- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg021.humanitext-grc2:304-305
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
在§304中,苏格拉底戏谑地建议尤苏戴莫斯兄弟保密他们的智慧,仅向付学费的弟子传授,并劝说克里同前去求学,而克里同则透露一位演说撰稿人对哲学做出了严厉批评。在§305中,苏格拉底指出这位批评者属于介于哲学家与政治家之间的中庸之辈,并揭示他们因自恃在两个领域皆占优而视哲学家为眼中钉。
ΣΩ. τοῦτο μὲν οὖν τοῦ πράγματος1 σφῶν τὸ σοφὸν πρὸς μὲν τὸ ταχὺ παραδιδόναι καλόν, ἐναντίον δʼ ἀνθρώπων διαλέγεσθαι οὐκ ἐπιτήδειον, ἀλλʼ ἄν γέ μοι πείθησθε, εὐλαβήσεσθε μὴ πολλῶν ἐναντίον λέγειν, ἵνα μὴ ταχὺ ἐκμαθόντες ὑμῖν μὴ εἰδῶσιν χάριν. ἀλλὰ μάλιστα μὲν αὐτὼ πρὸς ἀλλήλω μόνω διαλέγεσθον· εἰ δὲ μή, εἴπερ ἄλλου του ἐναντίον, ἐκείνου μόνου ὃς ἂν ὑμῖν διδῷ ἀργύριον. τὰ αὐτὰ δὲ ταῦτα, ἐὰν σωφρονῆτε, καὶ τοῖς μαθηταῖς συμβουλεύσετε, μηδέποτε μηδενὶ ἀνθρώπων διαλέγεσθαι ἀλλʼ ἢ ὑμῖν τε καὶ αὑτοῖς· τὸ γὰρ σπάνιον, ὦ Εὐθύδημε, τίμιον, τὸ δὲ ὕδωρ εὐωνότατον, ἄριστον ὄν, ὡς ἔφη Πίνδαρος. ἀλλʼ ἄγετε, ἦν δʼ ἐγώ, ὅπως κἀμὲ καὶ Κλεινίαν τόνδε παραδέξεσθον. ταῦτα, ὦ Κρίτων, καὶ ἄλλα ἄττα ἔτι βραχέα διαλεχθέντες ἀπῇμεν. σκόπει οὖν ὅπως συμφοιτήσεις παρὰ τὼ ἄνδρε, ὡς ἐκείνω φατὸν οἵω τε εἶναι διδάξαι τὸν ἐθέλοντʼ ἀργύριον διδόναι, καὶ οὔτε φύσιν οὔθʼ ἡλικίαν ἐξείργειν οὐδεμίαν—ὃ δὲ καὶ σοὶ μάλιστα προσήκει ἀκοῦσαι, ὅτι οὐδὲ τοῦ χρηματίζεσθαί φατον διακωλύειν οὐδέν—μὴ οὐ παραλαβεῖν2 ὁντινοῦν εὐπετῶς τὴν σφετέραν σοφίαν. ΚΡ. καὶ μήν, ὦ Σώκρατες, φιλήκοος μὲν ἔγωγε καὶ ἡδέως ἄν τι μανθάνοιμι, κινδυνεύω μέντοι κἀγὼ εἷς εἶναι τῶν οὐχ ὁμοίων Εὐθυδήμῳ, ἀλλʼ ἐκείνων ὧν δὴ καὶ σὺ ἔλεγες, τῶν ἥδιον ἂν ἐξελεγχομένων ὑπὸ τῶν τοιούτων λόγων ἢ ἐξελεγχόντων. ἀτὰρ γελοῖον μέν μοι δοκεῖ εἶναι τὸ νουθετεῖν σε, ὅμως δέ, ἅ γʼ ἤκουον, ἐθέλω σοι ἀπαγγεῖλαι. τῶν ἀφʼ ὑμῶν ἀπιόντων ἴσθʼ ὅτι προσελθών τίς μοι περιπατοῦντι, ἀνὴρ οἰόμενος πάνυ εἶναι σοφός, τούτων τις τῶν περὶ τοὺς λόγους τοὺς εἰς τὰ δικαστήρια δεινῶν, ὦ Κρίτων, ἔφη, οὐδὲν ἀκροᾷ τῶνδε τῶν σοφῶν; —οὐ μὰ τὸν Δία, ἦν δʼ ἐγώ· οὐ γὰρ οἷός τʼ ἦ προσστὰς κατακούειν ὑπὸ τοῦ ὄχλου.