- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg021.humanitext-grc2:300-301
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
尤苏戴莫斯和狄奥尼索多洛斯针对克特西波斯展开了关于“看见的能力”和“沉默中说话”等概念多义性的诡辩,但被克特西波斯驳回。随后,狄奥尼索多洛斯就美本身的临在以及对各工匠“合适行为”的定义与苏格拉底展开辩论,导出了荒谬的结论。
ΣΩ. πότερον δὲ ὁρῶσιν, ἔφη ὁ Εὐθύδημος, καὶ Σκύθαι τε καὶ οἱ ἄλλοι ἄνθρωποι τὰ δυνατὰ ὁρᾶν1 ἢ τὰ ἀδύνατα; — τὰ δυνατὰ δήπου. — οὐκοῦν καὶ σύ, ἔφη;— κἀγώ. — ὁρᾷς οὖν τὰ ἡμέτερα ἱμάτια; — ναί. — δυνατὰ οὖν ὁρᾶν ἐστὶν ταῦτα. — ὑπερφυῶς, ἔφη ὁ Κτήσιππος.— τί δέ; ἦ δʼ ὅς.— μηδέν. σὺ δὲ ἴσως οὐκ οἴει αὐτὰ ὁρᾶν· οὕτως ἡδὺς εἶ. ἀλλά μοι δοκεῖς, Εὐθύδημε, οὐ καθεύδων ἐπικεκοιμῆσθαι καί, εἰ οἷόν τε λέγοντα μηδὲν λέγειν, καὶ σὺ τοῦτο ποιεῖν. ἦ γὰρ οὐχ οἷόν τʼ, ἔφη ὁ Διονυσόδωρος, σιγῶντα λέγειν;2 — οὐδʼ ὁπωστιοῦν, ἦ δʼ ὃς ὁ Κτήσιππος.— ἆρʼ οὐδὲ λέγοντα σιγᾶν; — ἔτι ἧττον, ἔφη.— ὅταν οὖν λίθους λέγῃς καὶ ξύλα καὶ σιδήρια, οὐ σιγῶντα λέγεις; — οὔκουν εἴ γε ἐγώ, ἔφη, παρέρχομαι ἐν τοῖς χαλκείοις, ἀλλὰ φθεγγόμενα καὶ βοῶντα μέγιστον τὰ σιδήρια λέγεται, ἐάν τις ἅψηται· ὥστε τοῦτο μὲν ὑπὸ σοφίας ἔλαθες οὐδὲν εἰπών. ἀλλʼ ἔτι μοι τὸ ἕτερον ἐπιδείξατον, ὅπως αὖ ἔστιν λέγοντα σιγᾶν. καί μοι ἐδόκει ὑπεραγωνιᾶν ὁ Κτήσιππος διὰ τὰ παιδικά. ὅταν σιγᾷς, ἔφη ὁ Εὐθύδημος, οὐ πάντα σιγᾷς;3 — ἔγωγε, ἦ δʼ ὅς.— οὐκοῦν καὶ τὰ λέγοντα σιγᾷς, εἴπερ τῶν ἁπάντων ἐστὶν. — τί δέ; ἔφη ὁ Κτήσιππος, οὐ σιγᾷ πάντα; — οὐ δήπου, ἔφη ὁ Εὐθύδημος.— ἀλλʼ ἄρα, ὦ βέλτιστε, λέγει τὰ πάντα; — τά γε δήπου λέγοντα. — ἀλλά, ἦ δʼ ὅς, οὐ τοῦτο ἐρωτῶ, ἀλλὰ τὰ πάντα σιγᾷ ἢ λέγει; οὐδέτερα καὶ ἀμφότερα, ἔφη ὑφαρπάσας ὁ Διονυσόδωρος· εὖ γὰρ οἶδα ὅτι τῇ ἀποκρίσει οὐχ ἕξεις ὅτι χρῇ. καὶ ὁ Κτήσιππος, ὥσπερ εἰώθει, μέγα πάνυ ἀνακαγχάσας, ὦ Εὐθύδημε, ἔφη, ὁ ἀδελφός σου ἐξημφοτέρικεν τὸν λόγον, καὶ ἀπόλωλέ τε καὶ ἥττηται. καὶ ὁ Κλεινίας πάνυ ἥσθη καὶ ἐγέλασεν, ὥστε ὁ Κτήσιππος ἐγένετο πλεῖον ἢ δεκαπλάσιος. ὁ δέ μοι δοκεῖ ἅτε πανοῦργος ὤν, ὁ Κτήσιππος, παρʼ αὐτῶν τούτων αὐτὰ ταῦτα παρηκηκόει· οὐ γάρ ἐστιν ἄλλων τοιαύτη σοφία τῶν νῦν ἀνθρώπων. κἀγὼ εἶπον· τί γελᾷς, ὦ Κλεινία, ἐπὶ σπουδαίοις οὕτω πράγμασιν καὶ καλοῖς; σὺ γὰρ ἤδη τι πώποτʼ εἶδες, ὦ Σώκρατες, καλὸν πρᾶγμα; ἔφη ὁ Διονυσόδωρος. ἔγωγε, ἔφην, καὶ πολλά γε, ὦ Διονυσόδωρε.
