- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg021.humanitext-grc2:293
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
苏格拉底向两位智者求助以摆脱困境,而尤苏戴莫斯则利用苏格拉底承认自己“知道”某事的契机,展开了“只要知道一件事就等于知道一切、因而已经拥有所寻找的知识”的诡辩。
ΣΩ. ἔγωγε οὖν καὶ αὐτός, ὦ Κρίτων, ἐπειδὴ ἐν ταύτῃ τῇ ἀπορίᾳ ἐνεπεπτώκη, πᾶσαν ἤδη φωνὴν ἠφίειν, δεόμενος τοῖν ξένοιν1 ὥσπερ Διοσκούρων ἐπικαλούμενος σῶσαι ἡμᾶς, ἐμέ τε καὶ τὸ μειράκιον, ἐκ τῆς τρικυμίας τοῦ λόγου, καὶ παντὶ τρόπῳ σπουδάσαι, καὶ σπουδάσαντας ἐπιδεῖξαι τίς ποτʼ ἐστὶν ἡ ἐπιστήμη ἧς τυχόντες ἂν καλῶς τὸν ἐπίλοιπον βίον διέλθοιμεν. ΚΡ. τί οὖν; ἠθέλησέν τι ὑμῖν ἐπιδεῖξαι ὁ Εὐθύδημος; ΣΩ. πῶς γὰρ οὔ; καὶ ἤρξατό γε, ὦ ἑταῖρε, πάνυ μεγαλοφρόνως τοῦ λόγου ὧδε— πότερον δή σε, ἔφη, ὦ Σώκρατες, ταύτην τὴν ἐπιστήμην, περὶ ἣν πάλαι ἀπορεῖτε, διδάξω, ἢ ἐπιδείξω ἔχοντα;2 ὦ μακάριε, ἦν δʼ ἐγώ, ἔστι δὲ ἐπὶ σοὶ τοῦτο; πάνυ μὲν οὖν, ἔφη. ἐπίδειξον τοίνυν με νὴ Δίʼ, ἔφην ἐγώ, ἔχοντα· πολὺ γὰρ ῥᾷον ἢ μανθάνειν τηλικόνδε ἄνδρα. φέρε δή μοι ἀπόκριναι, ἔφη· ἔστιν ὅτι ἐπίστασαι; —πάνυ γε, ἦν δʼ ἐγώ, καὶ πολλά, σμικρά γε.— ἀρκεῖ, ἔφη. ἆρʼ οὖν δοκεῖς οἷόν τέ τι τῶν ὄντων τοῦτο ὃ τυγχάνει ὄν, αὐτὸ τοῦτο μὴ εἶναι;3 —ἀλλὰ μὰ Δίʼ οὐκ ἔγωγε.— οὐκοῦν σύ, ἔφη, ἐπίστασαί τι; —ἔγωγε.— οὐκοῦν ἐπιστήμων εἶ, εἴπερ ἐπίστασαι; —πάνυ γε, τούτου γε αὐτοῦ.— οὐδὲν διαφέρει· ἀλλʼ οὐκ ἀνάγκη σε ἔχει πάντα ἐπίστασθαι ἐπιστήμονά γε ὄντα; —μὰ Δίʼ, ἔφην ἐγώ· ἐπεὶ πολλὰ ἄλλʼ οὐκ ἐπίσταμαι.— οὐκοῦν εἴ τι μὴ ἐπίστασαι, οὐκ ἐπιστήμων εἶ. —ἐκείνου γε, ὦ φίλε, ἦν δʼ ἐγώ.— ἧττον οὖν τι, ἔφη, οὐκ ἐπιστήμων εἶ; ἄρτι δὲ ἐπιστήμων ἔφησθα εἶναι· καὶ οὕτως τυγχάνεις ὢν αὐτὸς οὗτος ὃς εἶ, καὶ αὖ πάλιν οὐκ εἶ, κατὰ ταὐτὰ ἅμα. εἶεν, ἦν δʼ ἐγώ, Εὐθύδημε· τὸ γὰρ λεγόμενον, καλὰ δὴ παταγεῖς·4 πῶς οὖν ἐπίσταμαι ἐκείνην τὴν ἐπιστήμην ἣν ἐζητοῦμεν; ὡς δὴ τοῦτο ἀδύνατόν ἐστιν τὸ αὐτὸ εἶναί τε καὶ μή, εἴπερ ἓν ἐπίσταμαι, ἅπαντα ἐπίσταμαι—οὐ γὰρ ἂν εἴην ἐπιστήμων τε καὶ ἀνεπιστήμων ἅμα—ἐπεὶ δὲ πάντα ἐπίσταμαι, κἀκείνην δὴ τὴν ἐπιστήμην ἔχω· ἆρα οὕτως λέγεις, καὶ τοῦτό ἐστιν τὸ σοφόν; αὐτὸς σαυτόν γε δὴ ἐξελέγχεις, ἔφη, ὦ Σώκρατες. τί δέ, ἦν δʼ ἐγώ, ὦ Εὐθύδημε, σὺ οὐ πέπονθας τοῦτο τὸ αὐτὸ πάθος; ἐγὼ γάρ τοι μετὰ σοῦ ὁτιοῦν ἂν πάσχων καὶ μετὰ Διονυσοδώρου τοῦδε, φίλης κεφαλῆς, οὐκ ἂν πάνυ ἀγανακτοίην. εἰπέ μοι, σφὼ οὐχὶ τὰ μὲν ἐπίστασθον τῶν ὄντων, τὰ δὲ οὐκ ἐπίστασθον; ἥκιστά γε, ἔφη, ὦ Σώκρατες, ὁ Διονυσόδωρος. πῶς λέγετον; ἔφην ἐγώ· ἀλλʼ οὐδὲν ἄρα ἐπίστασθον; καὶ μάλα, ἦ δʼ ὅς.
