← 柏拉图

尤西德莫斯篇

§287-288

驳斥不可能犯错论与重启智慧的探究

苏格拉底指出如果犯错是不可能的,那么传授美德也是不可能的,以此揭露迪奥尼索多洛斯的矛盾。随后,苏格拉底安抚了克特西波斯,并与克莱尼亚斯一起重新开始探究对人生有益的知识(哲学)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§287

ΣΩ. ὅρα δέ· εἰ γὰρ μήτε ψεύδεσθαι ἔστιν μήτε ψευδῆ δοξάζειν μήτε ἀμαθῆ εἶναι, ἄλλο τι1 οὐδʼ ἐξαμαρτάνειν ἔστιν, ὅταν τίς τι πράττη; πράττοντα γὰρ οὐκ ἔστιν ἁμαρτάνειν τούτου ὃ πράττει· οὐχ οὕτω λέγετε; πάνυ γʼ, ἔφη. τοῦτό ἐστιν ἤδη, ἦν δʼ ἐγώ, τὸ φορτικὸν ἐρώτημα. εἰ γὰρ μὴ ἁμαρτάνομεν μήτε πράττοντες μήτε λέγοντες μήτε διανοούμενοι, ὑμεῖς, ὦ πρὸς Διός, εἰ ταῦτα οὕτως ἔχει, τίνος διδάσκαλοι ἥκετε; ἢ οὐκ ἄρτι ἔφατε ἀρετὴν κάλλιστʼ ἂν παραδοῦναι ἀνθρώπων τῷ ἐθέλοντι μανθάνειν; εἶτʼ, ἔφη, ὦ Σώκρατες, ὁ Διονυσόδωρος ὑπολαβών, οὕτως εἶ Κρόνος, ὥστε ἃ τὸ πρῶτον εἴπομεν νῦν ἀναμιμνῄσκῃ,2 καὶ εἴ τι πέρυσιν εἶπον, νῦν ἀναμνησθήσῃ, τοῖς δʼ ἐν τῷ παρόντι λεγομένοις οὐχ ἕξεις ὅτι χρῇ; καὶ γάρ, ἔφην ἐγώ, χαλεποί εἰσιν πάνυ—εἰκότως· παρὰ σοφῶν γὰρ λέγονται—ἐπεὶ καὶ τούτῳ τῷ τελευταίῳ παγχάλεπον χρήσασθαί ἐστιν, ᾧ λέγεις. τὸ γὰρ οὐκ ἔχω ὅτι χρῶμαι τί ποτε λέγεις, ὦ Διονυσόδωρε; ἢ δῆλον ὅτι ὡς οὐκ ἔχω ἐξελέγξαι αὐτόν; ἐπεὶ εἰπέ, τί σοι ἄλλο νοεῖ τοῦτο τὸ ῥῆμα, τὸ οὐκ ἔχω ὅτι χρήσωμαι3 τοῖς λόγοις; ἀλλʼ ὃ σὺ λέγεις, ἔφη, ἐπεὶ ἀπόκριναι. πρὶν σὲ ἀποκρίνασθαι, ἦν δʼ ἐγώ, ὦ Διονυσόδωρε; οὐκ ἀποκρίνῃ; ἔφη. ἦ καὶ δίκαιον; δίκαιον μέντοι, ἔφη. κατὰ τίνα λόγον; ἦν δʼ ἐγώ· ἢ δῆλον ὅτι κατὰ τόνδε, ὅτι σὺ νῦν πάσσοφός τις ἡμῖν ἀφῖξαι περὶ λόγους, καὶ οἶσθα ὅτε δεῖ ἀποκρίνασθαι καὶ ὅτε μή; καὶ νῦν οὐδʼ ἂν ὁτιοῦν ἀποκρίνῃ, ἅτε γιγνώσκων ὅτι οὐ δεῖ; λαλεῖς, ἔφη, ἀμελήσας ἀποκρίνασθαι· ἀλλʼ, ὠγαθέ, πείθου καὶ ἀποκρίνου, ἐπειδὴ καὶ ὁμολογεῖς με σοφὸν εἶναι. πειστέον τοίνυν, ἦν δʼ ἐγώ, καὶ ἀνάγκη, ὡς ἔοικεν· σὺ γὰρ ἄρχεις. ἀλλʼ ἐρώτα. πότερον οὖν ψυχὴν ἔχοντα νοεῖ τὰ νοοῦντα, ἢ καὶ τὰ ἄψυχα; τὰ ψυχὴν ἔχοντα. οἶσθα οὖν τι, ἔφη, ῥῆμα ψυχὴν ἔχον; μὰ Δία οὐκ ἔγωγε. τί οὖν ἄρτι ἤρου ὅτι μοι νοοῖ τὸ ῥῆμα; τί ἄλλο γε, ἦν δʼ ἐγώ, ἢ ἐξήμαρτον διὰ τὴν βλακείαν; ἢ οὐκ ἐξήμαρτον ἀλλὰ καὶ τοῦτο ὀρθῶς εἶπον, εἰπὼν ὅτι νοεῖ τὰ ῥήματα; πότερα φῂς ἐξαμαρτάνειν με ἢ οὔ;