苏格拉底:“‘但是,’尤苏戴莫斯说道,‘斯基泰人和其他人类看的是有能力看见的东西,还是没有能力看见的东西?’ ‘——当然是有能力看见的东西。’ ‘——那么,你也是吗?’他说道。 ‘——我也是。’ ‘——那么,你看见我们的斗篷吗?’ ‘——看见。’ ‘——那么,这些是有能力看见的吗?’ ‘——太有能力了,’克特西波斯说道。 ‘——那么它们看见什么?’他说道。 ‘——没什么。但你也许认为它们看不见;你真是太天真可爱了。不过尤苏戴莫斯,我觉得你不是在睡觉,而是睁着眼睡着了,而且,如果可能的话,说话却什么也没说,你也就是在做这档子事。’ ‘难道,’狄奥尼索多洛斯说道,‘沉默的人说话是不可能的吗?’ ‘——绝不可能,’克特西波斯说道。 ‘——那么,说话的人沉默也是不可能的吗?’ ‘——更不可能,’他说道。 ‘——那么,当你谈论石头、木头和铁器时,你不是在说沉默的东西吗?’ ‘——至少我,’他说道,‘走过铁匠铺时不是这样的,如果有人碰一下,铁器就会发出极大的声音并大声喊叫(说话);所以你的智慧让你一无所成地什么也没说。不过,你们俩再给我演示一下另一个:说话的人如何又能沉默。’ 在我看来,克特西波斯似乎因为他的爱人而显得过度好斗。 ‘当你沉默时,’尤苏戴莫斯说道,‘你不是对一切都保持沉默吗?’ ‘——我是的,’他说道。 ‘——那么,你对说话的东西也保持沉默了,如果它们属于一切的话。’ ‘——什么?’克特西波斯说道,‘难道不是一切都保持沉默吗?’ ‘——当然不是,’尤苏戴莫斯说道。 ‘——那么,好人啊,难道一切都在说话吗?’ ‘——说话的东西当然在说话。’ ‘——但是,’他说道,‘我问的不是这个,而是一切是在沉默还是在说话?’ ‘既非两者,亦是两者,’狄奥尼索多洛斯抢过话头说道;‘因为我非常清楚,对于这个回答你将无言以对。’ 克特西波斯像往常一样,大笑起来: ‘尤苏戴莫斯,你的兄弟把论证变成了两头堵,他已经完蛋并被击败了。’ 克莱尼亚斯非常高兴并笑了起来,这使得克特西波斯膨胀了十倍以上。在我看来,克特西波斯这个家伙很狡猾,他是从他们这些人那里偷听到了这些话;因为现在的人中没有其他这样的智慧了。 于是我说道:‘克莱尼亚斯,对于如此严肃而美好的事情,你笑什么呢?’ ‘苏格拉底,你以前见过什么美好的事情吗?’狄奥尼索多洛斯说道。‘——见过,而且很多,狄奥尼索多洛斯。’我说道。”
ΣΩ. ἆρα ἕτερα ὄντα τοῦ καλοῦ, ἔφη, ἢ ταὐτὰ τῷ καλῷ; κἀγὼ ἐν παντὶ ἐγενόμην ὑπὸ ἀπορίας, καὶ ἡγούμην δίκαια πεπονθέναι ὅτι ἔγρυξα, ὅμως δὲ ἕτερα ἔφην αὐτοῦ γε τοῦ καλοῦ· πάρεστιν μέντοι ἑκάστῳ αὐτῶν κάλλος τι. ἐὰν οὖν, ἔφη, παραγένηταί σοι βοῦς, βοῦς εἶ, καὶ ὅτι νῦν ἐγώ σοι πάρειμι, Διονυσόδωρος εἶ; εὐφήμει τοῦτό γε, ἦν δʼ ἐγώ. ἀλλὰ τίνα τρόπον, ἔφη, ἑτέρου ἑτέρῳ παραγενομένου τὸ ἕτερον ἕτερον ἂν εἴη;4 ἆρα τοῦτο, ἔφην ἐγώ, ἀπορεῖς; ἤδη δὲ τοῖν ἀνδροῖν τὴν σοφίαν ἐπεχείρουν μιμεῖσθαι, ἅτε ἐπιθυμῶν αὐτῆς. πῶς γὰρ οὐκ ἀπορῶ, ἔφη, καὶ ἐγὼ καὶ οἱ ἄλλοι ἅπαντες ἄνθρωποι ὃ μὴ ἔστι; τί λέγεις, ἦν δʼ ἐγώ, ὦ Διονυσόδωρε; οὐ τὸ καλὸν καλόν ἐστιν καὶ τὸ αἰσχρὸν αἰσχρόν;— ἐὰν ἔμοιγε, ἔφη, δοκῇ. —οὐκοῦν δοκεῖ;— πάνυ γʼ, ἔφη.