← 柏拉图

高尔吉亚篇

§447-448

关于高尔吉亚技艺的追问与波洛斯的赞美

苏格拉底和凯勒丰在卡里克勒斯的引导下,拜访了著名修辞学家高尔吉亚的下榻处。凯勒丰就高尔吉亚所擅长的技艺向其弟子波洛斯发问,但波洛斯只是一味赞美该技艺,却没有具体回答它究竟是什么。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§447

ΚΑΛ. πολέμου καὶ μάχης φασὶ χρῆναι, ὦ Σώκρατες, οὕτω μεταλαγχάνειν. ΣΩ. ἀλλʼ ἦ, τὸ λεγόμενον,1 κατόπιν ἑορτῆς ἥκομεν καὶ ὑστεροῦμεν; ΚΑΛ. καὶ μάλα γε ἀστείας ἑορτῆς· πολλὰ γὰρ καὶ καλὰ Γοργίας ἡμῖν ὀλίγον πρότερον ἐπεδείξατο. ΣΩ. τούτων μέντοι, ὦ Καλλίκλεις, αἴτιος Χαιρεφῶν ὅδε, ἐν ἀγορᾷ ἀναγκάσας ἡμᾶς διατρῖψαι. ΧΑΙ. οὐδὲν πρᾶγμα,2 ὦ Σώκρατες· ἐγὼ γὰρ καὶ ἰάσομαι. φίλος γάρ μοι Γοργίας, ὥστʼ ἐπιδείξεται ἡμῖν, εἰ μὲν δοκεῖ, νῦν, ἐὰν δὲ βούλῃ, εἰς αὖθις. ΚΑΛ. τί δέ, ὦ Χαιρεφῶν; ἐπιθυμεῖ Σωκράτης ἀκοῦσαι Γοργίου; ΧΑΙ. ἐπʼ αὐτό γέ τοι τοῦτο πάρεσμεν. ΚΑΛ. οὐκοῦν ὅταν βούλησθε παρʼ ἐμὲ ἥκειν οἴκαδε· παρʼ ἐμοὶ γὰρ Γοργίας καταλύει καὶ ἐπιδείξεται ὑμῖν. ΣΩ. εὖ λέγεις, ὦ Καλλίκλεις. ἀλλʼ ἆρα ἐθελήσειεν ἂν ἡμῖν διαλεχθῆναι; βούλομαι γὰρ πυθέσθαι παρʼ αὐτοῦ τίς ἡ δύναμις τῆς τέχνης τοῦ ἀνδρός, καὶ τί ἐστιν ὃ ἐπαγγέλλεταί τε καὶ διδάσκει· τὴν δὲ ἄλλην ἐπίδειξιν εἰς αὖθις, ὥσπερ σὺ λέγεις, ποιησάσθω. ΚΑΛ. οὐδὲν οἷον τὸ αὐτὸν ἐρωτᾶν,3 ὦ Σώκρατες. καὶ γὰρ αὐτῷ ἓν τοῦτʼ ἦν τῆς ἐπιδείξεως· ἐκέλευε γοῦν νυνδὴ ἐρωτᾶν ὅτι τις βούλοιτο τῶν ἔνδον ὄντων, καὶ πρὸς ἅπαντα ἔφη ἀποκρινεῖσθαι. ΣΩ. ἦ καλῶς λέγεις. ὦ Χαιρεφῶν, ἐροῦ αὐτόν. ΧΑΙ. τί ἔρωμαι; ΣΩ. ὅστις ἐστίν. ΧΑΙ. πῶς λέγεις; ΣΩ. ὥσπερ ἂν εἰ ἐτύγχανεν ὢν ὑποδημάτων δημιουργός, ἀπεκρίνατο ἂν δήπου σοι ὅτι σκυτοτόμος· ἢ οὐ μανθάνεις ὡς λέγω; ΧΑΙ. μανθάνω καὶ ἐρήσομαι. εἰπέ μοι, ὦ Γοργία, ἀληθῆ λέγει Καλλικλῆς ὅδε ὅτι ἐπαγγέλλῃ ἀποκρίνεσθαι ὅτι ἄν τίς σε ἐρωτᾷ;

