← 柏拉图

尤西德莫斯篇

§303

买卖神明的荒谬结论与对智者技艺的赞美

狄奥尼索多洛斯和尤苏戴莫斯通过让苏格拉底承认神明是其“所有的动物”,推论出神明亦可被买卖或献祭,从而结束了这场辩论。苏格拉底则反讽地赞美了他们的智慧,以及任何人都能迅速模仿这种论辩的技术便利性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§303

ΣΩ. ἴθι δή μοι εὐθύς, ἦ δʼ ὅς, εἰπέ· ἐπειδὴ σὸν ὁμολογεῖς εἶναι τὸν Δία καὶ τοὺς ἄλλους θεούς, ἆρα ἔξεστί σοι αὐτοὺς ἀποδόσθαι ἢ δοῦναι ἢ ἄλλʼ ὅτι ἂν βούλῃ χρῆσθαι ὥσπερ τοῖς ἄλλοις ζῴοις; ἐγὼ μὲν οὖν, ὦ Κρίτων, ὥσπερ πληγεὶς ὑπὸ τοῦ λόγου, ἐκείμην ἄφωνος· ὁ δὲ Κτήσιππός μοι ἰὼν ὡς βοηθήσων, Πυππὰξ ὦ Ἡράκλεις, ἔφη, καλοῦ λόγου.1 —καὶ ὁ Διονυσόδωρος, πότερον οὖν, ἔφη, ὁ Ἡρακλῆς πυππάξ ἐστιν ἢ ὁ πυππὰξ Ἡρακλῆς; —καὶ ὁ Κτήσιππος, ὦ Πόσειδον, ἔφη, δεινῶν λόγων. ἀφίσταμαι· ἀμάχω τὼ ἄνδρε. ἐνταῦθα μέντοι, ὦ φίλε Κρίτων, οὐδεὶς ὅστις οὐ τῶν παρόντων ὑπερεπῄνεσε τὸν λόγον καὶ τὼ ἄνδρε, καὶ γελῶντες καὶ κροτοῦντες καὶ χαίροντες ὀλίγου παρετάθησαν. ἐπὶ μὲν γὰρ τοῖς ἔμπροσθεν ἐφʼ ἑκάστοις πᾶσι παγκάλως ἐθορύβουν μόνοι οἱ τοῦ Εὐθυδήμου ἐρασταί, ἐνταῦθα δὲ ὀλίγου καὶ οἱ κίονες οἱ ἐν τῷ Λυκείῳ ἐθορύβησάν τʼ ἐπὶ τοῖν ἀνδροῖν καὶ ἥσθησαν. ἐγὼ μὲν οὖν καὶ αὐτὸς οὕτω διετέθην, ὥστε ὁμολογεῖν μηδένας πώποτε ἀνθρώπους ἰδεῖν οὕτω σοφούς, καὶ παντάπασι καταδουλωθεὶς ὑπὸ τῆς σοφίας αὐτοῖν ἐπὶ τὸ ἐπαινεῖν τε καὶ ἐγκωμιάζειν αὐτὼ ἐτραπόμην, καὶ εἶπον· ὦ μακάριοι σφὼ τῆς θαυμαστῆς φύσεως,2 οἳ τοσοῦτον πρᾶγμα οὕτω ταχὺ καὶ ἐν ὀλίγῳ χρόνῳ ἐξείργασθον. πολλὰ μὲν οὖν καὶ ἄλλα οἱ λόγοι ὑμῶν καλὰ ἔχουσιν, ὦ Εὐθύδημέ τε καὶ Διονυσόδωρε· ἐν δὲ τοῖς3 καὶ τοῦτο μεγαλοπρεπέστατον, ὅτι τῶν πολλῶν ἀνθρώπων καὶ τῶν σεμνῶν δὴ καὶ δοκούντων τὶ εἶναι οὐδὲν ὑμῖν μέλει, ἀλλὰ τῶν ὁμοίων ὑμῖν μόνον. ἐγὼ γὰρ εὖ οἶδα ὅτι τούτους τοὺς λόγους πάνυ μὲν ἂν ὀλίγοι ἀγαπῷεν ἄνθρωποι ὅμοιοι ὑμῖν, οἱ δʼ ἄλλοι οὕτως ἀγνοοῦσιν αὐτούς, ὥστʼ εὖ οἶδα ὅτι αἰσχυνθεῖεν ἂν μᾶλλον ἐξελέγχοντες τοιούτοις λόγοις τοὺς ἄλλους ἢ αὐτοὶ ἐξελεγχόμενοι. καὶ τόδε αὖ ἕτερον δημοτικόν τι καὶ πρᾷον ἐν τοῖς λόγοις· ὁπόταν φῆτε μήτε καλὸν εἶναι μηδὲν μήτε ἀγαθὸν πρᾶγμα μήτε λευκὸν μηδʼ ἄλλο τῶν τοιούτων μηδέν, μηδὲ τὸ παράπαν ἑτέρων ἕτερον, ἀτεχνῶς μὲν τῷ ὄντι συρράπτετε τὰ στόματα τῶν ἀνθρώπων, ὥσπερ καὶ φατέ· ὅτι δʼ οὐ μόνον τὰ τῶν ἄλλων, ἀλλὰ δόξαιτε ἂν καὶ τὰ ὑμέτερα αὐτῶν, τοῦτο πάνυ χαρίεν τέ ἐστιν καὶ τὸ ἐπαχθὲς τῶν λόγων ἀφαιρεῖται. τὸ δὲ δὴ μέγιστον, ὅτι ταῦτα οὕτως ἔχει ὑμῖν καὶ τεχνικῶς ἐξηύρηται, ὥστʼ ἐν πάνυ ὀλίγῳ χρόνῳ ὁντινοῦν ἂν μαθεῖν4 ἀνθρώπων· ἔγνων ἔγωγε καὶ τῷ Κτησίππῳ τὸν νοῦν προσέχων ὡς ταχὺ ὑμᾶς ἐκ τοῦ παραχρῆμα μιμεῖσθαι οἷός τε ἦν.

