← 柏拉图

尤西德莫斯篇

§299

关于好东西是否越多越好的辩论

克特西波斯在讽刺了尤苏戴莫斯等人的父亲之后,与尤苏戴莫斯就“好东西是否越多越好”展开辩论。克特西波斯指出了过量拥有药物、武器和黄金的荒谬性,并以斯基泰人的习俗为例嘲讽了诡辩家们的论点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§299

ΣΩ. πολὺ μέντοι, ἔφη, δικαιότερον τὸν ὑμέτερον πατέρʼ ἂν τύπτοιμι, ὅτι μαθὼν σοφοὺς ὑεῖς οὕτως ἔφυσεν.1 ἀλλʼ ἦ που, ὦ Εὐθύδημε, πόλλʼ ἀγαθὰ ἀπὸ τῆς ὑμετέρας σοφίας ταύτης ἀπολέλαυκεν ὁ πατὴρ ὁ ὑμέτερός τε καὶ τῶν κυνιδίων. ἀλλʼ οὐδὲν δεῖται πολλῶν ἀγαθῶν, ὦ Κτήσιππε, οὔτʼ ἐκεῖνος οὔτε σύ. οὐδὲ σύ, ἦ δʼ ὅς, ὦ Εὐθύδημε, αὐτός; οὐδὲ ἄλλος γε οὐδεὶς ἀνθρώπων. εἰπὲ γάρ μοι, ὦ Κτήσιππε, εἰ ἀγαθὸν νομίζεις εἶναι ἀσθενοῦντι φάρμακον πιεῖν ἢ οὐκ ἀγαθὸν εἶναι δοκεῖ σοι, ὅταν δέηται· ἢ εἰς πόλεμον ὅταν ἴῃ, ὅπλα ἔχοντα μᾶλλον ἰέναι ἢ ἄνοπλον. — ἔμοιγε, ἔφη. καίτοι οἶμαί τί σε τῶν καλῶν ἐρεῖν. — σὺ ἄριστα εἴσῃ, ἔφη· ἀλλʼ ἀποκρίνου. ἐπειδὴ γὰρ ὡμολόγεις ἀγαθὸν εἶναι φάρμακον, ὅταν δέῃ, πίνειν ἀνθρώπῳ, ἄλλο τι τοῦτο τὸ ἀγαθὸν ὡς πλεῖστον δεῖ πίνειν, καὶ καλῶς ἐκεῖ ἕξει, ἐάν τις αὐτῷ τρίψας ἐγκεράσῃ ἐλλεβόρου ἅμαξαν; —καὶ ὁ Κτήσιππος εἶπεν· πάνυ γε σφόδρα, ὦ Εὐθύδημε, ἐὰν ᾖ γε ὁ πίνων ὅσος ὁ ἀνδριὰς ὁ ἐν Δελφοῖς. — οὐκοῦν, ἔφη, καὶ ἐν τῷ πολέμῳ ἐπειδὴ ἀγαθόν ἐστιν ὅπλα ἔχειν, ὡς πλεῖστα δεῖ ἔχειν δόρατά τε καὶ ἀσπίδας, ἐπειδήπερ ἀγαθόν ἐστιν; — μάλα δήπου, ἔφη ὁ Κτήσιππος· σὺ δʼ οὐκ οἴει, ὦ Εὐθύδημε, ἀλλὰ μίαν καὶ ἓν δόρυ;2 — ἔγωγε. — ἦ καὶ τὸν Γηρυόνην ἄν, ἔφη, καὶ τὸν Βριάρεων οὕτως σὺ ὁπλίσαις; ἐγὼ δὲ ᾤμην σὲ δεινότερον εἶναι, ἅτε ὁπλομάχην ὄντα, καὶ τόνδε τὸν ἑταῖρον. καὶ ὁ μὲν Εὐθύδημος ἐσίγησεν· ὁ δὲ Διονυσόδωρος πρὸς τὰ πρότερον ἀποκεκριμένα τῷ Κτησίππῳ ἤρετο, οὐκοῦν καὶ χρυσίον, ἦ δʼ ὅς, ἀγαθὸν δοκεῖ σοι εἶναι ἔχειν; — πάνυ, καὶ ταῦτά γε πολύ, ἔφη ὁ Κτήσιππος.— τί οὖν; ἀγαθὰ οὐ δοκεῖ σοι χρῆναι ἀεί τʼ ἔχειν καὶ πανταχοῦ; — σφόδρα γʼ, ἔφη.— οὐκοῦν καὶ τὸ χρυσίον ἀγαθὸν ὁμολογεῖς εἶναι; — ὡμολόγηκα μὲν οὖν, ἦ δʼ ὅς.— οὐκοῦν ἀεὶ δεῖ αὐτὸ ἔχειν καὶ πανταχοῦ καὶ ὡς μάλιστα ἐν ἑαυτῷ; καὶ εἴη ἂν εὐδαιμονέστατος εἰ ἔχοι χρυσίου μὲν τρία τάλαντα ἐν τῇ γαστρί, τάλαντον δʼ ἐν τῷ κρανίῳ, στατῆρα δὲ χρυσοῦ ἐν ἑκατέρῳ τὠφθαλμῷ; — φασί γε οὖν, ὦ Εὐθύδημε, ἔφη ὁ Κτήσιππος, τούτους εὐδαιμονεστάτους εἶναι Σκυθῶν καὶ ἀρίστους ἄνδρας, οἳ χρυσίον τε ἐν τοῖς κρανίοις ἔχουσιν πολὺ τοῖς ἑαυτῶν, ὥσπερ σὺ νυνδὴ ἔλεγες τὸν κύνα τὸν πατέρα, καὶ ὃ θαυμασιώτερόν γε ἔτι, ὅτι καὶ πίνουσιν ἐκ τῶν ἑαυτῶν κρανίων3 κεχρυσωμένων, καὶ ταῦτα ἐντὸς καθορῶσιν, τὴν ἑαυτῶν κορυφὴν ἐν ταῖς χερσὶν ἔχοντες.

