← 柏拉图

尤西德莫斯篇

§298

关于普遍之父与狗为父的诡辩

狄奥尼索多洛斯和尤苏戴莫斯利用诡辩论证,认为拥有不同的父亲就等于没有父亲,并进一步推论出他们的父亲是所有人类和动物的父亲。接着,狄奥尼索多洛斯利用克特西波斯的狗是父亲这一事实,荒谬地得出那只狗就是克特西波斯的父亲,从而克特西波斯是在打自己的父亲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
298

ΣΩ. πάνυ γʼ, ἔφην· ὁ μέν γε ἐμός, ὁ δὲ ἐκείνου.— οὐκοῦν, ἦ δʼ ὅς, ἕτερος ἦν Χαιρέδημος τοῦ πατρός; —τοὐμοῦ γʼ, ἔφην ἐγώ.— ἆρʼ οὖν πατὴρ ἦν ἕτερος ὢν πατρός; ἢ σὺ εἶ ὁ αὐτὸς τῷ λίθῳ; —δέδοικα μὲν ἔγωγʼ, ἔφην, μὴ φανῶ ὑπὸ σοῦ ὁ αὐτός· οὐ μέντοι μοι δοκῶ.— οὐκοῦν ἕτερος εἶ, ἔφη, τοῦ λίθου; —ἕτερος μέντοι.— ἄλλο τι οὖν ἕτερος, ἦ δʼ ὅς, ὢν λίθου οὐ λίθος εἶ; καὶ ἕτερος ὢν χρυσοῦ οὐ χρυσὸς εἶ; —ἔστι ταῦτα.— οὔκουν καὶ ὁ Χαιρέδημος, ἔφη, ἕτερος ὢν πατρὸς πατήρ ἐστιν.1 —ἔοικεν, ἦν δʼ ἐγώ, οὐ πατὴρ εἶναι. εἰ γὰρ δήπου, ἔφη, πατήρ ἐστιν ὁ Χαιρέδημος, ὑπολαβὼν ὁ Εὐθύδημος, πάλιν αὖ ὁ Σωφρονίσκος ἕτερος ὢν πατρὸς οὐ πατήρ ἐστιν, ὥστε σύ, ὦ Σώκρατες, ἀπάτωρ εἶ. καὶ ὁ Κτήσιππος ἐκδεξάμενος, ὁ δὲ ὑμέτερος, ἔφη, αὖ πατὴρ οὐ ταὐτὰ ταῦτα πέπονθεν; ἕτερός ἐστιν τοὐμοῦ πατρός; — πολλοῦ γʼ, ἔφη, δεῖ, ὁ Εὐθύδημος.— ἀλλά, ἦ δʼ ὅς, ὁ αὐτός; — ὁ αὐτὸς μέντοι. — οὐκ ἂν συμβουλοίμην. ἀλλὰ πότερον, ὦ Εὐθύδημε, ἐμὸς μόνον ἐστὶ πατὴρ ἢ καὶ τῶν ἄλλων ἀνθρώπων; — καὶ τῶν ἄλλων, ἔφη· ἢ οἴει τὸν αὐτὸν πατέρα ὄντα οὐ πατέρα εἶναι; — ὤιμην δῆτα, ἔφη ὁ Κτήσιππος.— τί δέ; ἦ δʼ ὅς· χρυσὸν ὄντα μὴ χρυσὸν εἶναι; ἢ ἄνθρωπον ὄντα μὴ ἄνθρωπον; — μὴ γάρ, ἔφη ὁ Κτήσιππος, ὦ Εὐθύδημε, τὸ λεγόμενον, οὐ λίνον λίνῳ συνάπτεις·2 δεινὸν γὰρ λέγεις πρᾶγμα εἰ ὁ σὸς πατὴρ πάντων ἐστὶν πατήρ. — ἀλλʼ ἔστιν, ἔφη.— πότερον ἀνθρώπων; ἦ δʼ ὃς ὁ Κτήσιππος, ἢ καὶ ἵππων καὶ τῶν ἄλλων πάντων ζῴων; πάντων, ἔφη.— ἦ καὶ μήτηρ ἡ μήτηρ; — καὶ ἡ μήτηρ γε. — καὶ τῶν ἐχίνων ἄρα, ἔφη, ἡ σὴ μήτηρ μήτηρ ἐστὶ τῶν θαλαττίων. — καὶ ἡ σή γʼ, ἔφη.— καὶ σὺ ἄρα ἀδελφὸς εἶ τῶν κωβιῶν καὶ κυναρίων καὶ χοιριδίων. — καὶ γὰρ σύ, ἔφη.— κάπρος ἄρα σοι πατήρ ἐστι καὶ κύων. — καὶ γὰρ σοί, ἔφη. αὐτίκα δέ γε, ἦ δʼ ὃς ὁ Διονυσόδωρος, ἄν μοι ἀποκρίνῃ, ὦ Κτήσιππε, ὁμολογήσεις ταῦτα. εἰπὲ γάρ μοι, ἔστι σοι κύων; — καὶ μάλα πονηρός, ἔφη ὁ Κτήσιππος.— ἔστιν οὖν αὐτῷ κυνίδια; — καὶ μάλʼ, ἔφη, ἕτερα τοιαῦτα. — οὐκοῦν πατήρ ἐστιν αὐτῶν ὁ κύων; — ἔγωγέ τοι εἶδον, ἔφη, αὐτὸν ὀχεύοντα τὴν κύνα. — τί οὖν; οὐ σός ἐστιν ὁ κύων; — πάνυ γʼ, ἔφη.— οὐκοῦν πατὴρ ὢν σός ἐστιν,3 ὥστε σὸς πατὴρ γίγνεται ὁ κύων καὶ σὺ κυναρίων ἀδελφός; καὶ αὖθις ταχὺ ὑπολαβὼν ὁ Διονυσόδωρος, ἵνα μὴ πρότερόν τι εἴποι ὁ Κτήσιππος, καὶ ἔτι γέ μοι μικρόν, ἔφη, ἀπόκριναι· τύπτεις τὸν κύνα τοῦτον; —καὶ ὁ Κτήσιππος γελάσας, νὴ τοὺς θεούς, ἔφη· οὐ γὰρ δύναμαι σέ. — οὐκοῦν τὸν σαυτοῦ πατέρα, ἔφη, τύπτεις;

