← 柏拉图

尤西德莫斯篇

§292

王者之术的产物与陷入无限循环的疑难

苏格拉底与克里同探讨王者之术的具体成果是什么,但发现即使它是一种使人变善的知识,最终也会陷入无限循环,无法定义那门能带来幸福的终极知识,因而陷入了极大的困境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§292

ΣΩ. τί δὲ ἡ ὑμετέρα τέχνη ἡ γεωργία; πάντων ἄρχουσα ὧν ἄρχει, τί ἀπεργάζεται; οὐ τὴν τροφὴν ἂν φαίης τὴν ἐκ τῆς γῆς παρέχειν ἡμῖν; ΚΡ. ἔγωγε. ΣΩ. τί δὲ ἡ βασιλικὴ πάντων ἄρχουσα ὧν ἄρχει; τί ἀπεργάζεται; ἴσως οὐ πάνυ γʼ εὐπορεῖς. ΚΡ. μὰ τὸν Δία, ὦ Σώκρατες. ΣΩ. οὐδὲ γὰρ ἡμεῖς, ὦ Κρίτων· ἀλλὰ τοσόνδε γε οἶσθα, ὅτι εἴπερ ἐστὶν αὕτη ἣν ἡμεῖς ζητοῦμεν, ὠφέλιμον αὐτὴν δεῖ εἶναι. ΚΡ. πάνυ γε. ΣΩ. οὐκοῦν ἀγαθόν γέ τι δεῖ ἡμῖν αὐτὴν παραδιδόναι; ΚΡ. ἀνάγκη, ὦ Σώκρατες. ΣΩ. ἀγαθὸν δέ γέ που ὡμολογήσαμεν ἀλλήλοις ἐγώ τε καὶ Κλεινίας οὐδὲν εἶναι ἄλλο ἢ ἐπιστήμην τινά. ΚΡ. ναί, οὕτως ἔλεγες. ΣΩ. οὐκοῦν τὰ μὲν ἄλλα ἔργα,1 ἃ φαίη ἄν τις πολιτικῆς εἶναι—πολλὰ δέ που ταῦτʼ ἂν εἴη, οἷον πλουσίους τοὺς πολίτας παρέχειν καὶ ἐλευθέρους καὶ ἀστασιάστους—πάντα ταῦτα οὔτε κακὰ οὔτε ἀγαθὰ ἐφάνη, ἔδει δὲ σοφοὺς ποιεῖν καὶ ἐπιστήμης μεταδιδόναι, εἴπερ ἔμελλεν αὕτη εἶναι ἡ ὠφελοῦσά τε καὶ εὐδαίμονας ποιοῦσα. ΚΡ. ἔστι ταῦτα· τότε γοῦν οὕτως ὑμῖν ὡμολογήθη, ὡς σὺ τοὺς λόγους ἀπήγγειλας. ΣΩ. ἆρʼ οὖν ἡ βασιλικὴ σοφοὺς ποιεῖ τοὺς ἀνθρώπους καὶ ἀγαθούς; ΚΡ. τί γὰρ κωλύει, ὦ Σώκρατες; ΣΩ. ἀλλʼ ἆρα πάντας καὶ πάντα ἀγαθούς; καὶ πᾶσαν ἐπιστήμην, σκυτοτομικήν τε καὶ τεκτονικὴν καὶ τὰς ἄλλας ἁπάσας, αὕτη ἡ παραδιδοῦσά ἐστιν; ΚΡ. οὐκ οἶμαι ἔγωγε, ὦ Σώκρατες. ΣΩ. ἀλλὰ τίνα δὴ ἐπιστήμην; ᾗ τί χρησόμεθα;2 τῶν μὲν γὰρ ἔργων οὐδενὸς δεῖ αὐτὴν δημιουργὸν εἶναι τῶν μήτε κακῶν μήτε ἀγαθῶν, ἐπιστήμην δὲ παραδιδόναι μηδεμίαν ἄλλην ἢ αὐτὴν ἑαυτήν. λέγωμεν δὴ οὖν τίς ποτέ ἐστιν αὕτη, ᾗ τί χρησόμεθα; βούλει φῶμεν, ὦ Κρίτων, ᾗ ἄλλους ἀγαθοὺς ποιήσομεν; ΚΡ. πάνυ γε. ΣΩ. οἳ τί ἔσονται ἡμῖν ἀγαθοὶ καὶ τί χρήσιμοι; ἢ ἔτι λέγωμεν ὅτι ἄλλους ποιήσουσιν, οἱ δὲ ἄλλοι ἐκεῖνοι ἄλλους; ὅτι δέ ποτε ἀγαθοί εἰσιν, οὐδαμοῦ ἡμῖν φαίνονται, ἐπειδήπερ τὰ ἔργα τὰ λεγόμενα εἶναι τῆς πολιτικῆς ἠτιμάσαμεν, ἀλλʼ ἀτεχνῶς τὸ λεγόμενον ὁ Διὸς Κόρινθος γίγνεται,3 καὶ ὅπερ ἔλεγον, τοῦ ἴσου ἡμῖν ἐνδεῖ ἢ ἔτι πλέονος πρὸς τὸ εἰδέναι τίς ποτέ ἐστιν ἡ ἐπιστήμη ἐκείνη ἣ ἡμᾶς εὐδαίμονας ποιήσει; ΚΡ. νὴ τὸν Δία, ὦ Σώκρατες, εἰς πολλήν γε ἀπορίαν, ὡς ἔοικεν, ἀφίκεσθε.

