← 柏拉图

尤西德莫斯篇

§306-307

居间者的劣等性与对哲学本身的审视

苏格拉底从逻辑上阐明,那些自诩处于哲学与政治之间的人实际上只是劣于两者的“第三等”。克里同对此表达了在儿子教育问题上的困惑,苏格拉底则建议他应去检验哲学本身而非根据其从业者的优劣来作评判。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§306

ΣΩ. καὶ γὰρ ἔχει ὄντως, ὦ Κρίτων, εὐπρέπειαν μᾶλλον ἢ ἀλήθειαν. οὐ γὰρ ῥᾴδιον αὐτοὺς πεῖσαι ὅτι καὶ ἄνθρωποι καὶ τἆλλα πάντα ὅσα μεταξύ τινοιν δυοῖν ἐστιν καὶ ἀμφοτέροιν τυγχάνει μετέχοντα, ὅσα μὲν ἐκ κακοῦ καὶ ἀγαθοῦ, τοῦ μὲν βελτίω, τοῦ δὲ χείρω γίγνεται· ὅσα δὲ ἐκ δυοῖν ἀγαθοῖν μὴ πρὸς ταὐτόν, ἀμφοῖν χείρω πρὸς ὃ ἂν ἑκάτερον ᾖ χρηστὸν ἐκείνων ἐξ ὧν συνετέθη·1 ὅσα δʼ ἐκ δυοῖν κακοῖν συντεθέντα μὴ πρὸς τὸ αὐτὸ ὄντοιν ἐν τῷ μέσῳ ἐστίν, ταῦτα μόνα βελτίω ἑκατέρου ἐκείνων ἐστίν, ὧν ἀμφοτέρων μέρος μετέχουσιν. εἰ μὲν οὖν ἡ φιλοσοφία ἀγαθόν ἐστιν καὶ ἡ πολιτικὴ πρᾶξις, πρὸς ἄλλο δὲ ἑκατέρα, οὗτοι δʼ ἀμφοτέρων μετέχοντες τούτων ἐν μέσῳ εἰσίν, οὐδὲν λέγουσιν—ἀμφοτέρων γάρ εἰσι φαυλότεροι—εἰ δὲ ἀγαθὸν καὶ κακόν, τῶν μὲν βελτίους, τῶν δὲ χείρους· εἰ δὲ κακὰ ἀμφότερα, οὕτως ἄν τι λέγοιεν ἀληθές, ἄλλως δʼ οὐδαμῶς. οὐκ ἂν οὖν οἶμαι αὐτοὺς ὁμολογῆσαι οὔτε κακὼ αὐτὼ ἀμφοτέρω εἶναι οὔτε τὸ μὲν κακόν, τὸ δὲ ἀγαθόν· ἀλλὰ τῷ ὄντι οὗτοι ἀμφοτέρων μετέχοντες ἀμφοτέρων ἥττους εἰσὶν πρὸς ἑκάτερον πρὸς ὃ ἥ τε πολιτικὴ καὶ ἡ φιλοσοφία ἀξίω λόγου ἐστόν, καὶ τρίτοι ὄντες τῇ ἀληθείᾳ ζητοῦσι πρῶτοι δοκεῖν εἶναι.2 συγγιγνώσκειν μὲν οὖν αὐτοῖς χρὴ τῆς ἐπιθυμίας καὶ μὴ χαλεπαίνειν, ἡγεῖσθαι μέντοι τοιούτους εἶναι οἷοί εἰσιν· πάντα γὰρ ἄνδρα χρὴ ἀγαπᾶν ὅστις καὶ ὁτιοῦν λέγει ἐχόμενον φρονήσεως πρᾶγμα καὶ ἀνδρείως ἐπεξιὼν διαπονεῖται. ΚΡ. καὶ μήν, ὦ Σώκρατες, καὶ αὐτὸς περὶ τῶν ὑέων, ὥσπερ ἀεὶ πρός σε λέγω, ἐν ἀπορίᾳ εἰμὶ τί δεῖ αὐτοῖς χρήσασθαι. ὁ μὲν οὖν νεώτερος ἔτι καὶ σμικρός ἐστιν, Κριτόβουλος δʼ ἤδη ἡλικίαν ἔχει καὶ δεῖταί τινος ὅστις αὐτὸν ὀνήσει. ἐγὼ μὲν οὖν ὅταν σοὶ συγγένωμαι, οὕτω διατίθεμαι ὥστʼ ἐμοὶ δοκεῖ μανίαν εἶναι τὸ ἕνεκα τῶν παίδων ἄλλων μὲν πολλῶν σπουδὴν τοιαύτην ἐσχηκέναι, καὶ περὶ τοῦ γάμου ὅπως ἐκ γενναιοτάτης ἔσονται μητρός, καὶ περὶ τῶν χρημάτων ὅπως ὡς πλουσιώτατοι, αὐτῶν δὲ περὶ παιδείας ἀμελῆσαι·3 ὅταν δὲ εἴς τινα ἀποβλέψω τῶν φασκόντων ἂν παιδεῦσαι ἀνθρώπους, ἐκπέπληγμαι καί μοι δοκεῖ εἷς ἕκαστος αὐτῶν σκοποῦντι πάνυ ἀλλόκοτος εἶναι, ὥς γε πρὸς σὲ τἀληθῆ εἰρῆσθαι·4 ὥστε οὐκ ἔχω ὅπως προτρέπω τὸ μειράκιον ἐπὶ φιλοσοφίαν.