卡里克勒斯:苏格拉底,人们说,战争和战斗就该以这种方式来参与。 苏格拉底:哎呀,难道真如俗话所说,我们是在节日之后才到,来晚了吗? 卡里克勒斯:而且是一个非常精彩的节日呢;因为就在刚才,高尔吉亚为我们展示了许多美妙的东西。 苏格拉底:然而,卡里克勒斯,这都怪这边的凯勒丰,他强迫我们在广场上逗留。 凯勒丰:没关系,苏格拉底,我会负责医治的。因为高尔吉亚是我的朋友,所以他会为我们展示,如果你愿意,现在就可以,或者如果你想的话,改天也行。 卡里克勒斯:怎么,凯勒丰?苏格拉底想听高尔吉亚演讲吗? 凯勒丰:正是为了这件事,我们才来的。 卡里克勒斯:那么,你们什么时候想来,就到我家里来吧。高尔吉亚就住在我家,他会为你们展示的。 苏格拉底:你真好,卡里克勒斯。但他是否愿意和我们交谈呢?因为我想向他请教,这位先生的技艺有什么力量,以及他所宣告并教授的东西究竟是什么;至于其他的展示,就如你所说,留到改天再做吧。 卡里克勒斯:没有什么比直接问他本人更好的了,苏格拉底。因为这也正是他展示的一部分;就在刚才,他还让屋里的人随意提问,并声称自己会回答所有问题。 苏格拉底:这太好了。凯勒丰,问问他。 凯勒丰:我该问什么? 苏格拉底:他是谁。 凯勒丰:你这是什么意思? 苏格拉底:就像如果他恰好是一个制鞋匠,他一定会回答你说他是鞋匠一样;或者你没明白我说的意思? 凯勒丰:我明白了,这就去问。告诉我,高尔吉亚,这边的卡里克勒斯说你宣告会回答任何人问你的任何问题,这是真的吗?

