← 柏拉图

高尔吉亚篇

§496-497

通过对立状态的不共存论证快乐与善的区分

苏格拉底指出,虽然健康与疾病等对立的状态不能同时存在,但痛苦与快乐(如口渴与喝水)却是同时体验并同时停止的,以此论证快乐与善是不同的事物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§496

ΣΩ. οἷον περὶ ὅτου βούλει τοῦ σώματος ἀπολαβὼν1 σκόπει. νοσεῖ που ἄνθρωπος ὀφθαλμούς, ᾧ ὄνομα ὀφθαλμία; ΚΑΛ. πῶς γὰρ οὔ; ΣΩ. οὐ δήπου καὶ ὑγιαίνει γε ἅμα τοὺς αὐτούς; ΚΑΛ. οὐδʼ ὁπωστιοῦν. ΣΩ. τί δὲ ὅταν τῆς ὀφθαλμίας ἀπαλλάττηται; ἆρα τότε καὶ τῆς ὑγιείας ἀπαλλάττεται τῶν ὀφθαλμῶν καὶ τελευτῶν ἅμα ἀμφοτέρων ἀπήλλακται; ΚΑΛ. ἥκιστά γε. ΣΩ. θαυμάσιον γὰρ οἶμαι καὶ ἄλογον γίγνεται· ἦ γάρ; ΚΑΛ. σφόδρα γε. ΣΩ. ἀλλʼ ἐν μέρει οἶμαι ἑκάτερον καὶ λαμβάνει καὶ ἀπολλύει; ΚΑΛ. φημί. ΣΩ. οὐκοῦν καὶ ἰσχὺν καὶ ἀσθένειαν ὡσαύτως; ΚΑΛ. ναί. ΣΩ. καὶ τάχος καὶ βραδυτῆτα; ΚΑΛ. πάνυ γε. ΣΩ. ἦ καὶ τἀγαθὰ καὶ τὴν εὐδαιμονίαν καὶ τἀναντία τούτων, κακά τε καὶ ἀθλιότητα, ἐν μέρει λαμβάνει καὶ ἐν μέρει ἀπαλλάττεται ἑκατέρου; ΚΑΛ. πάντως δήπου. ΣΩ. ἐὰν εὕρωμεν ἄρα ἄττα ὧν ἅμα τε ἀπαλλάττεται ἄνθρωπος καὶ ἅμα ἔχει,2 δῆλον ὅτι ταῦτά γε οὐκ ἂν εἴη τό τε ἀγαθὸν καὶ τὸ κακόν. ὁμολογοῦμεν ταῦτα; καὶ εὖ μάλα σκεψάμενος ἀποκρίνου. ΚΑΛ. ἀλλʼ ὑπερφυῶς ὡς ὁμολογῶ. ΣΩ. ἴθι δὴ ἐπὶ τὰ ἔμπροσθεν ὡμολογημένα. τὸ πεινῆν ἔλεγες πότερον ἡδὺ ἢ ἀνιαρὸν εἶναι; αὐτὸ λέγω τὸ πεινῆν. ΚΑΛ. ἀνιαρὸν ἔγωγε· τὸ μέντοι πεινῶντα ἐσθίειν ἡδὺ λέγω. ΣΩ. μανθάνω· ἀλλʼ οὖν τό γε πεινῆν αὐτὸ ἀνιαρόν. ἢ οὐχί; ΚΑΛ. φημί. ΣΩ. οὐκοῦν καὶ τὸ διψῆν; ΚΑΛ. σφόδρα γε. ΣΩ. πότερον οὖν ἔτι πλείω ἐρωτῶ, ἢ ὁμολογεῖς ἅπασαν ἔνδειαν καὶ ἐπιθυμίαν ἀνιαρὸν εἶναι; ΚΑΛ. ὁμολογῶ, ἀλλὰ μὴ ἐρώτα. ΣΩ. εἶεν· διψῶντα δὲ δὴ πίνειν ἄλλο τι ἢ ἡδὺ φῂς εἶναι; ΚΑΛ. ἔγωγε. ΣΩ. οὐκοῦν τούτου οὗ λέγεις τὸ μὲν διψῶντα λυπούμενον δήπου ἐστίν; ΚΑΛ. ναί. ΣΩ. τὸ δὲ πίνειν πλήρωσίς τε τῆς ἐνδείας καὶ ἡδονή; ΚΑΛ. ναί. ΣΩ. οὐκοῦν κατὰ τὸ πίνειν χαίρειν λέγεις; ΚΑΛ. μάλιστα. ΣΩ. διψῶντά γε. ΚΑΛ. φημί. ΣΩ. λυπούμενον; ΚΑΛ. ναί. ΣΩ. αἰσθάνῃ οὖν τὸ συμβαῖνον, ὅτι λυπούμενον χαίρειν λέγεις ἅμα, ὅταν διψῶντα πίνειν λέγῃς; ἢ οὐχ ἅμα τοῦτο γίγνεται κατὰ τὸν αὐτὸν τόπον καὶ χρόνον εἴτε ψυχῆς εἴτε σώματος βούλει; οὐδὲν γὰρ οἶμαι διαφέρει. ἔστι ταῦτα ἢ οὔ; ΚΑΛ. ἔστιν. ΣΩ. ἀλλὰ μὴν εὖ γε πράττοντα κακῶς πράττειν ἅμα ἀδύνατον φῂς εἶναι.

