- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:449
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
苏格拉底引导高尔吉亚承认自己的技艺是“修辞学”,且应被称为“修辞家”。随后,苏格拉底让高尔吉亚承诺用简短的问答形式继续交谈,并开始就修辞学的定义展开提问。
ΣΩ. καὶ μάλα. ἀλλʼ οὐδεὶς ἐρωτᾷ ποία τις ἡ Γοργίου τέχνη, ἀλλὰ τίς, καὶ ὅντινα δέοι καλεῖν τὸν Γοργίαν· ὥσπερ τὰ ἔμπροσθέν σοι ὑπετείνατο Χαιρεφῶν καὶ αὐτῷ καλῶς καὶ διὰ βραχέων ἀπεκρίνω, καὶ νῦν οὕτως εἰπὲ τίς ἡ τέχνη καὶ τίνα Γοργίαν καλεῖν χρὴ ἡμᾶς. μᾶλλον δέ, ὦ Γοργία, αὐτὸς ἡμῖν εἰπὲ τίνα σε χρὴ καλεῖν ὡς τίνος ἐπιστήμονα τέχνης. ΓΟΡ. τῆς ῥητορικῆς, ὦ Σώκρατες. ΣΩ. ῥήτορα ἄρα χρή σε καλεῖν; ΓΟΡ. ἀγαθόν γε, ὦ Σώκρατες, εἰ δὴ ὅ γε εὔχομαι εἶναι,1 ὡς ἔφη Ὅμηρος, βούλει με καλεῖν. ΣΩ. ἀλλὰ βούλομαι. ΓΟΡ. κάλει δή. ΣΩ. οὐκοῦν καὶ ἄλλους σε φῶμεν δυνατὸν εἶναι ποιεῖν; ΓΟΡ. ἐπαγγέλλομαί γε δὴ ταῦτα οὐ μόνον ἐνθάδε ἀλλὰ καὶ ἄλλοθι. ΣΩ. ἆρʼ οὖν ἐθελήσαις ἄν, ὦ Γοργία, ὥσπερ νῦν διαλεγόμεθα, διατελέσαι τὸ μὲν ἐρωτῶν, τὸ δʼ ἀποκρινόμενος,2 τὸ δὲ μῆκος τῶν λόγων τοῦτο, οἷον καὶ Πῶλος ἤρξατο, εἰς αὖθις ἀποθέσθαι; ἀλλʼ ὅπερ ὑπισχνῇ, μὴ ψεύσῃ, ἀλλὰ ἐθέλησον κατὰ βραχὺ τὸ ἐρωτώμενον ἀποκρίνεσθαι. ΓΟΡ. εἰσὶ μέν, ὦ Σώκρατες, ἔνιαι τῶν ἀποκρίσεων ἀναγκαῖαι διὰ μακρῶν τοὺς λόγους ποιεῖσθαι· οὐ μὴν ἀλλὰ πειράσομαί γε ὡς διὰ βραχυτάτων. καὶ γὰρ αὖ καὶ τοῦτο ἕν ἐστιν ὧν φημι, μηδένα ἂν ἐν βραχυτέροις ἐμοῦ τὰ αὐτὰ εἰπεῖν. ΣΩ. τούτου μὴν δεῖ, ὦ Γοργία· καί μοι ἐπίδειξιν αὐτοῦ τούτου ποίησαι, τῆς βραχυλογίας, μακρολογίας δὲ εἰς αὖθις. ΓΟΡ. ἀλλὰ ποιήσω, καὶ οὐδενὸς φήσεις βραχυλογωτέρου ἀκοῦσαι. ΣΩ. φέρε δή· ῥητορικῆς γὰρ φῂς ἐπιστήμων τέχνης εἶναι καὶ ποιῆσαι ἂν καὶ ἄλλον ῥήτορα· ἡ ῥητορικὴ περὶ τί τῶν ὄντων τυγχάνει οὖσα; ὥσπερ ἡ ὑφαντικὴ περὶ τὴν τῶν ἱματίων ἐργασίαν· ἦ γάρ; ΓΟΡ. ναί. ΣΩ. οὐκοῦν καὶ ἡ μουσικὴ περὶ τὴν τῶν μελῶν ποίησιν; ΓΟΡ. ναί. ΣΩ. νὴ τὴν Ἥραν, ὦ Γοργία, ἄγαμαί γε τὰς ἀποκρίσεις, ὅτι ἀποκρίνῃ ὡς οἷόν τε διὰ βραχυτάτων. ΓΟΡ. πάνυ γὰρ οἶμαι, ὦ Σώκρατες, ἐπιεικῶς τοῦτο ποιεῖν. ΣΩ. εὖ λέγεις. ἴθι δή μοι