苏格拉底:“因为实际上,克里同啊,他们的言论确实更具有体面的说服力,而非真实。因为要让他们相信这一点并不容易:无论是人还是其他任何处于两物之间并同时分享这两者的东西——那些由恶与善构成的,会变得比其中之一(恶)更好,而比另一个(善)更差;而那些由两个不朝向同一目的的善构成的,相对于它们所由合成的那些东西各自有用的目的而言,会比两者都差;至于那些由两个不朝向同一目的的恶合成并处于其中的东西,只有这些才是比它们各自分享其一部分的那些东西都要好的。 因此,如果哲学是某种好东西,政治活动也是,且各自朝向不同的目的,而这些人由于分享了这两者而处于中间,那么他们说的话就毫无价值——因为他们比两者都差——但如果一者是好而另一者是恶,那么他们就会比一者好,而比另一者差;如果两者都是恶,那么只有在这种情况下,他们才可能说出一些真理,否则绝不可能。因此,我认为他们既不会承认两者都是恶,也不会承认一者是恶而另一者是善;但在现实中,他们分享了这两者,相对于政治和哲学各自有价值的目的而言,他们却比两者都劣,而在真实中他们是第三等,却企图显得是第一等。因此,我们应该原谅他们的这种欲望,不要生气,但要认为他们正如他们所是的那样;因为我们应该器重任何一个哪怕说出一点与智慧相关的话,并勇敢地追求、辛勤劳作的人。” 克里同:“然而确实,苏格拉底啊,我自己对于儿子们,正如我一直对你所说的那样,正处于不知该如何对待他们的困境中。较小的一个确实还小,但克里托布洛斯已经到了年龄,需要一个能使他受益的人。因此,当我与你相处时,我所处的心境使我认为,为了孩子们而在许多其他事情上付出如此的热情,比如操心婚姻以使他们能出自最高贵的母亲,以及操心财产以使他们尽可能富有,却忽视了他们自己的教育,这简直是疯狂之举。但当我看着那些声称能够教育人的人时,我感到震惊,在我的观察下,他们中的每一个人似乎都非常奇特,对你说实话的话。因此,我不知道如何引导这个年轻人走向哲学。”