—οὐκοῦν καὶ τὸ ταὐτὸν ταὐτὸν καὶ τὸ ἕτερον ἕτερον; οὐ γὰρ δήπου τό γε ἕτερον ταὐτόν, ἀλλʼ ἔγωγε οὐδʼ ἂν παῖδα ᾤμην τοῦτο ἀπορῆσαι, ὡς οὐ τὸ ἕτερον ἕτερόν ἐστιν.5 ἀλλʼ, ὦ Διονυσόδωρε, τοῦτο μὲν ἑκὼν παρῆκας, ἐπεὶ τὰ ἄλλα μοι δοκεῖτε ὥσπερ οἱ δημιουργοὶ οἷς ἕκαστα προσήκει ἀπεργάζεσθαι, καὶ ὑμεῖς τὸ διαλέγεσθαι παγκάλως ἀπεργάζεσθαι. οἶσθα οὖν, ἔφη, ὅτι προσήκει ἑκάστοις τῶν δημιουργῶν; πρῶτον τίνα χαλκεύειν προσήκει, οἶσθα; —ἔγωγε· ὅτι χαλκέα.— τί δέ, κεραμεύειν; —κεραμέα.— τί δέ, σφάττειν τε καὶ ἐκδέρειν καὶ τὰ μικρὰ κρέα κατακόψαντα ἕψειν καὶ ὀπτᾶν; μάγειρον, ἦν δʼ ἐγώ.— οὐκοῦν ἐάν τις, ἔφη, τὰ προσήκοντα πράττῃ, ὀρθῶς πράξει; —μάλιστα.— προσήκει δέ γε, ὡς φῄς, τὸν μάγειρον κατακόπτειν καὶ ἐκδέρειν; ὡμολόγησας ταῦτα ἢ οὔ; —ὡμολόγησα, ἔφην, ἀλλὰ συγγνώμην μοι ἔχε.— δῆλον τοίνυν, ἦ δʼ ὅς, ὅτι ἄν τις σφάξας τὸν μάγειρον καὶ κατακόψας ἑψήσῃ καὶ ὀπτήσῃ, τὰ προσήκοντα ποιήσει· καὶ ἐὰν τὸν χαλκέα τις αὐτὸν χαλκεύῃ καὶ τὸν κεραμέα κεραμεύῃ, καὶ οὗτος τὰ προσήκοντα πράξει. ὦ Πόσειδον, ἦν δʼ ἐγώ, ἤδη κολοφῶνα ἐπιτιθεῖς τῇ σοφίᾳ. ἆρά μοί ποτε αὕτη παραγενήσεται ὥστε μοι οἰκεία γενέσθαι; ἐπιγνοίης ἂν αὐτήν, ὦ Σώκρατες, ἔφη, οἰκείαν γενομένην; ἐὰν σύ γε βούλῃ, ἔφην ἐγώ, δῆλον ὅτι. τί δέ, ἦ δʼ ὅς, τὰ σαυτοῦ οἴει γιγνώσκειν; εἰ μή τι σὺ ἄλλο λέγεις· ἀπὸ σοῦ γὰρ δεῖ ἄρχεσθαι, τελευτᾶν δʼ εἰς Εὐθύδημον τόνδε.