苏格拉底:“但请考虑一下:如果既不能说谎,也不能有虚假的意见,更不能是无知的,那么当有人做某事时,难道连犯错也是不可能的吗?因为在做某事时,做的人是不可能在他所做的事上犯错的。你们不是这样说的吗?” “完全正确,”他说道。 “这正是,”我说道,“现在那个粗俗的问题了。因为如果我们无论在行动、言语还是思想上都不会犯错,那么凭宙斯起誓,如果情况真是如此,你们是作为什么的老师来到这里的?难道你们刚才没有说,你们能把美德最美妙地传授给任何愿意学习的人吗?” 迪奥尼索多洛斯插话道:“苏格拉底啊,你竟是如此古板,以至于我们最开始说的话你现在还提起,如果我去年说了什么,你现在还要记起,而对于当下所说的话,你却不知道该如何应对吗?” “因为,”我说道,“它们确实非常困难——这也是理所当然的,因为它们出自智者之口——因为连你说的这最后一句,也是极难应对的。因为,迪奥尼索多洛斯啊,你所说的‘我不知道如何应对’到底是什么意思?难道显而易见是说我无法反驳它吗?既然如此,请告诉我,你这句‘我不知道如何应对这些言论’还有什么别的意思吗?” “但是对于你所说的,”他说道,“你先回答。” “在迪奥尼索多洛斯你回答之前吗?”我说道。 “你不回答吗?”他说道。“这难道是公正的吗?” “当然是公正的,”他说道。 “根据什么道理?”我说道。“还是说显然是根据这个道理:你现在作为在言辞上无所不知的智者来到我们这里,你懂得何时应当回答,何时不应当?而现在你连一个字都不回答,因为你明白不应当回答?” “你只是在喋喋不休,”他说道,“而不顾回答。但是,老友,顺从并回答吧,既然你也承认我是智慧的。” “那么我必须顺从了,”我说道,“而且看来是必须如此,因为你在主导。问吧。” “那么,思考的事物是有灵魂的,还是无灵魂的事物也思考?” “有灵魂的。” “那么你是否知道,”他说道,“有什么词语是有灵魂的吗?” “凭宙斯起誓,我可不知道。” “那么你刚才为什么问我这个词对我来说是什么意思呢?” “这除了是因为,”我说道,“我的愚蠢导致我犯了错之外,还能是什么呢?还是说我并没有犯错,而说词语能思考也是说得正确的?你说是说我犯了错呢,还是没有?”

