← 柏拉图

高尔吉亚篇

§498

从愚者与懦夫的快乐看快善合一说的矛盾

苏格拉底通过向卡里克勒斯指出智者、愚者、懦夫和勇士在同样程度上体验到快乐与痛苦,从而推论出好人和坏人也将在同样程度上变好和变坏的矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§498

ΣΩ. τί δέ; νοῦν ἔχοντα1 λυπούμενον καὶ χαίροντα; ΚΑΛ. φημί. ΣΩ. πότεροι δὲ μᾶλλον χαίρουσι καὶ λυποῦνται, οἱ φρόνιμοι ἢ οἱ ἄφρονες; ΚΑΛ. οἶμαι ἔγωγε οὐ πολύ τι διαφέρειν. ΣΩ. ἀλλʼ ἀρκεῖ καὶ τοῦτο. ἐν πολέμῳ δὲ ἤδη εἶδες ἄνδρα δειλόν; ΚΑΛ. πῶς γὰρ οὔ; ΣΩ. τί οὖν; ἀπιόντων τῶν πολεμίων2 πότεροί σοι ἐδόκουν μᾶλλον χαίρειν, οἱ δειλοὶ ἢ οἱ ἀνδρεῖοι; ΚΑΛ. ἀμφότεροι ἔμοιγε · εἰ δὲ μή, παραπλησίως γε. ΣΩ. οὐδὲν διαφέρει. χαίρουσιν δʼ οὖν καὶ οἱ δειλοί; ΚΑΛ. σφόδρα γε. ΣΩ. καὶ οἱ ἄφρονες, ὡς ἔοικεν. ΚΑΛ. ναί. ΣΩ. προσιόντων δὲ οἱ δειλοὶ μόνον λυποῦνται ἢ καὶ οἱ ἀνδρεῖοι; ΚΑΛ. ἀμφότεροι. ΣΩ. ἆρα ὁμοίως; ΚΑΛ. μᾶλλον ἴσως οἱ δειλοί. ΣΩ. ἀπιόντων δʼ οὐ μᾶλλον χαίρουσιν; ΚΑΛ. ἴσως. ΣΩ. οὐκοῦν λυποῦνται μὲν καὶ χαίρουσιν καὶ οἱ ἄφρονες καὶ οἱ φρόνιμοι καὶ οἱ δειλοὶ καὶ οἱ ἀνδρεῖοι παραπλησίως, ὡς σὺ φῄς, μᾶλλον δὲ οἱ δειλοὶ τῶν ἀνδρείων; ΚΑΛ. φημί. ΣΩ. ἀλλὰ μὴν οἵ γε φρόνιμοι καὶ οἱ ἀνδρεῖοι ἀγαθοί, οἱ δὲ δειλοὶ καὶ ἄφρονες κακοί; ΚΑΛ. ναί. ΣΩ. παραπλησίως ἄρα χαίρουσιν καὶ λυποῦνται οἱ ἀγαθοὶ καὶ οἱ κακοί; ΚΑΛ. φημί. ΣΩ. ἆρʼ οὖν παραπλησίως εἰσὶν ἀγαθοὶ καὶ κακοὶ οἱ ἀγαθοί τε καὶ οἱ κακοί; ἢ καὶ ἔτι μᾶλλον ἀγαθοὶ εἰσιν οἱ κακοί; ΚΑΛ. ἀλλὰ μὰ Δίʼ οὐκ οἶδʼ ὅτι λέγεις. ΣΩ. οὐκ οἶσθʼ ὅτι τοὺς ἀγαθοὺς ἀγαθῶν φῂς παρουσίᾳ εἶναι ἀγαθούς, καὶ κακοὺς δὲ κακῶν; τὰ δὲ ἀγαθὰ εἶναι τὰς ἡδονάς, κακὰ δὲ τὰς ἀνίας; ΚΑΛ. ἔγωγε. ΣΩ. οὐκοῦν τοῖς χαίρουσιν πάρεστιν τἀγαθά, αἱ ἡδοναί, εἴπερ χαίρουσιν; ΚΑΛ. πῶς γὰρ οὔ; ΣΩ. οὐκοῦν ἀγαθῶν παρόντων ἀγαθοί εἰσιν οἱ χαίροντες; ΚΑΛ. ναί. ΣΩ. τί δέ; τοῖς ἀνιωμένοις οὐ πάρεστιν τὰ κακά, αἱ λῦπαι; ΚΑΛ. πάρεστιν. ΣΩ. κακῶν δέ γε παρουσίᾳ φῂς σὺ εἶναι κακοὺς τοὺς κακούς· ἢ οὐκέτι φῄς; ΚΑΛ. ἔγωγε. ΣΩ. ἀγαθοὶ ἄρα οἳ ἂν χαίρωσι, κακοὶ δὲ οἳ ἂν ἀνιῶνται; ΚΑΛ. πάνυ γε. ΣΩ. οἳ μέν γε μᾶλλον μᾶλλον,3 οἳ δʼ ἧττον ἧττον, οἳ δὲ παραπλησίως παραπλησίως; ΚΑΛ. ναί. ΣΩ. οὐκοῦν φῂς παραπλησίως χαίρειν καὶ λυπεῖσθαι τοὺς φρονίμους καὶ τοὺς ἄφρονας καὶ τοὺς δειλοὺς καὶ τοὺς ἀνδρείους, ἢ καὶ μᾶλλον ἔτι τοὺς δειλούς; ΚΑΛ. ἔγωγε.