苏格拉底:例如,把你所愿意的身体的任何一部分分离出来考察一下。人不是有时会眼睛生病,这病的名字叫眼炎吗? 卡里克勒斯:当然如此。 苏格拉底:想必他不会同时这双眼睛也是健康的吧? 卡里克勒斯:绝不可能。 苏格拉底:那么当他摆脱眼炎的时候呢?难道他那时也摆脱了眼睛的健康,最终同时摆脱了这两者吗? 卡里克勒斯:绝不如此。 苏格拉底:因为我想,那会是一件奇妙而不合情理的事,不是吗? 卡里克勒斯:确实如此。 苏格拉底:我想,他是轮流获得和失去这每一方的吧? 卡里克勒斯:我承认。 苏格拉底:那么,强壮和虚弱也是同样如此吗? 卡里克勒斯:是的。 苏格拉底:速度和迟缓也是? 卡里克勒斯:当然。 苏格拉底:那么,对于好的事物和幸福,以及与这些相反的坏的事物和悲惨,也是轮流获得并轮流摆脱每一方吗? 卡里克勒斯:当然完全如此。 苏格拉底:那么,如果我们发现有些东西是人同时摆脱又同时拥有的,显而易见,这些东西绝不会是“好”和“坏”。我们同意这一点吗?请非常仔细地思考之后再回答。 卡里克勒斯:那我极其同意。 苏格拉底:那么,来看看我们之前同意过的事情。你曾说“挨饿”是愉快的还是痛苦的?我是指挨饿本身。 卡里克勒斯:我认为是痛苦的;然而,挨饿时吃东西则是愉快的,我是这么说的。 苏格拉底:我懂了。但不管怎样,挨饿本身是痛苦的,难道不是吗? 卡里克勒斯:是的。 苏格拉底:那么口渴也是? 卡里克勒斯:确实。 苏格拉底:那么,我还需要问更多吗,还是你同意一切匮乏和欲望都是痛苦的? 卡里克勒斯:我同意,你别问了。 苏格拉底:好吧。那么,口渴时喝水,你难道不认为这是愉快的吗? 卡里克勒斯:是的。 苏格拉底:那么,在你所说的这件事情中,“口渴的”状态想必是指处于痛苦中吧? 卡里克勒斯:是的。 苏格拉底:而“喝水”则是对匮乏的满足和一种快乐? 卡里克勒斯:是的。 苏格拉底:那么,你所说的快乐是在“喝水”这个过程中发生的了? 卡里克勒斯:正是。 苏格拉底:是在口渴的时候? 卡里克勒斯:我承认。 苏格拉底:也是在痛苦中? 卡里克勒斯:是的。 苏格拉底:那么,你注意到由此产生的后果了吗:当你主张“口渴时喝水”时,你是说一个人在痛苦的同时也在快乐。难道这不正是同时发生在同一个地方(无论是在灵魂中还是在肉体中,这都无所谓,因为我想这没有区别)的吗?是这样还是不是? 卡里克勒斯:确实如此。 苏格拉底:然而,你先前说过,一个人同时处境好和处境坏是不可能的。

