← 柏拉图

理想国

§1.335

正义绝不伤害任何人与定义的驳斥

苏格拉底与波勒马科斯将“朋友”的定义修正为“不仅显为善良而且实际上确实善良的人”。随后苏格拉底论证道,伤害任何人(即使是敌人)都不是正义或德性的作用,而是其对立面的作用,从而彻底反驳了传统的定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.335

τὸν δοκοῦντά τε, ἦ δʼ ὅς, καὶ τὸν ὄντα χρηστὸν φίλον· τὸν δὲ δοκοῦντα μέν, ὄντα δὲ μή, δοκεῖν ἀλλὰ μὴ εἶναι φίλον. καὶ περὶ τοῦ ἐχθροῦ δὲ ἡ αὐτὴ θέσις. φίλος μὲν δή, ὡς ἔοικε, τούτῳ τῷ λόγῳ ὁ ἀγαθὸς ἔσται, ἐχθρὸς δὲ ὁ πονηρός. ναί. κελεύεις δὴ ἡμᾶς προσθεῖναι τῷ δικαίῳ ἢ ὡς τὸ πρῶτον ἐλέγομεν, λέγοντες δίκαιον εἶναι τὸν μὲν φίλον εὖ ποιεῖν, τὸν δʼ ἐχθρὸν κακῶς· νῦν πρὸς τούτῳ ὧδε λέγειν, ὅτι ἔστιν δίκαιον τὸν μὲν φίλον ἀγαθὸν ὄντα εὖ ποιεῖν, τὸν δʼ ἐχθρὸν κακὸν ὄντα βλάπτειν; πάνυ μὲν οὖν, ἔφη, οὕτως ἄν μοι δοκεῖ καλῶς λέγεσθαι. ἔστιν ἄρα, ἦν δʼ ἐγώ, δικαίου ἀνδρὸς1 βλάπτειν καὶ ὁντινοῦν ἀνθρώπων; καὶ πάνυ γε, ἔφη· τούς γε πονηρούς τε καὶ ἐχθροὺς δεῖ βλάπτειν. βλαπτόμενοι δʼ ἵπποι βελτίους ἢ χείρους γίγνονται; χείρους. ἆρα εἰς τὴν τῶν κυνῶν ἀρετήν, ἢ εἰς τὴν τῶν ἵππων; εἰς τὴν τῶν ἵππων. ἆρʼ οὖν καὶ κύνες βλαπτόμενοι χείρους γίγνονται εἰς τὴν τῶν κυνῶν ἀλλʼ οὐκ εἰς τὴν τῶν ἵππων ἀρετήν; ἀνάγκη. ἀνθρώπους δέ, ὦ ἑταῖρε, μὴ οὕτω φῶμεν,2 βλαπτομένους εἰς τὴν ἀνθρωπείαν ἀρετὴν χείρους γίγνεσθαι; πάνυ μὲν οὖν. ἀλλʼ ἡ δικαιοσύνη οὐκ ἀνθρωπεία ἀρετή; καὶ τοῦτʼ ἀνάγκη. καὶ τοὺς βλαπτομένους ἄρα, ὦ φίλε, τῶν ἀνθρώπων ἀνάγκη ἀδικωτέρους γίγνεσθαι. ἔοικεν. ἆρʼ οὖν τῇ μουσικῇ οἱ μουσικοὶ ἀμούσους δύνανται ποιεῖν; ἀδύνατον. ἀλλὰ τῇ ἱππικῇ οἱ ἱππικοὶ ἀφίππους; οὐκ ἔστιν. ἀλλὰ τῇ δικαιοσύνῃ δὴ οἱ δίκαιοι ἀδίκους; ἢ καὶ συλλήβδην ἀρετῇ οἱ ἀγαθοὶ κακούς; ἀλλὰ ἀδύνατον. οὐ γὰρ θερμότητος οἶμαι ἔργον ψύχειν ἀλλὰ τοῦ ἐναντίου. ναί. οὐδὲ ξηρότητος ὑγραίνειν ἀλλὰ τοῦ ἐναντίου. πάνυ γε. οὐδὲ δὴ τοῦ ἀγαθοῦ βλάπτειν ἀλλὰ τοῦ ἐναντίου. φαίνεται. ὁ δέ γε δίκαιος ἀγαθός; πάνυ γε. οὐκ ἄρα τοῦ δικαίου βλάπτειν ἔργον, ὦ Πολέμαρχε, οὔτε φίλον οὔτʼ ἄλλον οὐδένα, ἀλλὰ τοῦ ἐναντίου, τοῦ ἀδίκου. παντάπασί μοι δοκεῖς ἀληθῆ λέγειν, ἔφη, ὦ Σώκρατες. εἰ ἄρα τὰ ὀφειλόμενα ἑκάστῳ ἀποδιδόναι φησίν τις δίκαιον εἶναι, τοῦτο δὲ δὴ νοεῖ αὐτῷ τοῖς μὲν ἐχθροῖς βλάβην ὀφείλεσθαι παρὰ τοῦ δικαίου ἀνδρός, τοῖς δὲ φίλοις ὠφελίαν, οὐκ ἦν3 σοφὸς ὁ ταῦτα εἰπών. οὐ γὰρ ἀληθῆ ἔλεγεν· οὐδαμοῦ γὰρ δίκαιον οὐδένα ἡμῖν ἐφάνη ὂν βλάπτειν. συγχωρῶ, ἦ δʼ ὅς. μαχούμεθα ἄρα, ἦν δʼ ἐγώ, κοινῇ ἐγώ τε καὶ σύ, ἐάν τις αὐτὸ φῇ ἢ Σιμωνίδην ἢ Βίαντα ἢ Πιττακὸν εἰρηκέναι ἤ τινʼ ἄλλον τῶν σοφῶν τε καὶ μακαρίων ἀνδρῶν. ἐγὼ γοῦν, ἔφη, ἕτοιμός εἰμι κοινωνεῖν τῆς μάχης.