苏格拉底:“‘来吧,’他说道,‘快告诉我:既然你同意宙斯和其他神明是属于你的,那么你是否可以像对待其他动物一样,把他们卖掉,或者赠送,或者随心所欲地以任何其他方式使用他们?’ 于是我,克里同,就像被这番论证击倒了一样,哑口无言地躺在那里;而克特西普斯为了来帮我,走上前来说道:“哎呀,赫拉克勒斯啊,真是美妙的论证!” ——狄奥尼索多洛斯说道:“那么,是赫拉克勒斯是‘哎呀’,还是‘哎呀’是赫拉克勒斯?” ——克特西普斯说道:“波塞冬啊,真可怕的论证。我退缩了;这两个人无可匹敌。” 就在那时,亲爱的克里同,在场的人中没有一个不极力赞美这番论证和这两个人的,他们笑着、鼓掌着、欢呼着,几乎要乐得精疲力竭了。因为此前对于每一个论点,唯独尤苏戴莫斯的崇拜者们极力鼓噪,而在这一刻,甚至连吕克昂神庙里的柱子也几乎要为这两个人鼓噪欢呼起来。我自己也受到了极大的感染,以至于承认从未见过如此聪明的人,并且彻底被他们的智慧征服,转而赞美和歌颂他们,说道:“哦,幸福的两位,因你们那令人惊叹的天赋,竟然能如此迅速、在如此短的时间内完成如此伟大的事业!尤苏戴莫斯、还有狄奥尼索多洛斯啊,你们的论证确实还有许多其他美妙之处;而在其中,最宏伟的便是这一点:你们根本不在乎大多数人,也不在乎那些庄重且似乎举足轻重的人,而只在乎那些与你们相似的人。因为我深知,只有极少数像你们这样的人才会欣赏这些论证,而其余的人对它们如此无知,以至于我深知,他们用这样的论证去驳倒别人,会比他们自己被驳倒更感到羞耻。还有你们论证中另一个亲民且温和的特点:每当你们声称没有任何美的事物、没有任何善的事物、没有任何白色的事物、以及任何类似的事物,甚至完全没有一物与另一物相异时,你们确实如你们所说的那样,简直把人们的嘴缝合了起来;而你们似乎不仅缝合了别人的嘴,甚至也缝合了你们自己的嘴,这实在非常迷人,也消除了论证中的令人反感之处。而最伟大的还在于,这些东西在你们那里被如此系统而巧妙地发明出来,以至于任何一个人都能在极短的时间内学会它们;我自己通过关注克特西普斯就意识到了这一点,他是多么迅速地能够当场模仿你们。”

语法注4 条
  1. 303aκαλοῦ λόγου

    感叹属格(genitive of exclamation),与叹词 πυππάξ 连用,用以表示赞叹的原因或对象。

  2. 303cτῆς θαυμαστῆς φύσεως

    原因属格,修饰形容词 μακάριοι(以及第二人称双数代名词 σφώ),意为“因你们令人惊叹的天赋而幸福”。

  3. 303cἐν δὲ τοῖς

    用以加强最高级(此处为 μεγαλοπρεπέστατον)的惯用表达,意为“在所有事物之中尤为”。此结构起源于紧跟在 ἐν τοῖς 关系从句后的省略,在此起副词作用。

  4. 303eὁντινοῦν ἂν μαθεῖν

    由 ὥστε 引导的结果从句中的不定式结构。潜在小词 ἄν 与不定式结构连用,表示可能性或潜在性,意为“以至于人类中的任何人都可以学会”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0059.tlg021.humanitext-grc2:303