§497

ΚΑΛ. φημὶ γάρ. ΣΩ. ἀνιώμενον δέ γε χαίρειν δυνατὸν ὡμολόγηκας. ΚΑΛ. φαίνεται. ΣΩ. οὐκ ἄρα τὸ χαίρειν ἐστὶν εὖ πράττειν οὐδὲ τὸ ἀνιᾶσθαι κακῶς, ὥστε ἕτερον γίγνεται τὸ ἡδὺ τοῦ ἀγαθοῦ. ΚΑΛ. οὐκ οἶδʼ ἅττα σοφίζῃ, ὦ Σώκρατες. ΣΩ. οἶσθα, ἀλλὰ ἀκκίζῃ, ὦ Καλλίκλεις· καὶ πρόιθί γε ἔτι εἰς τὸ ἔμπροσθεν, ἵνα εἰδῇς ὡς σοφὸς ὤν με νουθετεῖς.3 οὐχ ἅμα διψῶν τε ἕκαστος ἡμῶν πέπαυται καὶ ἅμα ἡδόμενος διὰ τοῦ πίνειν; ΚΑΛ. οὐκ οἶδα ὅτι λέγεις. ΓΟΡ. μηδαμῶς, ὦ Καλλίκλεις, ἀλλʼ ἀποκρίνου καὶ ἡμῶν ἕνεκα, ἵνα περανθῶσιν οἱ λόγοι. ΚΑΛ. ἀλλʼ ἀεὶ τοιοῦτός ἐστιν Σωκράτης, ὦ Γοργία· σμικρὰ καὶ ὀλίγου ἄξια ἀνερωτᾷ καὶ ἐξελέγχει. ΓΟΡ. ἀλλὰ τί σοὶ διαφέρει; πάντως οὐ σὴ αὕτη ἡ τιμή, ὦ Καλλίκλεις· ἀλλʼ ὑπόσχες Σωκράτει ἐξελέγξαι ὅπως ἂν βούληται. ΚΑΛ. Ἐρώτα δὴ σὺ τὰ σμικρά τε καὶ στενὰ ταῦτα, ἐπείπερ Γοργίᾳ δοκεῖ οὕτως. ΣΩ. εὐδαίμων εἶ, ὦ Καλλίκλεις, ὅτι τὰ μεγάλα μεμύησαι πρὶν τὰ σμικρά· ἐγὼ δʼ οὐκ ᾤμην θεμιτὸν εἶναι. ὅθεν οὖν ἀπέλιπες ἀποκρίνου, εἰ οὐχ ἅμα παύεται διψῶν ἕκαστος ἡμῶν καὶ ἡδόμενος. ΚΑΛ. φημί. ΣΩ. οὐκοῦν καὶ πεινῶν καὶ τῶν ἄλλων ἐπιθυμιῶν καὶ ἡδονῶν ἅμα παύεται; ΚΑΛ. ἔστι ταῦτα. ΣΩ. οὐκοῦν καὶ τῶν λυπῶν καὶ τῶν ἡδονῶν ἅμα παύεται; ΚΑΛ. ναί. ΣΩ. ἀλλὰ μὴν τῶν ἀγαθῶν γε καὶ κακῶν οὐχ ἅμα παύεται, ὡς σὺ ὡμολόγεις· νῦν δὲ οὐχ ὁμολογεῖς; ΚΑΛ. ἔγωγε· τί οὖν δή; ΣΩ. ὅτι οὐ τὰ αὐτὰ γίγνεται, ὦ φίλε, τἀγαθὰ τοῖς ἡδέσιν οὐδὲ τὰ κακὰ τοῖς ἀνιαροῖς. τῶν μὲν γὰρ ἅμα παύεται, τῶν δὲ οὔ, ὡς ἑτέρων ὄντων· πῶς οὖν ταὐτὰ ἂν εἴη τὰ ἡδέα τοῖς ἀγαθοῖς ἢ τὰ ἀνιαρὰ τοῖς κακοῖς; ἐὰν δὲ βούλῃ, καὶ τῇδε ἐπίσκεψαι (οἶμαι γάρ σοι οὐδὲ ταύτῃ ὁμολογεῖσθαι· ἄθρει δέ) τοὺς ἀγαθοὺς οὐχὶ ἀγαθῶν παρουσίᾳ ἀγαθοὺς καλεῖς,4 ὥσπερ τοὺς καλοὺς οἷς ἂν κάλλος παρῇ; ΚΑΛ. ἔγωγε. ΣΩ. τί δέ; ἀγαθοὺς ἄνδρας καλεῖς ἄφρονας καὶ δειλούς; οὐ γὰρ ἄρτι γε, ἀλλὰ τοὺς ἀνδρείους καὶ φρονίμους ἔλεγες· ἢ οὐ τούτους ἀγαθοὺς καλεῖς; ΚΑΛ. πάνυ μὲν οὖν. ΣΩ. τί δέ; παῖδα ἀνόητον χαίροντα ἤδη εἶδες; ΚΑΛ. ἔγωγε. ΣΩ. ἄνδρα δὲ οὔπω εἶδες ἀνόητον χαίροντα; ΚΑΛ. οἶμαι ἔγωγε· ἀλλὰ τί τοῦτο; ΣΩ. οὐδέν· ἀλλʼ ἀποκρίνου. ΚΑΛ. εἶδον.