ἀπόκριναι οὕτως καὶ περὶ τῆς ῥητορικῆς, περὶ τί τῶν ὄντων ἐστὶν ἐπιστήμη; ΓΟΡ. περὶ λόγους. ΣΩ. ποίους τούτους, ὦ Γοργία; ἆρα οἳ δηλοῦσι τοὺς κάμνοντας, ὡς ἂν διαιτώμενοι ὑγιαίνοιεν; ΓΟΡ. οὔ. ΣΩ. οὐκ ἄρα περὶ πάντας γε τοὺς λόγους ἡ ῥητορική ἐστιν. ΓΟΡ. οὐ δῆτα. ΣΩ. ἀλλὰ μὴν λέγειν γε ποιεῖ δυνατούς. ΓΟΡ. ναί. ΣΩ. οὐκοῦν περὶ ὧνπερ λέγειν, καὶ φρονεῖν;3 ΓΟΡ. πῶς γὰρ οὔ;
苏格拉底:确实如此。但是没有人问高尔吉亚的技艺是哪一种,而是问它是什么,以及应该如何称呼高尔吉亚。正如刚才凯勒丰向你提出问题,而你对他也作了漂亮且简短的回答一样,现在你也同样告诉我们这门技艺是什么,以及我们应该称高尔吉亚为什么。或者更确切地说,高尔吉亚,请你亲自告诉我们,应该把你称作精通什么技艺的人。 高尔吉亚:修辞学,苏格拉底。 苏格拉底:那么应该称你为修辞家吗? 高尔吉亚:如果你真的想照荷马所说,称我为我所自诩的“优秀的人”的话,苏格拉底。 苏格拉底:我确实想这么称呼。 高尔吉亚:那就这样称呼吧。 苏格拉底:那么,我们是否可以说你也能使别人成为这样的人呢? 高尔吉亚:我确实宣告了这一点,不仅在这里,在其他地方也是如此。 苏格拉底:那么,高尔吉亚,你是否愿意像我们现在这样继续交谈下去,一人提问,一人回答,而把波洛斯刚才开始的那种冗长的发言留到改天呢?但不要违背你的诺言,要愿意简短地回答所问的问题。 高尔吉亚:苏格拉底,有些回答确实不可避免地需要进行长篇大论;然而,我会尽力做到最简短。因为这也是我所声称的一点:没有人能用比我更简短的话来表达同样的意思。 苏格拉底:这确实是需要的,高尔吉亚。请为我展示这门本领,也就是简明扼要,而长篇大论就留到改天吧。 高尔吉亚:好的,我会展示的,而且你会说从未听过比这更简短的人说话。 苏格拉底:来吧。因为你说你精通修辞学的技艺,并且也能使别人成为修辞家。那么修辞学究竟是关于存在之物中的什么呢?就像织布术是关于衣服的制作一样,不是吗? 高尔吉亚:是的。 苏格拉底:那么,音乐也是关于歌曲的创作吗? 高尔吉亚:是的。 苏格拉底:凭赫拉发誓,高尔吉亚,我真的很佩服你的回答,因为你回答得尽可能简短。 高尔吉亚:苏格拉底,因为我确实认为自己在这方面做得相当得体。 苏格拉底:说得好。来吧,请以同样的方式回答我关于修辞学的问题:它是关于存在之物中的什么知识? 高尔吉亚:关于言辞。 苏格拉底:是哪种言辞,高尔吉亚?难道是指向病人表明如何通过调理膳食来恢复健康的言辞吗? 高尔吉亚:不是。 苏格拉底:那么,修辞学并不是关于所有言辞的。 高尔吉亚:确实不是。 苏格拉底:但它确实能使人具有说话的能力。 高尔吉亚:是的。 苏格拉底:那么,它也使人能对自己所说的内容进行思考吗? 高尔吉亚:怎么会不呢?
- 449aὅ γε εὔχομαι εἶναι
关系代词 ὅ 包含其先行词(= τοῦτο ὅ),并在关系从句中作 εἶναι 的表语。整体意思是“我自诩为的那种人”,指代前文的“优秀的(ἀγαθόν)”。动词 εὔχομαι 在此具有荷马史诗中“自诩、自负”的意思,而非“祈祷”。
- 449bτὸ μὲν ἐρωτῶν, τὸ δʼ ἀποκρινόμενος
此处存在语法上的非对称性(破格,anacoluthon)。τὸ μὲν ἐρωτῶν 是中性单数宾格的带冠词不定式(“一方面通过提问”),而 τὸ δʼ ἀποκρινόμενος 则是主格分词(“另一方面作为回答者”),两者结构并不对称。它们在这里作为 διατελέσαι(“继续”)的补充和说明性表达。
- 449eοὐκοῦν περὶ ὧνπερ λέγειν, καὶ φρονεῖν;
该句承接了苏格拉底前一句中的使役结构 ποιεῖ [αὐτοὺς] δυνατούς(“使[他们]能够……”)。因此,整句结构为:“那么,[修辞学是否也使他们能够]对自己[所能够]谈论的那些事物进行思考呢?”
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-10-15)
- 2026-10-15 读者报告(校订者修正) — 原文 1 处