苏格拉底:“‘不过,’他(克特西波斯)说道,‘我打你们的父亲要合理得多,因为他学到了如何生出这么聪明的儿子。但是,尤苏戴莫斯,你们的以及小狗们的父亲,想必从你们这门聪明的智慧中得到了很多好处吧。’ ‘但他不需要很多好处,克特西波斯,不论是他还是你。’ ‘甚至连你自己也不需要吗,尤苏戴莫斯?’他说道。 ‘甚至其他任何人也不需要。告诉我,克特西波斯,如果生病的人喝药,你认为这是好事,还是在有需要时你觉得这不是好事?或者当有人去打仗时,你认为他带着武器去比空手去更好吗?’ ‘——我认为是的,’他说道。‘不过我想你会说一些漂亮的话。’ ‘——你会最清楚的,’他说道,‘但请回答。因为既然你承认在有需要时,人喝药是好事,那难道不应该尽可能多地喝这种好东西吗?如果有人为他研磨并调配了一整车的藜芦,这会很好吗?’ 而克特西波斯说道:‘完全如此,尤苏戴莫斯,只要那个喝药的人有德尔斐的那座神像那么大。’ ‘——那么,’他说道,‘既然在战争中拥有武器是好事,那既然确实是好事,难道不应该尽可能多地拥有长枪和盾牌吗?’ ‘——当然如此,’克特西波斯说道,‘但是,尤苏戴莫斯,你不这么想,反而觉得只要一面盾牌和一支长枪吗?’ ‘——我就是这么想的。’ ‘——那么,’他说道,‘你也会这样武装革律翁和布里阿瑞俄斯吗?我还以为你和你的这位同伴既然是武器格斗的专家,应该更厉害呢。’ 于是尤苏戴莫斯沉默了。而狄奥尼索多洛斯针对克特西波斯之前回答过的话问道: ‘那么黄金,’他说道,‘你也觉得拥有它是好事吗?’ ‘——当然,而且要非常多,’克特西波斯说道。 ‘——那又怎样?难道你觉得好东西不应该随时随地都拥有吗?’ ‘——非常如此,’他说道。 ‘——那么你承认黄金也是好东西吗?’ ‘——我已经承认了,’他说道。 ‘——那么,难道不应该随时随地、并尽可能多地把它放在自己的身体里吗?如果一个人肚子里有三塔兰同黄金,头骨里有一塔兰同,两只眼睛里各有一枚金斯塔特,他会是最幸福的吗?’ ‘——至少人们是这么说的,尤苏戴莫斯,’克特西波斯说道,‘斯基泰人中那些最幸福、最优秀的人,他们自己的头骨里就有很多黄金,就像你刚才说那只狗是父亲一样;而且更神奇的是,他们还用自己镀金的头骨喝酒,把自己的头顶握在手里,往里注视着。’"

语法注3 条
  1. 299aὅτι μαθὼν σοφοὺς ὑεῖς οὕτως ἔφυσεν

    分词 μαθών(μανθάνω“学习、懂得”的无定过去时主动分词)在这里表示“学会了[如何]”或“在懂得了之后”,带有讽刺意味:“因为他在学会了如何生出这么聪明的儿子之后才生下了他们”。

  2. 299cμίαν καὶ ἓν δόρυ

    阴性单数数词 μίαν(一个)呼应前文的阴性名词 ἀσπίδας(盾牌),省略了 ἀσπίδα(一面盾牌)。而中性的 ἓν(一个)则修饰紧随其后的中性名词 δόρυ(长枪)。

  3. 299eἐκ τῶν ἑαυτῶν κρανίων

    克特西波斯故意误读了尤苏戴莫斯所谓的“在自己的头骨里(ἐν τῷ κρανίῳ)拥有金子”,并将其套用到斯基泰人“用头骨(作杯子)饮酒”的习俗上,滑稽地将其扭曲为用“他们自己(ἑαυτῶν)的头骨”饮酒,以此嘲弄尤苏戴莫斯的荒谬逻辑。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0059.tlg021.humanitext-grc2:299