— καὶ μήν, ἔφη, ἄξιόν γʼ ἦν ἀκοῦσαι. —τί δέ; ἦν δʼ ἐγώ.— ἵνα ἤκουσας ἀνδρῶν διαλεγομένων οἳ νῦν σοφώτατοί εἰσι τῶν περὶ τοὺς τοιούτους λόγους. —κἀγὼ εἶπον· τί οὖν ἐφαίνοντό σοι;— τί δὲ ἄλλο, ἦ δʼ ὅς, ἢ οἷάπερ ἀεὶ ἄν τις τῶν τοιούτων ἀκούσαι ληρούντων καὶ περὶ οὐδενὸς ἀξίων ἀναξίαν σπουδὴν ποιουμένων; (οὑτωσὶ γάρ πως καὶ εἶπεν τοῖς ὀνόμασιν).—καὶ ἐγώ, ἀλλὰ μέντοι, ἔφην, χαρίεν γέ τι πρᾶγμά ἐστιν ἡ φιλοσοφία.
苏格拉底:“‘那么,他们的这一智慧部分对于迅速传授确实是极好的,但不适合在众人面前辩论。但是,如果你听我的话,你要小心不要在许多人面前说话,免得他们很快学会了,就不对你们表示感激。相反,如果可能的话,你们两位最好只在彼此之间辩论。否则,如果是在别人面前,也要只在给你们钱的人面前。如果你们聪明的话,你们也应该向你们的弟子建议这些同样的事情,除了你们和他们自己之外,绝不要和任何人辩论。因为,尤苏戴莫斯啊,稀有的才是珍贵的,而水是最便宜的,尽管它是最好的,正如品达所说。但是来吧,’我说道,‘一定要把我和眼前的这位克雷尼亚斯都收为弟子。’ 克里同啊,谈完这些和其他一些简短的话,我们就离开了。因此,你要考虑如何才能去和这两个人一起学习,因为他们说他们能教任何愿意付钱的人,而且无论是天赋还是年龄都不能把任何人排除在外——而最适合你听的是,他们说即使是为了赚钱,也丝毫不会妨碍任何人轻易地接受他们的智慧。” 克里同:“实际上,苏格拉底啊,我是一个乐于听讲的人,也很乐意学习一些东西。然而,我也面临着成为那些与尤苏戴莫斯不同的人之一的风险,而是成为你刚才提到的那些人之一:那些宁愿被这种论证驳倒,也不愿去驳倒别人的人。尽管在我看来劝诫你是很可笑的,但我还是想把我听到的告诉你。要知道,在从你们那里离开的人当中,有人走到正在散步的我跟前,这是一个自以为非常聪明的人,是那些精通法廷辩论的人之一。‘克里同啊,’他说道,‘你一点也不听听这些聪明人的话吗?’ ——‘不,凭着宙斯起誓,’我说道,‘因为人太多了,我没能站在旁边听清楚。’ ——‘然而,’他说道,‘确实很值得一听。’ ——‘为什么呢?’我说道。 ——‘这样你就能听到那些在当前这种论证中最聪明的人在辩论了。’ ——我说道:‘那么,在你看他们怎么样?’ ——‘还能怎么样,’他说道,‘不就像人们总是听到这种人胡言乱语,对毫无价值的事情付出毫无价值的热情一样吗?’(他大概就是用这些字眼说的)。我说道:‘但无论如何,哲学是一件迷人的事情。’”
ΚΡ. ποῖον, ἔφη, χαρίεν, ὦ μακάριε; οὐδενὸς μὲν οὖν ἄξιον. ἀλλὰ καὶ εἰ νῦν παρεγένου, πάνυ ἄν σε οἶμαι αἰσχυνθῆναι ὑπὲρ τοῦ σεαυτοῦ ἑταίρου· οὕτως ἦν ἄτοπος, ἐθέλων ἑαυτὸν παρέχειν ἀνθρώποις οἷς οὐδὲν μέλει ὅτι ἂν λέγωσιν, παντὸς δὲ ῥήματος ἀντέχονται. καὶ οὗτοι, ὅπερ ἄρτι ἔλεγον, ἐν τοῖς