苏格拉底:“我自己也是,克里同,既然已经陷入了这种困境,当时就放声大喊,恳求这两位外邦人,就像呼唤狄奥斯库洛伊那样,祈求他们将我们——我和那个年轻人——从辩论的滔天巨浪中拯救出来,并无论如何都要认真对待,在认真之后,向我们展示出到底是什么知识,能让我们在获得它之后,得以美好地度过余生。” 克里同:“那么后来呢?尤苏戴莫斯愿意给你们展示点什么吗?” 苏格拉底:“怎么会不愿意呢?而且,朋友,他确实非常高傲地这样开始了论述: ‘苏格拉底,’他说道,‘这门你们好久以来一直感到困惑的知识,我是应该教给你呢,还是应该向你展示你其实已经拥有了它?’ ‘哎呀,我亲爱的人哪,’我说道,‘这真的是由你决定的吗?’ ‘当然是的,’他说道。‘那么,凭宙斯起誓,’我说道,‘请向我展示我已经拥有了它。因为这比起让我这个年纪的人去学习,要容易得多了。’ ‘那么,请回答我,’他说道,‘有什么是你所知道的吗?’ ——‘当然有,’我说道,‘而且有很多,不过都是些微不足道的事。’―― ‘这就够了,’他说道。 ‘那么,你认为存在着的事物中,那个恰好存在着的某样事物,有可能自身不是它所是的那个东西吗?’ ——‘凭宙斯起誓,我绝对不这么认为。’―― ‘那么,’他说道,‘你知道某些事情,对吗?’ ——‘是的。’―― ‘那么,既然你知道,你就是有知识的,对吗?’ ——‘当然,至少对这件知道的事而言是如此。’―― ‘这没有什么区别。但是,既然你是有知识的,你难道不必然知道一切吗?’ ——‘凭宙斯起誓,并非如此,’我说道,‘因为还有很多其他的事情我是不知道的。’―― ‘那么,如果你有什么是不知道的,你就是无知识的。’ ——‘至少对于那件不知道的事而言是如此,朋友,’我说道。―― ‘那么,’他说道,‘你在任何程度上,不仍然是无知识的吗?可你刚才还说自己是有知识的。如此一来,你既是你自己所是的这个人,同时在同一方面,又不是这个人。’ ‘好吧,尤苏戴莫斯,’我说道,‘正如俗话所说,你可真是敲打出了一阵漂亮的响声。那么,我到底是如何知道我们先前寻找的那门知识的呢?既然同一事物既是又不是是不可能的,那么如果我知道一件事,我就知道了一切——因为我不可能同时既是有知识的又是无知识的——而既然我知道了一切,我也就拥有了那门知识。你就是这个意思吗?这就是所谓的智慧所在吗?’ ‘是你自己在驳倒你自己,苏格拉底。’他说道。 ‘但是,尤苏戴莫斯,’我说道,‘你难道不也处于这完全相同的境地吗?要知道,如果能和你,以及这里亲爱的狄奥尼索多洛斯一起遭受任何事情,我是绝对不会介意的。告诉我,你们俩难道不是对存在的事物中知道一些,而不知道另一些吗?’ ‘绝对不是这样,苏格拉底。’狄奥尼索多洛斯说道。 ‘你们怎么说?’我说道,‘那难道你们什么都不知道吗?’ ‘恰恰相反,我们知道得很多,’他说道。
- 293aδεόμενος τοῖν ξένοιν
现在分词 δεόμενος 源自支配属格的动词 δέομαι,因此它支配双数属格(与与格同形)的 τοῖν ξένοιν。该短语在语义上也与紧随其后的分词 ἐπικαλούμενος(通常支配宾格)形成松散的呼应,利用双数词尾的模糊性达到了双重修饰的效果。
- 293bἐπιδείξω ἔχοντα
现在分词 ἔχοντα 是阳性单数宾格,其逻辑主语是省略的宾格代词 σε(指苏格拉底),作为表示“展示”的动词(ἐπιδείξω)的补充语。字面意思是“展示你正拥有(知识)的状态”,即“证明你已经拥有它”。
- 293bτοῦτο ὃ τυγχάνει ὄν, αὐτὸ τοῦτο μὴ εἶναι
这是一个在 οἷόν τέ ἐστιν(“是有可能的”)之后的“宾格加不定式”的复杂句式。逻辑上的主语宾格是 τι τῶν ὄντων(存在物中的某物),并由同格关系从句 τοῦτο ὃ τυγχάνει ὄν(恰好是其所是的那个东西)进行限定。不定式 μὴ εἶναι(“不是”)的表语是 αὐτὸ τοῦτο(“它自身”)。整个结构是在追问同一律的否定:“一个存在着的事物,有可能不是它恰好所是的那个自身吗?”
- 293dκαλὰ δὴ παταγεῖς
短语 τὸ γὰρ λεγόμενον 作为绝对宾格,起到了“俗话说”、“正如俗话所说”的惯用副词作用。καλὰ 是中性复数宾格作副词用(或内含宾格)。动词 παταγέω 原意为“发出啪嗒啪嗒的声音”、“空洞地敲击”,在此作为比喻,用来讽刺尤苏戴莫斯诡辩言论的“好听(但无实质内容)”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