苏格拉底:“那么,你们的技艺——农业又如何呢?在统治它所统治的一切的同时,它创造了什么?你难道不会说是它为我们提供了来自大地的食物吗?” 克里同:“我会的。” 苏格拉底:“那么,在统治它所统治的一切的同时,王者之术又创造了什么?也许你并不十分能回答得上来。” 克里同:“凭宙斯起誓,确实如此,苏格拉底。” 苏格拉底:“因为我们也是这样,克里同。但你至少知道这一点:如果这确实是我们所寻找的,它就必须是有益的。” 克里同:“当然。” 苏格拉底:“那么它不必须交给我们某种善的东西吗?” 克里同:“必然如此,苏格拉底。” 苏格拉底:“而且,我大概和克莱尼亚斯相互同意过,善不是别的,正是某种知识。” 克里同:“是的,你曾是这样说的。” 苏格拉底:“因此,至于有人可能会说是属于政治术的其他成果——这些成果大概会有很多,比如使公民富有、自由、无内乱——所有这些都显得既非恶也非善。相反,如果这门技艺真的要成为那带来益处并使人幸福的技艺,它就必须使人变得智慧并传授知识。” 克里同:“正是如此。无论如何,当时在你们之间确实是这样同意的,正如你所转述的那些话一样。” 苏格拉底:“那么,王者之术是否使人变得智慧和善呢?” 克里同:“有什么能阻止它呢,苏格拉底?” 苏格拉底:“但它是使所有人在所有方面都变善吗?而且,难道正是它传授了制鞋术、木工术以及其他所有的一切知识吗?” 克里同:“我个人不这么认为,苏格拉底。” 苏格拉底:“那么这到底是什么知识呢?我们拿它来派什么用处?因为对于那些既非恶也非善的任何成果,它决不能充当其制造者,并且除了它自身之外,它不能传授任何其他知识。那么,让我们来说说这到底是什么,我们拿它来做什么。克里同,你希望我们说,这就是我们借以使别人变善的知识吗?” 克里同:“当然。” 苏格拉底:“而那些变善的人对我们来说,在什么方面是善的,又在什么方面是有用的?还是说,我们还要继续说,他们会使其他人变善,而那些其他人又会使另外的人变善吗?但他们到底在什么方面是善的,我们却完全看不到,因为我们已经否定了那些被称为政治术成果的东西。于是,这简直就成了俗话所说的‘宙斯之子科林托斯’,而且正如我所说的,为了知道那能让我们幸福的知识究竟是什么,我们是不是还缺少同样多、甚至更多的东西呢?” 克里同:“凭宙斯起誓,苏格拉底,看来你们确实陷入了极大的困境。”

语法注3 条
  1. 292bοὐκοῦν τὰ μὲν ἄλλα ἔργα

    主语的悬空与复指(语法不一致/anacoluthon)。句首的“τὰ μὲν ἄλλα ἔργα”在夹杂了关系从句和插入成分后,被较远处的“πάντα ταῦτα”重新作为主语承接,最终与主句动词“ἐφάνη”相连。

  2. 292dᾗ τί χρησόμεθα;

    关系代词与格(ᾗ)与疑问代词宾格(τί)相结合的结构。在关系从句中起到双重疑问的作用:“通过这门知识(ᾗ),我们要做什么(τί)/使用什么(χρησόμεθα)?”

  3. 292eὁ Διὸς Κόρινθος γίγνεται

    希腊语惯用语,字面意思是“成了宙斯之子科林托斯”。用以指代无休止地重复相同内容、毫无进展的“循环论证/原地打转”状态。固有名词短语直接作为“γίγνεται”的主语。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0059.tlg021.humanitext-grc2:292