§307

ΣΩ. ὦ φίλε Κρίτων, οὐκ οἶσθα ὅτι ἐν παντὶ ἐπιτηδεύματι οἱ μὲν φαῦλοι πολλοὶ καὶ οὐδενὸς ἄξιοι, οἱ δὲ σπουδαῖοι ὀλίγοι καὶ παντὸς ἄξιοι; ἐπεὶ γυμναστικὴ οὐ καλὸν δοκεῖ σοι εἶναι, καὶ χρηματιστικὴ καὶ ῥητορικὴ καὶ στρατηγία; ΚΡ. ἔμοιγε πάντως δήπου. ΣΩ. τί οὖν; ἐν ἑκάστῃ τούτων τοὺς πολλοὺς πρὸς ἕκαστον τὸ ἔργον οὐ καταγελάστους ὁρᾷς; ΚΡ. ναὶ μὰ τὸν Δία, καὶ μάλα ἀληθῆ λέγεις. ΣΩ. ἦ οὖν τούτου ἕνεκα αὐτός τε φεύξῃ πάντα τὰ ἐπιτηδεύματα καὶ τῷ ὑεῖ οὐκ ἐπιτρέψεις; ΚΡ. οὔκουν δίκαιόν γε, ὦ Σώκρατες. ΣΩ. μὴ τοίνυν ὅ γε οὐ χρὴ ποίει, ὦ Κρίτων, ἀλλʼ ἐάσας χαίρειν τοὺς ἐπιτηδεύοντας φιλοσοφίαν, εἴτε χρηστοί εἰσιν εἴτε πονηροί, αὐτὸ τὸ πρᾶγμα βασανίσας καλῶς τε καὶ εὖ, ἐὰν μέν σοι φαίνηται φαῦλον ὄν, πάντʼ ἄνδρα ἀπότρεπε, μὴ μόνον τοὺς ὑεῖς· ἐὰν δὲ φαίνηται οἷον οἶμαι αὐτὸ ἐγὼ εἶναι, θαρρῶν δίωκε καὶ ἄσκει, τὸ λεγόμενον δὴ τοῦτο, αὐτός τε καὶ τὰ παιδία.

苏格拉底:“亲爱的克里同啊,难道你不知道,在任何行当里,平庸的人都很多且一文不值,而优秀的人都很少且极具价值吗?难道体育在你看来不是一件美好的事情吗?还有理财、演说术和将领之职?” 克里同:“在我看来,当然完全是这样。” 苏格拉底:“那么怎么样?在这些行当的每一个中,难道你没有看到大多数人在面对各自的工作时都很滑稽吗?” 克里同:“是的,凭着宙斯起誓,你说得确实非常对。” 苏格拉底:“那么,难道因为这个原因,你就要自己逃避所有的行当,并且不准你的儿子参与吗?” 克里同:“苏格拉底啊,这当然是不合理的。” 苏格拉底:“那么,克里同啊,不要做不应该做的事。而是让那些从事哲学的人随他们去吧,无论他们是好是坏,你要亲自把这件事情本身很好、很充分地加以检验。如果它在你看来确实是一件无价值的事,那就要让所有人,而不仅仅是你的儿子们,都远离它;但如果它在你看来正是我所认为的那样,那就要鼓起勇气去追求并付诸实践,正如俗话所说,你和你的孩子们都要如此。”

语法注4 条
  1. 306aὅσα δὲ ἐκ δυοῖν ἀγαθοῖν μὴ πρὸς ταὐτόν, ἀμφοῖν χείρω πρὸς ὃ ἂν ἑκάτερον ᾖ χρηστὸν ἐκείνων ἐξ ὧν συνετέθη

    意为“那些由两个不朝向同一目的的善构成的,相对于它们所由合成的那些东西各自有用的目的而言,会比两者都差”。由 πρὸς ὃ 引导的关系从句以 ἑκάτερον... ἐκείνων ἐξ ὧν συνετέθη(合成前的各组成部分)为主语,该从句整体修饰比较级 χείρω,限定了在何种维度上“较差”。

  2. 306cτρίτοι ὄντες τῇ ἀληθείᾳ ζητοῦσι πρῶτοι δοκεῖν εἶναι

    意为“在真实中他们是第三等,却企图显得是第一等”。由于介于哲学(善)与政治(善)这两者之间的人,在各自的目的上都劣于两者,因此他们排在第一等的哲学和第二等的政治之后,位列“第三等”(最末等)。此处对比了这一现实与他们企图被视为“最聪明的人”(第一等)的虚荣心。

  3. 306dμανίαν εἶναι τὸ ἕνεκα τῶν παίδων ἄλλων μὲν πολλῶν σπουδὴν τοιαύτην ἐσχηκέναι... αὐτῶν δὲ περὶ παιδείας ἀμελῆσαι

    这是由 ὥστε 引导的结果从句中的“对格+不定词”(ACI)结构。其中 μανίαν(疯狂)作不定词 εἶναι 的谓语对格,而实际的主语则是带冠词的不定词短语 τὸ ... ἐσχηκέναι ... ἀμελῆσαι(即:在其他许多事上付出热心……却忽视了孩子们自身的教育)。

  4. 307aὥς γε πρὸς σὲ τἀληθῆ εἰρῆσθαι

    不定词的绝对用法(限制用法)之一,构成插入语,意为“对你吐露真言”或“老实对你说”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0059.tlg021.humanitext-grc2:306-307