§448

ΓΟΡ. ἀληθῆ, ὦ Χαιρεφῶν· καὶ γὰρ νυνδὴ αὐτὰ ταῦτα ἐπηγγελλόμην, καὶ λέγω ὅτι οὐδείς μέ πω ἠρώτηκε καινὸν οὐδὲν πολλῶν ἐτῶν. ΧΑΙ. ἦ που ἄρα ῥᾳδίως ἀποκρινῇ, ὦ Γοργία. ΓΟΡ. πάρεστι τούτου πεῖραν, ὦ Χαιρεφῶν, λαμβάνειν. ΠΩΛ. νὴ Δία· ἂν δέ γε βούλῃ, ὦ Χαιρεφῶν, ἐμοῦ. Γοργίας μὲν γὰρ καὶ ἀπειρηκέναι μοι δοκεῖ· πολλὰ γὰρ ἄρτι διελήλυθεν. ΧΑΙ. τί δέ, ὦ Πῶλε; οἴει σὺ κάλλιον ἂν Γοργίου ἀποκρίνασθαι; ΠΩΛ. τί δὲ τοῦτο, ἐὰν σοί γε ἱκανῶς;4 ΧΑΙ. οὐδέν· ἀλλʼ ἐπειδὴ σὺ βούλει, ἀποκρίνου. ΠΩΛ. Ἐρώτα. ΧΑΙ. ἐρωτῶ δή. εἰ ἐτύγχανε Γοργίας ἐπιστήμων ὢν τῆς τέχνης ἧσπερ ὁ ἀδελφὸς αὐτοῦ Ἡρόδικος, τί ἂν αὐτὸν ὠνομάζομεν δικαίως; οὐχ ὅπερ ἐκεῖνον; ΠΩΛ. πάνυ γε. ΧΑΙ. ἰατρὸν ἄρα φάσκοντες αὐτὸν εἶναι καλῶς ἂν ἐλέγομεν. ΠΩΛ. ναί. ΧΑΙ. εἰ δέ γε ἧσπερ Ἀριστοφῶν ὁ Ἀγλαοφῶντος ἢ ὁ ἀδελφὸς αὐτοῦ ἔμπειρος ἦν τέχνης, τίνα ἂν αὐτὸν ὀρθῶς ἐκαλοῦμεν; ΠΩΛ. δῆλον ὅτι ζωγράφον. ΧΑΙ. νῦν δʼ ἐπειδὴ τίνος τέχνης ἐπιστήμων ἐστίν,5 τίνα ἂν καλοῦντες αὐτὸν ὀρθῶς καλοῖμεν; ΠΩΛ. ὦ Χαιρεφῶν, πολλαὶ τέχναι ἐν ἀνθρώποις εἰσὶν ἐκ τῶν ἐμπειριῶν ἐμπείρως ηὑρημέναι· ἐμπειρία μὲν γὰρ ποιεῖ τὸν αἰῶνα ἡμῶν πορεύεσθαι κατὰ τέχνην, ἀπειρία δὲ κατὰ τύχην. ἑκάστων δὲ τούτων μεταλαμβάνουσιν ἄλλοι ἄλλων ἄλλως, τῶν δὲ ἀρίστων οἱ ἄριστοι· ὧν καὶ Γοργίας ἐστὶν ὅδε, καὶ μετέχει τῆς καλλίστης τῶν τεχνῶν. ΣΩ. καλῶς γε, ὦ Γοργία, φαίνεται Πῶλος παρεσκευάσθαι εἰς λόγους· ἀλλὰ γὰρ ὃ ὑπέσχετο Χαιρεφῶντι οὐ ποιεῖ. ΓΟΡ. τί μάλιστα, ὦ Σώκρατες; ΣΩ. τὸ ἐρωτώμενον οὐ πάνυ μοι φαίνεται ἀποκρίνεσθαι. ΓΟΡ. ἀλλὰ σύ, εἰ βούλει, ἐροῦ αὐτόν. ΣΩ. οὔκ, εἰ αὐτῷ γε σοὶ βουλομένῳ ἐστὶν ἀποκρίνεσθαι,6 ἀλλὰ πολὺ ἂν ἥδιον σέ. δῆλος γάρ μοι Πῶλος καὶ ἐξ ὧν εἴρηκεν ὅτι τὴν καλουμένην ῥητορικὴν μᾶλλον μεμελέτηκεν ἢ διαλέγεσθαι. ΠΩΛ. τί δή, ὦ Σώκρατες; ΣΩ. ὅτι, ὦ Πῶλε, ἐρομένου Χαιρεφῶντος τίνος Γοργίας ἐπιστήμων τέχνης, ἐγκωμιάζεις μὲν αὐτοῦ τὴν τέχνην ὥσπερ τινὸς ψέγοντος, ἥτις δέ ἐστιν οὐκ ἀπεκρίνω. ΠΩΛ. οὐ γὰρ ἀπεκρινάμην ὅτι εἴη ἡ καλλίστη;

