← 柏拉图

高尔吉亚篇

§499

卡里克勒斯对好的快乐与坏的快乐的区分

苏格拉底总结了从卡里克勒斯先前的断言中得出的逻辑矛盾,即坏人可能和好人一样好。卡里克勒斯指责这只是小孩子式的文字游戏,并修正了自己的立场,引入了好的快乐和坏的快乐之间的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§499

ΣΩ. συλλόγισαι δὴ κοινῇ μετʼ ἐμοῦ τί ἡμῖν συμβαίνει ἐκ τῶν ὡμολογημένων· καὶ δὶς γάρ τοι καὶ τρίς φασιν καλὸν εἶναι τὰ καλὰ λέγειν τε καὶ ἐπισκοπεῖσθαι.1 ἀγαθὸν μὲν εἶναι τὸν φρόνιμον καὶ ἀνδρεῖόν φαμεν. ἦ γάρ; ΚΑΛ. ναί. ΣΩ. κακὸν δὲ τὸν ἄφρονα καὶ δειλόν; ΚΑΛ. πάνυ γε. ΣΩ. ἀγαθὸν δὲ αὖ τὸν χαίροντα; ΚΑΛ. ναί. ΣΩ. κακὸν δὲ τὸν ἀνιώμενον; ΚΑΛ. ἀνάγκη. ΣΩ. ἀνιᾶσθαι δὲ καὶ χαίρειν τὸν ἀγαθὸν καὶ κακὸν ὁμοίως, ἴσως δὲ καὶ μᾶλλον τὸν κακόν; ΚΑΛ. ναί. ΣΩ. οὐκοῦν ὁμοίως γίγνεται κακὸς καὶ ἀγαθὸς τῷ ἀγαθῷ2 ἢ καὶ μᾶλλον ἀγαθὸς ὁ κακός; οὐ ταῦτα συμβαίνει καὶ τὰ πρότερα ἐκεῖνα, ἐάν τις ταὐτὰ φῇ ἡδέα τε καὶ ἀγαθὰ εἶναι; οὐ ταῦτα ἀνάγκη, ὦ Καλλίκλεις; ΚΑΛ. πάλαι τοί σου ἀκροῶμαι, ὦ Σώκρατες, καθομολογῶν, ἐνθυμούμενος ὅτι, κἂν παίζων τίς σοι ἐνδῷ ὁτιοῦν, τούτου ἅσμενος ἔχῃ3 ὥσπερ τὰ μειράκια. ὡς δὴ σὺ οἴει ἐμὲ ἢ καὶ ἄλλον ὁντινοῦν ἀνθρώπων οὐχ ἡγεῖσθαι τὰς μὲν βελτίους ἡδονάς, τὰς δὲ χείρους. ΣΩ. ἰοῦ ἰοῦ, ὦ Καλλίκλεις, ὡς πανοῦργος εἶ καί μοι ὥσπερ παιδὶ χρῇ, τοτὲ μὲν τὰ αὐτὰ φάσκων οὕτως ἔχειν, τοτὲ δὲ ἑτέρως, ἐξαπατῶν με. καίτοι οὐκ ᾤμην γε κατʼ ἀρχὰς ὑπὸ σοῦ ἑκόντος εἶναι ἐξαπατηθήσεσθαι, ὡς ὄντος φίλου· νῦν δὲ ἐψεύσθην, καὶ ὡς ἔοικεν ἀνάγκη μοι κατὰ τὸν παλαιὸν λόγον τὸ παρὸν εὖ ποιεῖν4 καὶ τοῦτο δέχεσθαι τὸ διδόμενον παρὰ σοῦ. ἔστιν δὲ δή, ὡς ἔοικεν, ὃ νῦν λέγεις, ὅτι ἡδοναί τινές εἰσιν αἱ μὲν ἀγαθαί, αἱ δὲ κακαί· ἦ γάρ; ΚΑΛ. ναί. ΣΩ. ἆρʼ οὖν ἀγαθαὶ μὲν αἱ ὠφέλιμοι, κακαὶ δὲ αἱ βλαβεραί; ΚΑΛ. πάνυ γε. ΣΩ. ὠφέλιμοι δέ γε αἱ ἀγαθόν τι ποιοῦσαι, κακαὶ δὲ αἱ κακόν τι; ΚΑΛ. φημί. ΣΩ. ἆρʼ οὖν τὰς τοιάσδε λέγεις, οἷον κατὰ τὸ σῶμα ἃς νυνδὴ ἐλέγομεν ἐν τῷ ἐσθίειν καὶ πίνειν ἡδονάς, ἦ ἄρα τούτων αἱ μὲν ὑγίειαν ποιοῦσαι ἐν τῷ σώματι, ἢ ἰσχὺν ἢ ἄλλην τινὰ ἀρετὴν τοῦ σώματος, αὗται μὲν ἀγαθαί, αἱ δὲ τἀναντία τούτων κακαί; ΚΑΛ. πάνυ γε. ΣΩ. οὐκοῦν καὶ λῦπαι ὡσαύτως αἱ μὲν χρησταί εἰσιν, αἱ δὲ πονηραί; ΚΑΛ. πῶς γὰρ οὔ; ΣΩ. οὐκοῦν τὰς μὲν χρηστὰς καὶ ἡδονὰς καὶ λύπας καὶ αἱρετέον ἐστὶν καὶ πρακτέον; ΚΑΛ. πάνυ γε. ΣΩ. τὰς δὲ πονηρὰς οὔ; ΚΑΛ. δῆλον δή.