卡里克勒斯:我是说过。 苏格拉底:但你现在已经承认,在痛苦的同时感到快乐是可能的。 卡里克勒斯:看来是这样。 苏格拉底:因此,快乐并不等同于处境好,痛苦也不等同于处境坏,所以快乐的事物和好的事物是不同的。 卡里克勒斯:我不懂你又在耍什么诡辩,苏格拉底。 苏格拉底:你其实懂,只是在装糊涂,卡里克勒斯。再往前推论一点吧,好让你知道你是多么智慧地在告诫我。难道我们每一个人在通过喝水止渴的同时,由于喝水而产生的快乐不也同时停止了吗? 卡里克勒斯:我不知道你在说什么。 高尔吉亚:千万不要这样,卡里克勒斯,为了我们也请回答,好让讨论能进行完毕。 卡里克勒斯:但是高尔吉亚,苏格拉底总是这样;他老是追问一些微不足道、毫无价值的事物,并且进行反驳。 高尔吉亚:但那对你有什么关系呢?无论如何,这又不是你自己的名誉问题,卡里克勒斯。就让苏格拉底按照他所喜欢的方式去进行反驳吧。 卡里克勒斯:那么你就问你那些微不足道、狭隘窄小的问题吧,既然高尔吉亚觉得应该如此。 苏格拉底:你真是幸福,卡里克勒斯,在加入小仪式之前,就已经入了大仪式的教。我还以为这是不被允许的呢。那么,就从你停下的地方回答吧:我们每一个人在止渴的同时,难道不也同时停止了快乐吗? 卡里克勒斯:我承认。 苏格拉底:那么,在挨饿以及其他欲望和快乐发生的时候,它们不也是同时停止的吗? 卡里克勒斯:是这样。 苏格拉底:那么,从痛苦和快乐中,他也是同时停止的吧? 卡里克勒斯:是的。 苏格拉底:然而,你刚才同意过,人并不同时摆脱好的和坏的事物。你现在不同意了吗? 卡里克勒斯:我同意。那又怎么样呢? 苏格拉底:这就是说,我的朋友,“好”和“快乐”并不是同一个事物,“坏”和“痛苦”也不是。因为对于前者,人是同时停止的,而对于后者则不然,因为它们是不同的。既然如此,快乐的事物怎么会和好的事物一样,痛苦的事物怎么会和坏的事物一样呢?但是如果你愿意,也可以这样考察一下(因为我想,在这个问题上你也不会同意我,但请看一看):你难道不是因为好的事物的显现才称好人为好人,就像称那些有美同在的人为美的人一样吗? 卡里克勒斯:是的。 苏格拉底:那又怎么样呢?你称愚蠢和懦弱的人为好人吗?刚才显然不是,你是在称勇敢和聪明的人为好。难道你不称这些人为好人吗? 卡里克勒斯:当然称他们为好人。 苏格拉底:那,你曾见过一个无知的孩子感到快乐吗? 卡里克勒斯:我见过。 苏格拉底:那么,你从没见过一个愚蠢的人在快乐吗? 卡里克勒斯:我想我见过。但那又怎么样? 苏格拉底:没什么,只管回答。 卡里克勒斯:我见过。

语法注4 条
  1. 496οἷον περὶ ὅτου βούλει τοῦ σώματος ἀπολαβὼν

    关系代名词 ὅτου(οὗτινος 的缩约形)与动词 βούλει(βούλομαι 的第二人称单数)结合,表示任意的选择,意为“你所愿意的任何……”。τοῦ σώματος 是修饰 ὅτου 的部分属格。分词 ἀπολαβών 意为“分离出来”、“单独取出来”,促使对身体的某特定部分进行考察。

  2. 496cἄττα ὧν ἅμα τε ἀπαλλάττεται ἄνθρωπος καὶ ἅμα ἔχει

    不定代名词 ἄττα(τινά 的雅典方言形式)作为先行词。关系代名词 ὧν 因受支配属格的动词 ἀπαλλάττεται 影响而呈属格,但它同时也作为支配宾格的动词 ἔχει 的宾语,属于关系代名词的格吸引与格共享。

  3. 497aἵνα εἰδῇς ὡς σοφὸς ὤν με νουθετεῖς

    ὡς 是间接疑问副词,意为“如何”、“多么”,引导从句 ὡς ... με νουθετεῖς(你如何告诫我)。σοφὸς ὤν 是主格分词,修饰从句的主语,在此带讽刺意味地表示伴随状况或原因(“作为聪明人”)。

  4. 497eἀγαθῶν παρουσίᾳ ἀγαθοὺς καλεῖς

    ἀγαθοὺς 是作 καλεῖς 补语的谓语宾格(省略了宾语),构成双宾格结构(“你称呼他们为好的”)。ἀγαθῶν 是中性复数名词 τὰ ἀγαθά(好的事物)的属格,修饰 παρουσίᾳ(显现、呈现)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:496-497