高尔吉亚:是真的,凯勒丰。因为刚才我确实在宣告这些,而且我说,许多年来还没有人问过我任何新鲜的问题。 凯勒丰:那么你一定能轻松回答了,高尔吉亚。 高尔吉亚:这件事你可以试一试,凯勒丰。 波洛斯:凭宙斯发誓!凯勒丰,如果你愿意,也可以试试我。因为在我看来高尔吉亚似乎已经累了,毕竟他刚才已经讲了很多。 凯勒丰:怎么,波洛斯?你认为你能比高尔吉亚回答得更好吗? 波洛斯:只要对你来说足够好就行了,这有什么关系? 凯勒丰:没什么。既然你愿意,那就回答吧。 波洛斯:提问吧。 凯勒丰:那我就问了。如果高尔吉亚恰好精通他兄弟赫罗迪库斯所掌握的那门技艺,我们理应称他为什么?不就是称他为他兄弟那样的名称吗? 波洛斯:当然。 凯勒丰:那么,如果我们说他是医生,就是说对了。 波洛斯:是的。 凯勒丰:但如果他精通的是阿里斯托丰(阿格拉奥丰之子)或其兄弟所熟练的那门技艺,我们应该正确地称他为什么? 波洛斯:显然是画家。 凯勒丰:但现在,既然他精通某一门技艺,那么我们该称他为什么,才是正确地称呼他呢? 波洛斯:凯勒丰,在人类之中有许多技艺,是通过经验以经验的方式被发现的。因为经验使我们的生活依循技艺而行,而无经验则使其依循运气而行。对于这些不同的技艺,不同的人以不同的方式参与其中不同的部分,而最优秀的人则参与最优秀的技艺;这边的高尔吉亚就是其中之一,他所分享的是最美妙的技艺。 苏格拉底:高尔吉亚,波洛斯看起来确实为辞令做了极好的准备;但他并没有履行他对凯勒丰的承诺。 高尔吉亚:这怎么说,苏格拉底? 苏格拉底:在我看来,他完全没有回答所提的问题。 高尔吉亚:那么,如果你愿意,就亲自问他吧。 苏格拉底:不,如果你自己愿意回答的话,我还是更乐意问你。因为从波洛斯所说的话中我很清楚,他对于所谓的修辞学比对于交谈下过更多的功夫。 波洛斯:为什么这么说,苏格拉底? 苏格拉底:因为,波洛斯,当凯勒丰问起高尔吉亚精通什么技艺时,你却极力赞美他的技艺,仿佛有人在指责它似的,却根本没有回答那究竟是什么技艺。 波洛斯:难道我没有回答说它是最美妙的吗?

语法注6 条
  1. 447aτὸ λεγόμενον

    充当插入语的宾格绝对格(或状语性宾格),意为“如俗话所说”或“所谓”。

  2. 447bοὐδὲν πρᾶγμα

    省略了系动词 ἐστίν 的口语化习惯表达,意为“没关系”、“不要紧”。

  3. 447cοὐδὲν οἷον τὸ αὐτὸν ἐρωτᾶν

    这是惯用句型 οὐδέν ἐστιν οἷον(“没有什么比……更好”)的省略形式,其后接带冠词不定式 τὸ ἐρωτᾶν 及其动作主体(宾格形式)αὐτόν。

  4. 448bτί δὲ τοῦτο, ἐὰν σοί γε ἱκανῶς;

    口语化的省略表达,前半部分省略了动词,相当于 τί δὲ τοῦτο διαφέρει(“这有什么关系?”);后半部分则省略了答问动词,即 ἐὰν σοί γε ἱκανῶς ἀποκρίνωμαι(“如果我对你而言回答得足够好”)。

  5. 448cνῦν δʼ ἐπειδὴ τίνος τέχνης ἐπιστήμων ἐστίν

    由 ἐπειδὴ(“既然”)引导的从句中混入了疑问词 τίνος,并与主句的疑问句相结合,形成了逻辑上高度压缩的混合结构。

  6. 448dεἰ αὐτῷ γε σοὶ βουλομένῳ ἐστὶν ἀποκρίνεσθαι

    与格代词(表示所有者,σοί)及同格分词(βουλομένῳ)与动词 ἐστίν 连用的惯用表达,意为“如果你自己愿意/如果这对你本人是乐意的”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(2 处,最近 2026-10-15)
  • 2026-10-15 读者报告(校订者修正) — 原文 2 处
urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:447-448