苏格拉底:那么,请和我一起共同推论,从我们已经同意的观点中会得出什么结论。因为人们常说,把美好的事情说上两遍甚至三遍并加以检验是件好事。我们说聪明和勇敢的人是好人。难道不是吗? 卡里克勒斯:是的。 苏格拉底:而愚蠢和懦弱的人是坏人? 卡里克勒斯:正是如此。 苏格拉底:另外,感到快乐的人是好人? 卡里克勒斯:是的。 苏格拉底:而感到痛苦的人是坏人? 卡里克勒斯:必然如此。 苏格拉底:而且好人和坏人同样地感到痛苦和快乐,甚至坏人可能还更多一些? 卡里克勒斯:是的。 苏格拉底:那么,坏人变坏和变好的程度,岂不是和好人一样,甚至坏人还更好一些吗?如果有人坚称快乐的事物和好的事物是同一回事,难道不会得出这些结论以及先前的那些结论吗?卡里克勒斯,这些难道不是必然的吗? 卡里克勒斯:苏格拉底,我听你说了好久,也一直在随声附和,心里却在想,哪怕有人在开玩笑时给你让步一点点,你就会像小孩子一样高兴地抓住不放。难道你真的以为我,或者其他任何人,不认为有些快乐是更好的,有些是更坏的吗? 苏格拉底:哎呀呀,卡里克勒斯,你真是个狡黠的人!你把我当成小孩子对待,一会儿说事情是这样,一会儿又说那样,来欺骗我。可我一开始绝没有想到会被你故意欺骗,因为我们是朋友。如今我却看错了。看来我不得不按照古老的谚语“尽力做好眼前的事”,接受你所给出的这一点了。正如你现在所说的,看来有些快乐是好的,有些是坏的,对吗? 卡里克勒斯:是的。 苏格拉底:那么,有益的快乐是好的,有害的快乐是坏的吗? 卡里克勒斯:正是如此。 苏格拉底:而产生某种好结果的是有益的,产生某种坏结果的是坏的? 卡里克勒斯:我承认。 苏格拉底:那么,你指的是不是像下面这些情况:例如关于身体,我们刚才所说的在饮食中的快乐,其中那些能在身体中产生健康、力量或任何其他身体德性的是好的快乐,而产生相反结果的是坏的快乐? 卡里克勒斯:正是如此。 苏格拉底:那么,痛苦也同样,有些是好的,有些是坏的吗? 卡里克勒斯:当然如此。 苏格拉底:所以,好的快乐和好的痛苦,我们都应该选择并实行吗? 卡里克勒斯:正是如此。 苏格拉底:而坏的则不应该? 卡里克勒斯:显而易见。

语法注4 条
  1. 499aλέγειν τε καὶ ἐπισκοπεῖσθαι

    不定式 λέγειν 和 ἐπισκοπεῖσθαι 以宾格 τὰ καλά 为宾语,作为无人称短语 καλὸν εἶναι 的逻辑主语。

  2. 499aτῷ ἀγαθῷ

    关系与格,表示在副词 ὁμοίως(同样地)之后作为比较的标准(即“与好人一样”)。

  3. 499bτούτου ἅσμενος ἔχῃ

    动词 ἔχῃ 是中动相 ἔχομαι(紧抓、坚持)的第二人称单数现在直说式,要求支配属格,因而以指示代词属格 τούτου 为宾语。形容词 ἅσμενος(高兴的)作主语的谓语性修饰,翻译时作副词用。

  4. 499cτὸ παρὸν εὖ ποιεῖν

    意为“尽力做好眼前的事(或利用现有的条件做最棒的事)”的惯用表达,此处被称为古老的谚语(κατὰ τὸν παλαιὸν λόγον)。中性单数现在分词 τὸ παρόν 作不定式 ποιεῖν 的直接宾语。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:499