← 柏拉图

高尔吉亚篇

§494-495

批判快乐与善的等同及新论证的开始

苏格拉底完成了完好水罐与漏水水罐的比喻,试图说服卡里克勒斯接受节制生活的优越性,但遭到拒绝。为了批判卡里克勒斯将快乐与善等同的观点,苏格拉底提出了抓痒和男娼的极端例子,并启动了新的论证以揭示快乐与善的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§494

ΣΩ. ὁ μὲν οὖν ἕτερος πληρωσάμενος μήτʼ ἐποχετεύοι μήτε τι φροντίζοι, ἀλλʼ ἕνεκα τούτων ἡσυχίαν ἔχοι· τῷ δʼ ἑτέρῳ τὰ μὲν νάματα, ὥσπερ καὶ ἐκείνῳ, δυνατὰ μὲν πορίζεσθαι, χαλεπὰ δέ, τὰ δʼ ἀγγεῖα τετρημένα καὶ σαθρά, ἀναγκάζοιτο δʼ ἀεὶ καὶ νύκτα καὶ ἡμέραν πιμπλάναι αὐτά, ἢ τὰς ἐσχάτας λυποῖτο λύπας·1 ἆρα τοιούτου ἑκατέρου ὄντος τοῦ βίου, λέγεις τὸν τοῦ ἀκολάστου εὐδαιμονέστερον εἶναι ἢ τὸν τοῦ κοσμίου; πείθω τί σε ταῦτα λέγων συγχωρῆσαι τὸν κόσμιον βίον τοῦ ἀκολάστου ἀμείνω εἶναι, ἢ οὐ πείθω; ΚΑΛ. οὐ πείθεις, ὦ Σώκρατες. τῷ μὲν γὰρ πληρωσαμένῳ ἐκείνῳ οὐκέτʼ ἔστιν ἡδονὴ οὐδεμία, ἀλλὰ τοῦτʼ ἔστιν, ὃ νυνδὴ ἐγὼ ἔλεγον, τὸ ὥσπερ λίθον ζῆν,2 ἐπειδὰν πληρώσῃ, μήτε χαίροντα ἔτι μήτε λυπούμενον. ἀλλʼ ἐν τούτῳ ἐστὶν τὸ ἡδέως ζῆν, ἐν τῷ ὡς πλεῖστον ἐπιρρεῖν. ΣΩ. οὐκοῦν ἀνάγκη γʼ, ἂν πολὺ ἐπιρρέῃ, πολὺ καὶ τὸ ἀπιὸν εἶναι, καὶ μεγάλʼ ἄττα τὰ τρήματα εἶναι ταῖς ἐκροαῖς; ΚΑΛ. πάνυ μὲν οὖν. ΣΩ. χαραδριοῦ τινα αὖ σὺ βίον λέγεις, ἀλλʼ οὐ νεκροῦ οὐδὲ λίθου. καί μοι λέγε· τὸ τοιόνδε λέγεις οἷον πεινῆν καὶ πεινῶντα ἐσθίειν; ΚΑΛ. ἔγωγε. ΣΩ. καὶ διψῆν γε καὶ διψῶντα πίνειν; ΚΑΛ. λέγω, καὶ τὰς ἄλλας ἐπιθυμίας ἁπάσας ἔχοντα καὶ δυνάμενον πληροῦντα χαίροντα εὐδαιμόνως ζῆν. ΣΩ. εὖγε, ὦ βέλτιστε· διατέλει γὰρ ὥσπερ ἤρξω, καὶ ὅπως μὴ ἀπαισχυνῇ. δεῖ δέ, ὡς ἔοικε, μηδʼ ἐμὲ ἀπαισχυνθῆναι. καὶ πρῶτον μὲν εἰπὲ εἰ καὶ ψωρῶντα καὶ κνησιῶντα, ἀφθόνως ἔχοντα τοῦ κνῆσθαι, κνώμενον διατελοῦντα τὸν βίον εὐδαιμόνως ἔστι ζῆν. ΚΑΛ. ὡς ἄτοπος εἶ, ὦ Σώκρατες, καὶ ἀτεχνῶς δημηγόρος. ΣΩ. τοιγάρτοι, ὦ Καλλίκλεις, Πῶλον μὲν καὶ Γοργίαν καὶ ἐξέπληξα καὶ αἰσχύνεσθαι ἐποίησα, σὺ δὲ οὐ μὴ ἐκπλαγῇς οὐδὲ μὴ αἰσχυνθῇς· ἀνδρεῖος γὰρ εἶ. ἀλλʼ ἀποκρίνου μόνον. ΚΑΛ. φημὶ τοίνυν καὶ τὸν κνώμενον ἡδέως ἂν βιῶναι. ΣΩ. οὐκοῦν εἴπερ ἡδέως, καὶ εὐδαιμόνως; ΚΑΛ. πάνυ γε. ΣΩ. πότερον εἰ τὴν κεφαλὴν μόνον κνησιῷ—ἢ ἔτι τί σε ἐρωτῶ; ὅρα, ὦ Καλλίκλεις, τί ἀποκρινῇ, ἐάν τίς σε τὰ ἐχόμενα τούτοις ἐφεξῆς ἅπαντα ἐρωτᾷ. καὶ τούτων τοιούτων ὄντων κεφάλαιον, ὁ τῶν κιναίδων βίος,3 οὗτος οὐ δεινὸς καὶ αἰσχρὸς καὶ ἄθλιος; ἢ τούτους τολμήσεις λέγειν εὐδαίμονας εἶναι, ἐὰν ἀφθόνως ἔχωσιν ὧν δέονται; ΚΑΛ. οὐκ αἰσχύνῃ εἰς τοιαῦτα ἄγων, ὦ Σώκρατες, τοὺς λόγους;