§288

ΣΩ. εἰ γὰρ μὴ ἐξήμαρτον, οὐδὲ σὺ ἐξελέγξεις, καίπερ σοφὸς ὤν, οὐδʼ ἔχεις ὅτι χρῇ τῷ λόγῳ· εἰ δʼ ἐξήμαρτον, οὐδʼ οὕτως ὀρθῶς λέγεις, φάσκων οὐκ εἶναι ἐξαμαρτάνειν. καὶ ταῦτα οὐ πρὸς ἃ πέρυσιν ἔλεγες λέγω. ἀλλὰ ἔοικεν, ἔφην ἐγώ, ὦ Διονυσόδωρέ τε καὶ Εὐθύδημε, οὗτος μὲν ὁ λόγος ἐν ταὐτῷ μένειν καὶ ἔτι ὥσπερ τὸ παλαιὸν καταβαλὼν πίπτειν, καὶ ὥστε τοῦτο μὴ πάσχειν οὐδʼ ὑπὸ τῆς ὑμετέρας πω τέχνης ἐξηυρῆσθαι,4 καὶ ταῦτα οὑτωσὶ θαυμαστῆς οὔσης εἰς ἀκρίβειαν λόγων. καὶ ὁ Κτήσιππος, Θαυμάσιά γε λέγετʼ, ἔφη, ὦ ἄνδρες θούριοι εἴτε Χῖοι εἴθʼ ὁπόθεν καὶ ὅπῃ χαίρετον ὀνομαζόμενοι· ὡς οὐδὲν ὑμῖν μέλει τοῦ παραληρεῖν. καὶ ἐγὼ φοβηθεὶς μὴ λοιδορία γένηται, πάλιν κατεπράυνον τὸν Κτήσιππον καὶ εἶπον· ὦ Κτήσιππε, καὶ νυνδὴ ἃ πρὸς Κλεινίαν ἔλεγον, καὶ πρὸς σὲ ταὐτὰ ταῦτα λέγω, ὅτι οὐ γιγνώσκεις τῶν ξένων τὴν σοφίαν ὅτι θαυμασία ἐστίν. ἀλλʼ οὐκ ἐθέλετον ἡμῖν ἐπιδείξασθαι σπουδάζοντε, ἀλλὰ τὸν Πρωτέα μιμεῖσθον τὸν Αἰγύπτιον σοφιστὴν γοητεύοντε ἡμᾶς. ἡμεῖς οὖν τὸν Μενέλαον μιμώμεθα, καὶ μὴ ἀφιώμεθα τοῖν ἀνδροῖν ἕως ἂν ἡμῖν ἐκφανῆτον ἐφʼ ᾧ αὐτὼ σπουδάζετον· οἶμαι γάρ τι αὐτοῖν πάγκαλον φανεῖσθαι, ἐπειδὰν ἄρξωνται σπουδάζειν. ἀλλὰ δεώμεθα καὶ παραμυθώμεθα καὶ προσευχώμεθα αὐτοῖν ἐκφανῆναι. ἐγὼ οὖν μοι δοκῶ καὶ αὐτὸς πάλιν ὑφηγήσασθαι οἵω προσεύχομαι αὐτὼ φανῆναί μοι· ὅθεν γὰρ τὸ πρότερον ἀπέλιπον, τὸ ἑξῆς τούτοις πειράσομαι, ὅπως ἂν δύνωμαι, διελθεῖν, ἐάν πως ἐκκαλέσωμαι καὶ ἐλεήσαντέ με καὶ οἰκτίραντε συντεταμένον καὶ σπουδάζοντα καὶ αὐτὼ σπουδάσητον. σὺ δέ, ὦ Κλεινία, ἔφην, ἀνάμνησόν με πόθεν τότʼ ἀπελίπομεν. ὡς μὲν οὖν ἐγᾦμαι, ἐνθένδε ποθέν. φιλοσοφητέον ὡμολογήσαμεν τελευτῶντες· ἦ γάρ;— ναί, ἦ δʼ ὅς.—ἡ δέ γε φιλοσοφία κτῆσις ἐπιστήμης· οὐχ οὕτως; ἔφην.— ναί, ἔφη.—τίνα ποτʼ οὖν ἂν κτησάμενοι ἐπιστήμην ὀρθῶς κτησαίμεθα; ἆρʼ οὐ τοῦτο μὲν ἁπλοῦν, ὅτι ταύτην ἥτις ἡμᾶς ὀνήσει;— πάνυ γʼ, ἔφη.—ἆρʼ οὖν ἄν τι ἡμᾶς ὀνήσειεν, εἰ ἐπισταίμεθα γιγνώσκειν περιιόντες ὅπου τῆς γῆς χρυσίον πλεῖστον κατορώρυκται;— ἴσως, ἔφη.

