← 柏拉图

尤西德莫斯篇

§302

所有权的定义与处置神明的诡辩

狄奥尼索多洛斯利用所有权的定义(拥有支配权和处分权)以及神明是“活物(动物)”且“属于苏格拉底”这两个前提,推导出苏格拉底可以卖掉或献祭自己的神明,将苏格拉底逼入逻辑死角。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§302

ΣΩ. ἆρʼ οὖν, ἔφη, ταῦτα ἡγῇ σὰ εἶναι, ὧν ἂν ἄρξῃς καὶ ἐξῇ σοι αὐτοῖς χρῆσθαι ὅτι ἂν βούλῃ;1 οἷον βοῦς καὶ πρόβατον, ἆρʼ ἂν ἡγοῖο ταῦτα σὰ εἶναι, ἅ σοι ἐξείη καὶ ἀποδόσθαι καὶ δοῦναι καὶ θῦσαι ὅτῳ βούλοιο θεῶν; ἃ δʼ ἂν μὴ οὕτως ἔχῃ, οὐ σά; κἀγώ (ᾔδη γὰρ ὅτι ἐξ αὐτῶν καλόν τι ἀνακύψοιτο τῶν ἐρωτημάτων, καὶ ἅμα βουλόμενος ὅτι τάχιστʼ ἀκοῦσαι) πάνυ μὲν οὖν, ἔφην, οὕτως ἔχει· τὰ τοιαῦτά ἐστιν μόνα ἐμά.— τί δέ; ζῷα, ἔφη, οὐ ταῦτα καλεῖς ἃ ἂν ψυχὴν ἔχῃ; ναί, ἔφην.— ὁμολογεῖς οὖν τῶν ζῴων ταῦτα μόνα εἶναι σά, περὶ ἃ ἄν σοι ἐξουσία ᾖ πάντα ταῦτα ποιεῖν ἃ νυνδὴ ἐγὼ ἔλεγον; —ὁμολογῶ.—καὶ ὅς, εἰρωνικῶς πάνυ ἐπισχὼν ὥς τι μέγα σκοπούμενος, εἰπέ μοι, ἔφη, ὦ Σώκρατες, ἔστιν σοι Ζεὺς πατρῷος; —καὶ ἐγὼ ὑποπτεύσας ἥξειν τὸν λόγον οἷπερ ἐτελεύτησεν,2 ἄπορόν τινα στροφὴν ἔφευγόν τε καὶ ἐστρεφόμην ἤδη ὥσπερ ἐν δικτύῳ εἰλημμένος· οὐκ ἔστιν, ἦν δʼ ἐγώ, ὦ Διονυσόδωρε.— ταλαίπωρος ἄρα τις σύ γε ἄνθρωπος εἶ καὶ οὐδὲ Ἀθηναῖος, ᾧ μήτε θεοὶ πατρῷοί εἰσιν μήτε ἱερὰ μήτε ἄλλο μηδὲν καλὸν καὶ ἀγαθόν. —ἔα, ἦν δʼ ἐγώ, ὦ Διονυσόδωρε, εὐφήμει τε καὶ μὴ χαλεπῶς με προδίδασκε. ἔστι γὰρ ἔμοιγε καὶ βωμοὶ καὶ ἱερὰ οἰκεῖα καὶ πατρῷα καὶ τὰ ἄλλα ὅσαπερ τοῖς ἄλλοις Ἀθηναίοις τῶν τοιούτων.— εἶτα τοῖς ἄλλοις, ἔφη, Ἀθηναίοις οὐκ ἔστιν Ζεὺς ὁ πατρῷος; —οὐκ ἔστιν, ἦν δʼ ἐγώ, αὕτη ἡ ἐπωνυμία Ἰώνων οὐδενί, οὔθʼ ὅσοι ἐκ τῆσδε τῆς πόλεως ἀπῳκισμένοι εἰσὶν οὔθʼ ἡμῖν, ἀλλὰ Ἀπόλλων πατρῷος διὰ τὴν τοῦ Ἴωνος γένεσιν· Ζεὺς δʼ ἡμῖν πατρῷος μὲν οὐ καλεῖται, ἕρκειος δὲ καὶ φράτριος, καὶ Ἀθηναία φρατρία.— ἀλλʼ ἀρκεῖ γʼ, ἔφη ὁ Διονυσόδωρος· ἔστιν γάρ σοι, ὡς ἔοικεν, Ἀπόλλων τε καὶ Ζεὺς καὶ Ἀθηνᾶ. —πάνυ, ἦν δʼ ἐγώ.— οὐκοῦν καὶ οὗτοι σοὶ θεοὶ ἂν εἶεν; ἔφη.—πρόγονοι, ἦν δʼ ἐγώ, καὶ δεσπόται.— ἀλλʼ οὖν σοί γε, ἔφη· ἢ οὐ σοὺς ὡμολόγηκας αὐτοὺς εἶναι; —ὡμολόγηκα, ἔφην· τί γὰρ πάθω;3— οὐκοῦν, ἔφη, καὶ ζῷά εἰσιν οὗτοι οἱ θεοί; ὡμολόγηκας γὰρ ὅσα ψυχὴν ἔχει ζῷα εἶναι. ἢ οὗτοι οἱ θεοὶ οὐκ ἔχουσιν ψυχήν; —ἔχουσιν, ἦν δʼ ἐγώ.— οὐκοῦν καὶ ζῷά εἰσιν; —ζῷα, ἔφην.— τῶν δέ γε ζῴων, ἔφη, ὡμολόγηκας ταῦτʼ εἶναι σά, ὅσα ἄν σοι ἐξῇ καὶ δοῦναι καὶ ἀποδόσθαι καὶ θῦσαι δὴ θεῷ ὅτῳ ἂν βούλῃ. —ὡμολόγηκα, ἔφην· οὐκ ἔστιν γάρ μοι ἀνάδυσις,4 ὦ Εὐθύδημε.