苏格拉底:那么,其中一个人在装满之后,既不再往里灌水,也不再有任何忧虑,而是就这些事情而言保持安宁;但对另一个人来说,虽然水源和那个人一样,是可以谋得的,但却很困难,而且器皿是漏水且破损的,他被迫不得不整夜整日地去装满它们,否则就要遭受极端的痛苦。如果这两种生活各自是这样的,你还会说放纵者的生活比秩序井然者的生活更幸福吗?我说了这些,有没有稍微说服你,让你同意秩序井然的生活比放纵的生活更好,还是没有说服你?卡里克勒斯:你没有说服我,苏格拉底。因为对那个已经装满的人来说,不再有任何快乐,而这正是我刚才所说的,像石头一样生活,一旦装满之后,既不再感到快乐,也不再感到痛苦。相反,愉快地生活就在于此:在于有尽可能多的东西源源不断地流入。苏格拉底:那么,如果流入得多,流出的也必然多,而且流出的孔洞也必须相当大,不是吗?卡里克勒斯:当然如此。苏格拉底:那你所说的就是某种千鸟的生活了,而不是死人或石头的。请告诉我:你所说的是不是像肚子饿了、挨饿时就吃东西那样的情况?卡里克勒斯:正是。苏格拉底:还有口渴了、口渴时就喝水?卡里克勒斯:我是这样说的,并且拥有所有其他的欲望,并能满足它们,快快乐乐、幸福地生活。苏格拉底:好极了,最优秀的朋友!请继续按你开始的方式说下去,千万不要因为羞耻而退缩。看来,我也必须不顾羞耻了。首先请告诉我,如果一个人患了疥疮浑身发痒,有充足的机会抓痒,一辈子都在不停地抓痒中度过,这能算作幸福地生活吗?卡里克勒斯:你真是个怪人,苏格拉底,简直就是个煽动大众的演说家。苏格拉底:正因如此,卡里克勒斯,我才让波洛斯和高尔吉亚感到震惊并让他们感到羞愧。但是你绝不会震惊,也绝不会感到羞愧,因为你是勇敢的。不过,只需回答我就好。卡里克勒斯:那么,我承认抓痒的人也能生活得愉快。苏格拉底:那么,既然愉快,也就是幸福了吗?卡里克勒斯:当然。苏格拉底:是只有头部发痒吗——还是我还需要问你更多?看啊,卡里克勒斯,如果有人接连问你所有与此相关的问题,你会怎么回答。而作为这类事情的顶点,男娼的生活,难道不是可怕、可耻且悲惨的吗?或者,如果他们能充分享受他们所需要的一切,你还敢说他们是幸福的吗?卡里克勒斯:苏格拉底,把话题引向这种事情,难道你不觉得可耻吗?