“‘它们是与美本身不同的东西,’他说道,‘还是与美相同的?’ 我因困惑而陷入了绝境,觉得自己多嘴是自作自受,但还是说,它们是与美本身不同的,然而它们每一个都有些许的美临在其中。 ‘那么,’他说道,‘如果有一头牛临在你身上,你就是一头牛吗?而因为现在我临在你身上,你就是狄奥尼索多洛斯吗?’ ‘请闭嘴吧,别说这不吉利的话,’我说道。 ‘但是,’他说道,‘当一个不同的东西临在另一个不同的东西上时,那个不同的东西怎么会是不同的呢?’ ‘你,’我说道,‘是在困惑这个吗?’我当时已经开始试图模仿这两位男子的智慧,因为我渴望它。 ‘我怎么能不困惑呢,’他说道,‘我和所有其他人类,对于不存在的事物?’ ‘你在说什么,狄奥尼索多洛斯?难道美不是美,丑不是丑吗?’ ‘——如果我觉得是这样的话,’他说道。 ‘——难道你不觉得是吗?’ ‘——非常觉得,’他说道。 ‘——那么,相同的东西不就是相同的,不同的东西不就是不同的吗?因为不同的东西当然不可能是相同的;但 我本以为连一个小孩子都不会怀疑这个,即不同的东西是不同的。但是,狄奥尼索多洛斯,你是故意漏过这一点的,因为在其他事情上,你们就像那些各司其职的工匠,把辩论也打磨得完美无缺。’ ‘那么,’他说道,‘你知道各工匠应该做什么吗?首先,谁应该打铁,你知道吗?’ ‘——知道,铁匠。’ ‘——那么,制陶呢?’ ‘——陶工。’ ‘——那么,宰杀、剥皮、把小块肉剁碎、煮和烤呢?’ ‘厨师,’我说道。 ‘——那么,如果有人,’他说道,‘做他该做的事,他就是做对了吗?’ ‘——非常对。’ ‘——而正如你所说,剁碎和剥皮是适合厨师做的事?你同意这点还是不同意?’ ‘——我同意了,’我说道,‘但请原谅我。’ ‘——那么很明显,’他说道,‘如果有人宰杀了厨师,把他剁碎、煮了、烤了,他就是在做适合厨师做的事;如果有人锤打铁匠本人,把陶工制成陶器,他也是在做适合的事。’ ‘波塞冬啊,’我说道,‘你现在给你们的智慧放上了最高峰的终饰。这种智慧什么时候也能临在我的身上,变成我自己的呢?’ ‘苏格拉底,’他说道,‘当它变成你自己的时候,你能认出它吗?’ ‘——只要你愿意,那显然能。’我说道。 ‘——那么,’他说道,‘你以为你认识你自己的东西吗?’ ‘——除非你指的是别的事;因为必须从你开始,到这边的尤苏戴莫斯结束。’”
- 300aδυνατὰ ὁρᾶν
形容词 δυνατά(中性复数)后接主动不定式 ὁρᾶν 的结构。在语法上,它既可以表示主动的“有能力看见的”,也可以表示被动的“可以被看见的(可见的)”。尤苏戴莫斯首先在被动意义(“我们能看见的东西”)上取得克特西波斯的同意,随后在询问斗篷时,将解释偷换为主动意义(“有能力看见的”),以此进行诡辩。
- 300bσιγῶντα λέγειν
σιγῶντα 既可以被解释为阳性单数宾格分词(“沉默的人”,在“宾格加不定式”结构中充当不定式 λέγειν 的逻辑主语,意为“一个沉默的人说话”),也可以解释为中性复数宾格(“沉默的事物”,充当动词 λέγειν 的直接宾语,意为“说沉默的事物”)。狄奥尼索多洛斯先以前者的含义(“沉默的人说话”)进行发问,在克特西波斯予以否定后,又在 σιγῶντα λέγεις 中偷换为后者的含义(“谈论沉默的事物(如石头、木头)”),以此制造矛盾。
- 300cπάντα σιγᾷς
基于动词 σιγᾶν(保持沉默)的及物与不及物用法混淆的诡辩。在前半句 ὅταν σιγᾷς, οὐ πάντα σιγᾷς; 中,πάντα 起到关系宾格或直接宾语的作用(及物用法,“你难道不对所有事物保持沉默吗?”)。然而,尤苏戴莫斯随后将其偷换为不及物用法,将 πάντα 视为主语(中性复数主语接单数动词 σιγᾷ,“难道不是一切事物都保持沉默吗?”),从而导出了矛盾的结论 οὐκοῦν καὶ τὰ λέγοντα σιγᾷς(“因此你也对说话的事物保持沉默”)。
- 301aἑτέρου ἑτέρῳ παραγενομένου τὸ ἕτερον ἕτερον ἂν εἴη
伴随属格独立结构(ἑτέρου ἑτέρῳ παραγενομένου),此处对涉及属性“临在”(παρουσία)的理念论进行了攻击。狄奥尼索多洛斯提出了一个难题:如果一个不同的东西(例如“美本身”)临在另一个不同的东西(例如“美好的事物”)上,被临在的那个东西(τὸ ἕτερον)如何还能保持是不同的?他以此来揭示理念“临在”这一概念中的表观矛盾。
- 301cὡς οὐ τὸ ἕτερον ἕτερόν ἐστιν
希腊语的一种语法惯例,在由表示怀疑、否定或争议的词(此处为 ἀπορῆσαι)引导的从句中,从句内部的否定小词 οὐ 是多余的(赘余否定)。因此其意思不是“怀疑不同的东西不是不同的”,而是“怀疑不同的东西是不同的”。