κράτιστοί εἰσι τῶν νῦν. ἀλλὰ γάρ, ὦ Κρίτων, ἔφη, τὸ πρᾶγμα αὐτὸ καὶ οἱ ἄνθρωποι οἱ ἐπὶ τῷ πράγματι διατρίβοντες φαῦλοί εἰσιν καὶ καταγέλαστοι. ἐμοὶ δέ, ὦ Σώκρατες, τὸ πρᾶγμα ἐδόκει οὐκ ὀρθῶς ψέγειν οὔθʼ οὗτος οὔτʼ εἴ τις ἄλλος ψέγει· τὸ μέντοι ἐθέλειν διαλέγεσθαι τοιούτοις ἐναντίον πολλῶν ἀνθρώπων ὀρθῶς μοι ἐδόκει μέμφεσθαι. ΣΩ. ὦ Κρίτων, θαυμάσιοί εἰσιν οἱ τοιοῦτοι ἄνδρες. ἀτὰρ οὔπω οἶδα ὅτι μέλλω ἐρεῖν. ποτέρων ἦν ὁ προσελθών σοι καὶ μεμφόμενος τὴν φιλοσοφίαν; πότερον τῶν ἀγωνίσασθαι δεινῶν ἐν τοῖς δικαστηρίοις, ῥήτωρ τις, ἢ τῶν τοὺς τοιούτους εἰσπεμπόντων, ποιητὴς τῶν λόγων οἷς οἱ ῥήτορες ἀγωνίζονται; ΚΡ. ἥκιστα νὴ τὸν Δία ῥήτωρ, οὐδὲ οἶμαι πώποτʼ αὐτὸν ἐπὶ δικαστήριον ἀναβεβηκέναι· ἀλλʼ ἐπαΐειν αὐτόν φασι περὶ τοῦ πράγματος νὴ τὸν Δία καὶ δεινὸν εἶναι καὶ δεινοὺς λόγους συντιθέναι. ΣΩ. ἤδη μανθάνω· περὶ τούτων καὶ αὐτὸς νυνδὴ ἔμελλον λέγειν. οὗτοι γάρ εἰσιν μέν, ὦ Κρίτων, οὓς ἔφη Πρόδικος μεθόρια φιλοσόφου τε ἀνδρὸς καὶ πολιτικοῦ, οἴονται δʼ εἶναι πάντων σοφώτατοι ἀνθρώπων, πρὸς δὲ τῷ εἶναι καὶ δοκεῖν πάνυ παρὰ πολλοῖς, ὥστε παρὰ πᾶσιν εὐδοκιμεῖν ἐμποδὼν σφίσιν εἶναι οὐδένας ἄλλους ἢ τοὺς περὶ φιλοσοφίαν ἀνθρώπους. ἡγοῦνται οὖν, ἐὰν τούτους εἰς δόξαν καταστήσωσιν μηδενὸς δοκεῖν ἀξίους εἶναι, ἀναμφισβητήτως ἤδη παρὰ πᾶσιν τὰ νικητήρια εἰς δόξαν οἴσεσθαι σοφίας πέρι. εἶναι μὲν γὰρ τῇ ἀληθείᾳ σφᾶς σοφωτάτους, ἐν δὲ τοῖς ἰδίοις λόγοις ὅταν ἀποληφθῶσιν, ὑπὸ τῶν ἀμφὶ Εὐθύδημον κολούεσθαι. σοφοὶ δὲ ἡγοῦνται εἶναι πάνυ—εἰκότως· μετρίως μὲν γὰρ φιλοσοφίας ἔχειν,3 μετρίως δὲ πολιτικῶν, πάνυ ἐξ εἰκότος λόγου—μετέχειν γὰρ ἀμφοτέρων ὅσον ἔδει, ἐκτὸς δὲ ὄντες κινδύνων καὶ ἀγώνων καρποῦσθαι τὴν σοφίαν. ΚΡ. τί οὖν; δοκοῦσί σοί τι, ὦ Σώκρατες, λέγειν; οὐ γάρ τοι ἀλλὰ ὅ γε λόγος ἔχει τινὰ εὐπρέπειαν τῶν ἀνδρῶν.