“既显得善良、实际上也确实善良的人是朋友,”他说,“而那些显得善良实际上却不然的人,只是显得是朋友,其实不然。对于敌人,也采用同样的规定。”“那么,看来按照这个说法,善人将是朋友,而恶人将是敌人。”“是的。”“那么,你是要我们在起初关于正义所说的——即‘对朋友行善、对敌人行恶是正义的’——之外,再增加点什么,现在还要加上这一条,说:‘对身为善人的朋友行善,对身为恶人的敌人进行伤害,这才是正义的’吗?” “正是如此,”他说,“在我看来,这样说就十分妥当了。”“那么,”我说,“去伤害任何人,难道是正义的人所应做的事吗?”“当然是,”他说,“必须伤害那些邪恶的人和敌人。”“那么,马在受到伤害时,是变得更好还是更坏?”“更坏。”“是就狗的德性而言,还是就马的德性而言?”“马的德性。”“那么,狗在受到伤害时,也同样是在狗的德性上变坏,而不是在马的德性上变坏吗?”“必定如此。” “那么,我的朋友,对于人,我们难道不也该这样说吗:他们在受到伤害时,是在人的德性上变坏?”“当然。”“而正义不就是人的德性吗?”“这也是势所必然的。”“那么,我的朋友,受到伤害的人必定变得更加不正义。”“看来是这样。”“那么,音乐家能用音乐使人变得不懂音乐吗?”“不可能。”“或者,骑术家能用骑术使人变得不会骑马吗?”“办不到。”“那么,正义的人能用正义使人变得不正义吗?或者总而言之,好人能用德性使人变坏吗?”“这绝不可能。”“因为我想,使人冷却不是热的作用,而是其对立面的作用。”“是的。”“使人湿润也不是干燥的作用,而是其对立面的作用。”“当然。”“那么,伤害人自然也不是好人的作用,而是其对立面的作用。”“看来是这样。”“而正义的人是好人,对吗?”“当然。”“因此,波勒马科斯,去伤害人——不管是朋友还是其他任何人——都不是正义的人的作用,而是其对立面,即不正义的人的作用。”“苏格拉底,我觉得你说的完全正确,”他说。“因此,如果有人说,把每个人应得的归还给他是正义的,而他心里的意思是指,正义的人应该对敌人施以伤害,而对朋友施以利益,那么说这话的人就称不上明智。因为他所说的并不是真理;因为对我们来说,在任何地方伤害任何人都不显为是正义的。”“我同意,”他说。“那么,”我说,“如果有人声称西摩尼得斯、比亚斯、皮塔科斯或其他任何既聪明又幸福的人说过这话,你我二人就共同与他战斗。”“至少我,”他说,“已经准备好加入这场战斗了。”

语法注3 条
  1. 335bδικαίου ἀνδρὸς

    所有属格,与非人称动词 ἔστιν 连用,表示“是……的职责”或“是……的行为”。通常被理解为省略了像 ἔργον(作用、职责)这样的名词。

  2. 335cμὴ οὕτω φῶμεν

    第一人称复数虚拟语气,与否定词 μή 连用,表示劝诱或提议:“我们不应该这样说吗?”或“我们不要这样说吧”。

  3. 335eοὐκ ἦν

    此处使用未完成过去时 ἦν 并非指过去的事情,而是表示对当前刚明晰的事实的确认或逻辑结论(“原来并不是……”)。这被称为发现或逻辑未完成过去时。

翻译:Gemini 3.5 Flash(2026-05-23 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:1.335