苏格拉底:“因为如果我没有犯错,那么即使你很聪明,你也不能反驳我,你也不知道如何应对这个论证;但如果我犯了错,那么即便在这种情况下,你声称‘犯错是不可能的’说法也是不对的。而且我这么说并非针对你去年所说的话。但是,”我说道,“迪奥尼索多洛斯和俄浦狄摩斯啊,这个论证似乎停留在同一个地方,依然像古时候一样,在将自己击倒后又倒下;而如何不遭受这种命运,甚至连你们的技艺也还没有发现,尽管它在言词的精确性上是如此令人惊叹。” 克特西波斯说道:“你们说的话真是惊人啊,图里伊人,或者是希俄斯人,不管你们是从哪里来的、喜欢被怎么称呼;因为你们完全不在乎胡说八道。” 而我因害怕演变成相互谩骂,便再次安抚克特西波斯,说道:“克特西波斯啊,我刚才对克莱尼亚斯所说的话,同样也要对你说:你并不知道这些客人的智慧有多么惊人。然而他们不肯认真地向我们展示,而是模仿那个埃及索非斯特普罗透斯,对我们施放法术。因此,让我们模仿墨涅拉俄斯,不要放走这两位,直到他们向我们展示他们所认真对待的东西;因为我想,一旦他们开始认真起来,他们身上极美好的东西就会显现。所以,让我们恳求、说服并祈求他们展示出来。所以,我想我自己应当再次起个头,展示我祈求他们向我展现的样子。因为从我上次中断的地方开始,我将尽我所能,试着把接下来的部分讲下去,看是否能以某种方式打动他们,让他们看到我如此专注和认真而心生怜悯和同情,从而使他们自己也认真起来。而你,克莱尼亚斯啊,”我说道,“请帮我回忆一下,我们当时是在哪里中断的。照我想,大概是从这里。我们最后一致同意必须追求智慧;不是吗?” “是的,”他说道。 “而哲学确实是获得知识;不是吗?”我说道。 “是的,”他说道。 “那么,我们究竟要获得什么样的知识,才算是正确地获得?这难道不是很简单:就是能使我们获益的知识?” “完全正确,”他说道。 “那么,如果我们懂得如何到处走动去认出地球上哪里埋藏了最多的黄金,这会对我们有什么益处吗?” “也许吧,”他说道。

语法注4 条
  1. 287aἄλλο τι

    用于反问句的习惯表达(ἄλλο τι ἤ),意思是“难道不是……吗?”或“除了……还有别的吗?”,引导出强烈的肯定陈述。

  2. 287bὥστε ἃ τὸ πρῶτον εἴπομεν νῦν ἀναμιμνῄσκῃ

    连词 ὥστε 伴随直陈式动词(ἀναμιμνῄσκῃ、ἀναμνησθήσῃ、οὐχ ἕξεις),表示实际的“结果”(“以至于……”)。它与前文的 οὕτως(如此地)相呼应。

  3. 287cοὐκ ἔχω ὅτι χρήσωμαι

    χρήσωμαι 是商榷语气虚拟语气(deliberative subjunctive),意为“我该如何处理/应对”。它构成了一个间接疑问从句,作为 οὐκ ἔχω(“我不知道/没有”)的宾语。

  4. 288aὥστε τοῦτο μὴ πάσχειν οὐδʼ ὑπὸ τῆς ὑμετέρας πω τέχνης ἐξηυρῆσθαι

    由动词 ἔοικεν(“似乎”)引导的“宾格加不定式”结构的一部分。其主语是名词性短语 ὥστε τοῦτο μὴ πάσχειν(“如何不遭受这种命运”)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0059.tlg021.humanitext-grc2:287-288