苏格拉底:“‘确实如此,’我说道,‘一个是我的[父亲],另一个是他的[父亲]。’ ‘那么,’他说道,‘凯雷德摩斯与那个父亲不同吗?’ ‘——至少是与我的[父亲]不同,’我说道。 ‘那么,他既然与父亲不同,难道还会是父亲吗?或者说,你和石头是同一个东西吗?’ ‘——我确实害怕,’我说道,‘免得被你证明我和石头是同一个东西;不过我自己觉得并不是。’ ‘那么你与石头不同吗?’他说道。 ‘——确实不同。’ ‘那么,既然你与石头不同,你就不是石头,对吗?既然你与金子不同,你就不是金子,对吗?’ ‘——确实如此。’ ‘那么,’他说道,‘凯雷德摩斯既然与父亲不同,也就不是父亲了。’ ‘——似乎,’我说道,‘他不是父亲。’ ‘因为如果,’尤苏戴莫斯插话说,‘凯雷德摩斯确实是父亲,那么反过来,索弗罗尼斯科斯既然与那个父亲不同,也就不是父亲了,从而你,苏格拉底,就是个没有父亲的人。’ 而克特西波斯接着说道:‘那么你们的父亲,反过来不也遭受了同样的事吗?他与我的父亲不同吗?’ ‘——差得远呢,’尤苏戴莫斯说道。 ‘——那么,’他说道,‘是同一个人吗?’ ‘——确实是同一个人。’ ‘——我可不建议这样。不过,尤苏戴莫斯,他只是我一个人的父亲,还是也是其他所有人的父亲?’ ‘——也是其他人的父亲,’他说道,‘难道你以为,身为同一个父亲,却不是父亲吗?’ ‘——我确实曾这么想,’克特西波斯说道。 ‘——那又怎样?’他说道,‘难道身为金子却不是金子?或者身为人类却不是人类?’ ‘——可别啊,’克特西波斯说道,‘尤苏戴莫斯,就像俗话所说的那样,你是在“用麻线去接麻线”;因为如果你父亲是所有人的父亲,那你说的这件事可就太可怕了。’ ‘——但事实就是如此,’他说道。 ‘——是人类的[父亲],’克特西波斯说道,‘还是也是马以及其他所有动物的[父亲]?’ ‘——是所有一切的,’他说道。 ‘——那么你的母亲也是[所有一切的]母亲吗?’ ‘——母亲也确实如此。’ ‘——那么,’他说道,‘你的母亲也是海胆(海里的刺猬)的母亲了。’ ‘——而你的母亲也是,’他说道。 ‘——那么你也就是沙塘鳢、小狗和小猪的兄弟了。’ ‘——因为你也是,’他说道。 ‘——那么野猪和狗就是你的父亲了。’ ‘——因为对你也是,’他说道。 ‘马上,’狄奥尼索多洛斯说道,‘只要你回答我,克特西波斯,你就会承认这些。告诉我,你有狗吗?’ ‘——有,而且非常坏,’克特西波斯说道。 ‘——那么它有小狗吗?’ ‘——确实有,和他一样坏的其他小狗,’他说道。 ‘——那么那只狗是它们的父亲吗?’ ‘——我确实亲眼看见,’他说道,‘它在和母狗交配。’ ‘——那又怎样?这只狗难道不是你的吗?’ ‘——当然是我的,’他说道。 ‘——那么,它既是父亲,又是你的,因而这只狗就成了你的父亲,而你也就成了小狗的兄弟,对吗?’ 而狄奥尼索多洛斯再次迅速插话,免得克特西波斯先说什么: ‘再回答我一小个问题,’他说道,‘你打这只狗吗?’ 而克特西波斯笑着说道:‘凭诸神起誓,我打!因为我打不到你呀。’ ‘——那么,’他说道,‘你是在打你自己的父亲吗?’