克里同:“‘什么迷人的事情,’他说道,‘哦,幸福的人啊?它根本一文不值。如果刚才你自己在场,我想你会为你的同伴感到非常羞耻。他太奇怪了,竟然愿意把自己交托给那些根本不在乎自己说什么、却对每个词都吹毛求疵的人。而这些人,就像我刚才说的,在今天是最有影响力的人。但是,克里同啊,’他说道,‘这件事情本身,以及把时间花在这件事情上的人,都是毫无价值且滑稽可笑的。’ 但在我看来,苏格拉底啊,这个人对这件事情的批评并不正确,任何其他批评它的人也一样。然而,他批评说不应该在许多人面前愿意与这种人辩论,这在我看来倒是批评得对。” 苏格拉底:“克里同啊,这种人确实令人惊叹。但我还不知道我接下来要说什么。走到你跟前并批评哲学的那个男人,是哪一类人?是那些精于在法廷上竞争的人、某种演说家,还是那些把这种人送上场、撰写演说家竞争时所用演说辞的写作者(演说辞撰稿人)?” 克里同:“凭着宙斯起誓,他绝不是演说家,我想他甚至从未上过法廷。但凭着宙斯起誓,人们说他通晓这行,很有能力,并且能撰写出巧妙的演讲辞。” 苏格拉底:“现在我明白了。刚才我自己也正要谈论这些人。克里同啊,他们确实就是普罗迪科斯所说的‘处于哲学家和政治家边界上的人’。他们自以为是人类中最聪明的,而且除了自以为如此之外,在许多人看来也确实如此,因此,阻碍他们在所有人中享有崇高声誉的,绝没有别人,唯独只有那些从事哲学的人。因此,他们认为,如果能使后者落得一个一文不值的名声,那么在所有人看来,他们在智慧方面的胜利荣誉就将是无可争议的。因为他们认为自己实际上是最聪明的,但当他们在私下辩论中被逼入死角时,就会被尤苏戴莫斯及其同伙削弱。他们认为自己非常聪明——这也是理所当然的,因为他们对哲学有适度的涉猎,对政治也有适度的涉猎,极其合情合理(在他们看来)——因为他们按其所需分享了这两者,并且由于置身于危险和竞争之外,得以享受智慧的果实。” 克里同:“那么怎么样?苏格拉底啊,你觉得他们说得有道理吗?因为这些人的话确实有一种体面和说服力。”
- 304aτοῦ πράγματος
修饰“τὸ σοφόν”的限定属格(或部分属格),意为“他们行当(技艺)中这一智慧的部分”。它指代了他们辩论技艺的特定性质。
- 304cμὴ οὐ παραλαβεῖν
在本身含有否定意义的动词“διακωλύειν”(阻碍)之后,使用带有“μὴ οὐ”的双重否定不定式结构。它强烈地加强了肯定意义,即“并不妨碍任何人轻易地接受……”。
- 305dμετρίως μὲν γὰρ φιλοσοφίας ἔχειν
“ἔχω”加副词再加属格的惯用结构,意为“在某方面处于某种状态”。此处指“在哲学上处于适度的状态”,即“适度地修习了哲学”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