苏格拉底:那又怎么样呢?你曾见过有理智的人在痛苦和在快乐吗? 卡里克勒斯:我见过。 苏格拉底:那么,哪一方更多地感到快乐和痛苦呢,是聪明人还是愚人? 卡里克勒斯:我想没有什么大的差别。 苏格拉底:不过,这也足够了。那么,在战争中你曾见过懦弱的人吗? 卡里克勒斯:当然见过。 苏格拉底:那么怎么样?当敌人撤退时,在你看来哪一方更快乐呢,是懦夫还是勇士? 卡里克勒斯:在我看来两方都很快乐;如果不是,那也至少差不多。 苏格拉底:这没区别。无论如何,懦弱的人也是会快乐的吧? 卡里克勒斯:非常快乐。 苏格拉底:而且愚蠢的人也是,似乎是这样。 卡里克勒斯:是的。 苏格拉底:那么当敌人逼近时,只有懦夫感到痛苦,还是勇士也一样? 卡里克勒斯:两方都痛苦。 苏格拉底:同样痛苦吗? 卡里克勒斯:懦夫可能更痛苦一些。 苏格拉底:而当敌人撤退时,他们不也更快乐吗? 卡里克勒斯:大概吧。 苏格拉底:那么,正如你所说,愚蠢的人和聪明的人、懦夫和勇士,都差不多同样地痛苦和快乐,甚至懦夫比勇士还更甚一些,是吗? 卡里克勒斯:我承认。 苏格拉底:然而,聪明和勇敢的人是好人,而懦弱和愚蠢的人是坏人,对吧? 卡里克勒斯:是的。 苏格拉底:那么,好人和坏人也差不多同样地快乐和痛苦吗? 卡里克勒斯:我承认。 苏格拉底:那么,好人和坏人也是差不多同样地好和坏吗?甚至坏人还更好一些? 卡里克勒斯:可是,凭宙斯起誓,我根本不知道你在说什么。 苏格拉底:难道你不知道,你曾说过好人是因为有好事物显现才是好人,坏人是因为有坏事物显现才是坏人?而好事物就是快乐,坏事物就是痛苦吗? 卡里克勒斯:我知道。 苏格拉底:那么,既然那些快乐的人在感到快乐,好事物(即快乐)不就呈现在他们面前了吗? 卡里克勒斯:当然如此。 苏格拉底:所以,既然好事物呈现了,那些快乐的人就是好人吧? 卡里克勒斯:是的。 苏格拉底:那又怎么样?在痛苦的人身上,坏事物(即痛苦)不也呈现着吗? 卡里克勒斯:是的,呈现着。 苏格拉底:然而你又说,坏人之所以是坏人,是因为有坏事物显现。还是说你现在不这么说了? 卡里克勒斯:我还是这么说的。 苏格拉底:所以,感到快乐的人就是好人,感到痛苦的人就是坏人? 卡里克勒斯:正是如此。 苏格拉底:那么,程度更甚的就更甚,程度轻的就轻,程度差不多的就差不多? 卡里克勒斯:是的。 苏格拉底:那么,你承认聪明人和愚蠢的人、懦夫和勇士,都差不多同样地感到快乐和痛苦,甚至懦夫可能还要更多一些? 卡里克勒斯:我承认。

语法注3 条
  1. 498νοῦν ἔχοντα

    意为“有理智(智慧)的人”的宾格名词短语。承接前句中 παῖδα ἀνόητον(愚蠢的孩子)和 ἄνδρα ἀνόητον(愚蠢的大人)的对比语境,作为被省略的动词 εἶδες(你曾见过……吗)的直接宾语。

  2. 498ἀπιόντων τῶν πολεμίων

    属格独立结构,表示时间(“当敌人退却时”)或条件。在文法上与后文的 προσιόντων(逼近时)形成对比。

  3. 498eοἳ μέν γε μᾶλλον μᾶλλον

    极具省略性的排比结构,省略了动词(如 χαίρωσιν / ἀνιῶνται 和 ἀγαθοὶ / κακοὶ εἰσιν)。它简明地表达了一种比例关系,即“那些更[快乐/痛苦]的人就更[好/坏]”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:498