仗的人,正义的人也是没有用的吗?”“我不这么认为。”“那么,正义在和平时期也是有用的吗?”

语法注4 条
  1. 332τοῦτο μέντοι ὅτι ποτὲ λέγει, σὺ μέν, ὦ Πολέμαρχε, ἴσως γιγνώσκεις

    连接词 ὅτι 引导一个间接疑问名词从句(“他到底是什么意思”),伴随直陈式现在时 λέγει 表示“他到底在说什么”。

  2. 332τό τινος παρακαταθεμένου τι ὁτῳοῦν μὴ σωφρόνως ἀπαιτοῦντι ἀποδιδόναι

    冠词 τό 修饰不定式 ἀποδιδόναι,形成名词短语“归还”。ὁτῳοῦν μὴ σωφρόνως ἀπαιτοῦντι 是与格短语,作为 ἀποδιδόναι 的间接宾语(“归还给任何在神志不清时索要的人”),而 τινος παρακαταθεμένου(“当某人寄托了某物时”)则用作属格独立结构。

  3. 332aτοῖς γὰρ φίλοις οἴεται ὀφείλειν τοὺς φίλους ἀγαθὸν μέν τι δρᾶν, κακὸν δὲ μηδέν

    依附于主句动词 οἴεται(以西摩尼得斯为主语)的宾格加不定式(A.c.I.)结构。宾格的 τοὺς φίλους 作为不定式 ὀφείλειν 的主语(“朋友们欠”),而与格的 τοῖς φίλοις(“对朋友”)则修饰 ὀφείλειν(或 δρᾶν)。δρᾶν 的宾语是宾格的 ἀγαθόν τι 和 κακὸν μηδέν。

  4. 332cἡ τίσιν οὖν τί ἀποδιδοῦσα ὀφειλόμενον καὶ προσῆκον τέχνη ἰατρικὴ καλεῖται;

    这是希腊语特有的双重疑问句结构,在同一个句子中叠加了两个疑问词(与格复数 τίσιν 和宾格单数 τί)。它的意思是“把什么归还给谁的技术被称为……”,将两个变量的关系一并提问,而无需拆分为两个独立的疑问句。

翻译:Gemini 3.5 Flash(2026-05-23 发布)・修订记录(2 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 2 处
urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:1.332