§495

ΣΩ. ἦ γὰρ ἐγὼ ἄγω ἐνταῦθα, ὦ γενναῖε, ἢ ἐκεῖνος ὃς ἂν φῇ ἀνέδην οὕτω τοὺς χαίροντας, ὅπως ἂν χαίρωσιν, εὐδαίμονας εἶναι, καὶ μὴ διορίζηται τῶν ἡδονῶν ὁποῖαι ἀγαθαὶ καὶ κακαί; ἀλλʼ ἔτι καὶ νῦν λέγε πότερον φῂς εἶναι τὸ αὐτὸ ἡδὺ καὶ ἀγαθόν, ἢ εἶναί τι τῶν ἡδέων ὃ οὐκ ἔστιν ἀγαθόν; ΚΑΛ. ἵνα δή μοι μὴ ἀνομολογούμενος ᾖ ὁ λόγος,4 ἐὰν ἕτερον φήσω εἶναι, τὸ αὐτό φημι εἶναι. ΣΩ. διαφθείρεις, ὦ Καλλίκλεις, τοὺς πρώτους λόγους, καὶ οὐκ ἂν ἔτι μετʼ ἐμοῦ ἱκανῶς τὰ ὄντα ἐξετάζοις, εἴπερ παρὰ τὰ δοκοῦντα σαυτῷ ἐρεῖς. ΚΑΛ. καὶ γὰρ σύ, ὦ Σώκρατες. ΣΩ. οὐ τοίνυν ὀρθῶς ποιῶ οὔτʼ ἐγώ, εἴπερ ποιῶ τοῦτο, οὔτε σύ. ἀλλʼ, ὦ μακάριε, ἄθρει μὴ οὐ τοῦτο ᾖ τὸ ἀγαθόν,5 τὸ πάντως χαίρειν· ταῦτά τε γὰρ τὰ νυνδὴ αἰνιχθέντα πολλὰ καὶ αἰσχρὰ φαίνεται συμβαίνοντα, εἰ τοῦτο οὕτως ἔχει, καὶ ἄλλα πολλά. ΚΑΛ. ὡς σύ γε οἴει, ὦ Σώκρατες. ΣΩ. σὺ δὲ τῷ ὄντι, ὦ Καλλίκλεις, ταῦτα ἰσχυρίζῃ; ΚΑΛ. ἔγωγε. ΣΩ. ἐπιχειρῶμεν ἄρα τῷ λόγῳ ὡς σοῦ σπουδάζοντος; ΚΑΛ. πάνυ γε σφόδρα. ΣΩ. ἴθι δή μοι, ἐπειδὴ οὕτω δοκεῖ, διελοῦ τάδε· ἐπιστήμην που καλεῖς τι; ΚΑΛ. ἔγωγε. ΣΩ. οὐ καὶ ἀνδρείαν νυνδὴ ἔλεγές τινα εἶναι μετὰ ἐπιστήμης; ΚΑΛ. ἔλεγον γάρ. ΣΩ. ἄλλο τι οὖν ὡς ἕτερον τὴν ἀνδρείαν τῆς ἐπιστήμης δύο ταῦτα ἔλεγες; ΚΑΛ. σφόδρα γε. ΣΩ. τί δέ; ἡδονὴν καὶ ἐπιστήμην ταὐτὸν ἢ ἕτερον; ΚΑΛ. ἕτερον δήπου, ὦ σοφώτατε σύ. ΣΩ. ἦ καὶ ἀνδρείαν ἑτέραν ἡδονῆς; ΚΑΛ. πῶς γὰρ οὔ; ΣΩ. φέρε δὴ ὅπως μεμνησόμεθα ταῦτα, ὅτι Καλλικλῆς ἔφη Ἀχαρνεὺς ἡδὺ μὲν καὶ ἀγαθὸν ταὐτὸν εἶναι, ἐπιστήμην δὲ καὶ ἀνδρείαν καὶ ἀλλήλων καὶ τοῦ ἀγαθοῦ ἕτερον. ΚΑΛ. Σωκράτης δέ γε ἡμῖν ὁ Ἀλωπεκῆθεν οὐχ ὁμολογεῖ ταῦτα. ἢ ὁμολογεῖ; ΣΩ. οὐχ ὁμολογεῖ· οἶμαι δέ γε οὐδὲ Καλλικλῆς, ὅταν αὐτὸς αὑτὸν θεάσηται ὀρθῶς. εἰπὲ γάρ μοι, τοὺς εὖ πράττοντας τοῖς κακῶς πράττουσιν6 οὐ τοὐναντίον ἡγῇ πάθος πεπονθέναι; ΚΑΛ. ἔγωγε. ΣΩ. ἆρʼ οὖν, εἴπερ ἐναντία ἐστὶν ταῦτα ἀλλήλοις, ἀνάγκη περὶ αὐτῶν ἔχειν ὥσπερ περὶ ὑγιείας ἔχει καὶ νόσου; οὐ γὰρ ἅμα δήπου ὑγιαίνει τε καὶ νοσεῖ ὁ ἄνθρωπος, οὐδὲ ἅμα ἀπαλλάττεται ὑγιείας τε καὶ νόσου. ΚΑΛ. πῶς λέγεις;