语法注3 条
  1. 298aοὔκουν καὶ ὁ Χαιρέδημος, ἔφη, ἕτερος ὢν πατρὸς πατήρ ἐστιν.

    οὔκουν 引导否定结论(“因此不……”)。ἕτερος ὢν πατρὸς 是分词短语,表示原因或前提(“因为他与父亲不同”)。因此整句的意思是“因此,凯雷德摩斯……也不是父亲”。

  2. 298cμὴ γάρ, ἔφη ὁ Κτήσιππος, ὦ Εὐθύδημε, τὸ λεγόμενον, οὐ λίνον λίνῳ συνάπτεις

    τὸ λεγόμενον 是作同位语的宾格,插入语式地表示“正如俗话所说”。μὴ γάρ 表示强烈的否定或劝阻(“千万别……”)。οὐ λίνον λίνῳ συνάπτεις(直译“你没有把麻线接在麻线上”)是一个谚语,用来表示强行把不相干的事情结合在一起,或者进行无意义的论证。

  3. 298eοὐκοῦν πατὴρ ὢν σός ἐστιν

    这里的 σός 具有双重含义:一方面是“你的(所有物:狗)”,另一方面是“你的(父亲)”。分词短语 πατὴρ ὢν(身为父亲)与 σός ἐστιν(是你的)相结合,被智者诡辩地推导为“他是你的父亲”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0059.tlg021.humanitext-grc2:298