苏格拉底:“‘那么,’他说道,‘你认为那些你所统治、且允许你随心所欲地使用的东西,满足这些条件的才是你自己的吗?例如牛和羊,如果允许你将它们卖掉、赠送、或者作为祭品献给任何你想献祭的神明,你会认为这些是你自己的吗?而那些不属于这种情况的,就不是你的了?’ 于是我(因为我知道这些提问中会冒出某种美妙的东西,同时也想尽快听到它)说道:‘完全如此,正是这样。只有这类东西才是我的。’—— ‘那么,’他说道,‘难道你把那些拥有灵魂的东西不叫作动物吗?’ ‘是的,’我说道。—— ‘那么你同意,在动物中,只有那些你对它们拥有权力去做出我刚才所说的所有这些事情的动物,才是你自己的吗?’ ‘——我同意。’接着他非常讽刺地停顿了一下,仿佛在思索什么重大的事情,说道:‘告诉我,苏格拉底,你有祖传的宙斯吗?’ ——于是我起了一丝疑心,预料到论证最终会落到何处,就像被网住了一样,试图寻找某种脱身的门路而挣扎退缩,说道:‘没有,狄奥尼索多洛斯。’—— ‘那你可真是个可怜人,甚至都不是个雅典人,因为你既没有祖传的神明,也没有神殿,更没有其他任何美好和善良的东西。’ ——‘别这样,狄奥尼索多洛斯,’我说道,‘请口下留情,别对我这么严厉地教训。因为对我来说,既有祭坛、私人的以及祖传的神殿,也有其他雅典人所拥有的所有这类东西。’—— ‘那么,’他说道,‘其他的雅典人难道没有祖传的宙斯吗?’ ——‘没有,’我说道,‘这个称号不适用于任何爱奥尼亚人,无论是在这座城市移居开的人还是我们。相反,因为爱奥恩的诞生,阿波罗被称为我们的祖传之神。而宙斯在我们这里不被称为祖传之神,而是被称为庭院守护神和胞族守护神,雅典娜也被称为胞族守护神。’—— ‘但这已经足够了,’狄奥尼索多洛斯说道;‘因为看来,你确实拥有阿波罗、宙斯和雅典娜。’ ——‘确实如此,’我说道。—— ‘那么这些对你来说也是神明吧?’他说道。——‘他们是祖先,也是主人,’我说道。—— ‘但无论如何他们是属于你的,’他说道;‘难道你没有同意过他们是属于你的吗?’ ——‘我同意了,’我说道,‘因为我还能怎么着呢?’—— ‘那么,’他说道,‘这些神明也是动物吗?因为你同意过,凡是拥有灵魂的都是动物。难道这些神明没有灵魂吗?’ ——‘拥有,’我说道。—— ‘那么他们也是动物了?’ ——‘是动物,’我说道。—— ‘而且,在动物中,’他说道,‘你同意过,那些允许你赠送、卖掉、甚至献祭给你想要的任何神明的东西,才是你自己的。’ ——‘我同意了,’我说道,‘因为我已经没有退路了,尤苏戴莫斯。’”

语法注4 条
  1. 302ὧν ἂν ἄρξῃς καὶ ἐξῇ σοι αὐτοῖς χρῆσθαι ὅτι ἂν βούλῃ

    关系代词 ὧν 受动词 ἄρξῃς(统治,支配属格)的支配,同时也被不定式 χρῆσθαι(使用,支配与格)所共有;为了理顺这一双重结构,句中明确补入了与格人称代词 αὐτοῖς。

  2. 302bκαὶ ἐγὼ ὑποπτεύσας ἥξειν τὸν λόγον οἷπερ ἐτελεύτησεν

    过去时态动词 ἐτελεύτησεν(“它结束的地方”)反映了作为叙述者的苏格拉底在对话已全部结束、事后进行追忆叙述时的视角。

  3. 302dτί γὰρ πάθω;

    不定过去时虚拟语气 πάθω 是表示在无可奈何的结论面前感到无力或妥协的“考虑性虚拟语气(deliberative subjunctive)”,属于“我还能怎么办呢?”或“我也别无选择”的惯用表达。

  4. 302eοὐκ ἔστιν γάρ μοι ἀνάδυσις

    名词 ἀνάδυσις 字面意思是“浮出水面”或“退缩”,在此比喻性地指代从智者所撒下的逻辑之网中脱身的“逃路”或“退路”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0059.tlg021.humanitext-grc2:302