苏格拉底:高贵的朋友,是我把话题引向那里的,还是那个无条件地声称:凡是感到快乐的人,不管他们如何感到快乐,都是幸福的,并且不区分快乐中哪些是好的、哪些是坏的的那个人呢?不过,直到现在,请告诉我:你是否认为“快乐的”和“好的”是同一回事,还是说在快乐的事物中,有一些并不是好的?卡里克勒斯:为了不让我的论点前后不一致,如果我说它们是不同的,我就承认它们是相同的。苏格拉底:卡里克勒斯,如果是这样,你就推翻了你最初的言论,如果你说的话违背你自己的真实想法,你就不再能和我一起充分地探究存在了。卡里克勒斯:因为你也做同样的事,苏格拉底。苏格拉底:那么,如果我真的这么做,我做得不对,你也是。但是,我亲爱的朋友,请看看,“好”是不是不可能是“以任何方式感到快乐”。因为如果真是这样,刚才暗示的许多可耻的事显然就会随之发生,还有许多其他的事也是。卡里克勒斯:那只是你这么想,苏格拉底。苏格拉底:但你真的,卡里克勒斯,坚持这一点吗?卡里克勒斯:我坚持。苏格拉底:那么,我们就假定你是认真的,来着手讨论吧?卡里克勒斯:非常如此。苏格拉底:来吧,既然你这么认为,请帮我区分一下:你认为有被称为“知识”的东西吗?卡里克勒斯:有的。苏格拉底:你刚才不是也说,有一种伴随着知识的“勇气”存在吗?卡里克勒斯:我是说过的。苏格拉底:那么,你意思是勇气和知识不同,它们是两个不同的东西吗?卡里克勒斯:当然。苏格拉底:那么快乐和知识呢?是同一个还是不同的?卡里克勒斯:当然不同,你这个最聪明的人。苏格拉底:勇气也和快乐不同吗?卡里克勒斯:怎么可能不呢?苏格拉底:好吧,让我们记住这些:阿哈尔奈的卡里克勒斯声称,快乐与好是同一回事,但知识和勇气无论是相互之间还是与“好”都是不同的。卡里克勒斯:但是,我们阿洛佩克的苏格拉底并不同意我们。还是他同意呢?苏格拉底:他不同意。而且我想,当卡里克勒斯正确地审视自己时,他自己也不会同意。请告诉我:你难道不认为那些处境好的人和处境坏的人经历着相反的状态吗?卡里克勒斯:我是这样认为的。苏格拉底:那么,如果它们是相互对立的,它们的情况是不是必然就像健康和疾病的情况一样?因为一个人肯定不可能同时健康又生病,也不可能同时摆脱健康和疾病。卡里克勒斯:你这是什么意思?

语法注6 条
  1. 494aτὰς ἐσχάτας λυποῖτο λύπας

    被动语态(或中间语态)动词 λυποῖτο 与同族宾格(cognate accusative)名词短语 τὰς ἐσχάτας λύπας 连用,用于加强动作的程度,表示“遭受最极端的痛苦”。

  2. 494aτὸ ὥσπερ λίθον ζῆν

    中性单数冠词 τό 将包含状语修饰(ὥσπερ λίθον)的不定式短语 ζῆν 整体名词化,构成一个名词性短语,意为“像石头一样生活”。

  3. 494eὁ τῶν κιναίδων βίος

    苏格拉底提出的一项极端的修辞学与战略性例证,旨在揭示卡里克勒斯将快乐与善完全等同这一享乐主义立场在逻辑上必然导致的荒谬与极度不名誉的后果。

  4. 495aἵνα δή μοι μὴ ἀνομολογούμενος ᾖ ὁ λόγος

    由目的连词 ἵνα 引导的从句。使用现在分词 ἀνομολογούμενος(不一致的、矛盾的)构成的迂回表达,生动地刻画了卡里克勒斯为了勉强维持自身论点一贯性而采取的防卫性态度。

  5. 495bἄθρει μὴ οὐ τοῦτο ᾖ τὸ ἀγαθόν

    动词 ἄθρει(看、注意)后面接 μὴ οὐ 以及虚拟语气(ᾖ)的句式,用于表达委婉但坚定的怀疑或担忧:“请注意看,这可能并不是(善)”。

  6. 495eτοὺς εὖ πράττοντας τοῖς κακῶς πράττουσιν

    动词 πράττω 与副词(εὖ / κακῶς)结合的固定用法,意为“处境好(幸福)/ 处境差(不幸)”。此处分词被名词化,用于对比两个截然相反的群体。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:494-495