← 柏拉图

尤西德莫斯篇

§289

探求结合制作与使用的知识

苏格拉底与克莱尼亚斯达成共识,即所寻求的知识必须将“制作”与“使用”结合在一起,并确认制琴术和言论撰写(演讲辞创作)等技艺并不符合这一条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§289

ΣΩ. ἀλλὰ τὸ πρότερον, ἦν δʼ ἐγώ, τοῦτό γε ἐξηλέγξαμεν, ὅτι οὐδὲν πλέον, οὐδʼ εἰ ἄνευ πραγμάτων καὶ τοῦ ὀρύττειν τὴν γῆν τὸ πᾶν ἡμῖν χρυσίον γένοιτο· ὥστε οὐδʼ εἰ τὰς πέτρας χρυσᾶς ἐπισταίμεθα ποιεῖν, οὐδενὸς ἂν ἀξία ἡ ἐπιστήμη εἴη. εἰ γὰρ μὴ καὶ χρῆσθαι ἐπιστησόμεθα τῷ χρυσίῳ, οὐδὲν ὄφελος αὐτοῦ ἐφάνη ὄν· ἢ οὐ μέμνησαι; ἔφην ἐγώ.— πάνυ γʼ, ἔφη, μέμνημαι.—οὐδέ γε, ὡς ἔοικε, τῆς ἄλλης ἐπιστήμης ὄφελος γίγνεται οὐδέν, οὔτε χρηματιστικῆς οὔτε ἰατρικῆς οὔτε ἄλλης οὐδεμιᾶς, ἥτις ποιεῖν τι ἐπίσταται, χρῆσθαι δὲ μὴ ᾧ ἂν ποιήσῃ· οὐχ οὕτως;—συνέφη.—οὐδέ γε εἴ τις ἔστιν ἐπιστήμη ὥστε ἀθανάτους ποιεῖν, ἄνευ τοῦ ἐπίστασθαι τῇ ἀθανασίᾳ χρῆσθαι1 οὐδὲ ταύτης ἔοικεν ὄφελος οὐδέν, εἴ τι δεῖ τοῖς πρόσθεν ὡμολογημένοις τεκμαίρεσθαι.—συνεδόκει ἡμῖν πάντα ταῦτα.—τοιαύτης τινὸς ἄρα ἡμῖν ἐπιστήμης δεῖ, ὦ καλὲ παῖ, ἦν δʼ ἐγώ, ἐν ᾗ συμπέπτωκεν ἅμα τό τε ποιεῖν καὶ τὸ ἐπίστασθαι χρῆσθαι τούτῳ ὃ ἂν ποιῇ.— φαίνεται, ἔφη.—πολλοῦ ἄρα δεῖ, ὡς ἔοικεν, ἡμᾶς λυροποιοὺς δεῖν εἶναι2 καὶ τοιαύτης τινὸς ἐπιστήμης ἐπηβόλους. ἐνταῦθα γὰρ δὴ χωρὶς μὲν ἡ ποιοῦσα τέχνη, χωρὶς δὲ ἡ χρωμένη διῄρηται τοῦ αὐτοῦ πέρι· ἡ γὰρ λυροποιικὴ καὶ ἡ κιθαριστικὴ πολὺ διαφέρετον ἀλλήλοιν. οὐχ οὕτως;—συνέφη.—οὐδὲ μὴν αὐλοποιικῆς γε δῆλον ὅτι δεόμεθα· καὶ γὰρ αὕτη ἑτέρα τοιαύτη.—συνεδόκει.—ἀλλὰ πρὸς θεῶν, ἔφην ἐγώ, εἰ τὴν λογοποιικὴν τέχνην μάθοιμεν, ἆρά ἐστιν αὕτη ἣν ἔδει κεκτημένους ἡμᾶς εὐδαίμονας εἶναι;— οὐκ οἶμαι, ἔφη, ἐγώ, ὁ Κλεινίας ὑπολαβών. τίνι τεκμηρίῳ, ἦν δʼ ἐγώ, χρῇ; ὁρῶ, ἔφη, τινὰς λογοποιούς, οἳ τοῖς ἰδίοις λόγοις, οἷς αὐτοὶ ποιοῦσιν, οὐκ ἐπίστανται χρῆσθαι, ὥσπερ οἱ λυροποιοὶ ταῖς λύραις, ἀλλὰ καὶ ἐνταῦθα ἄλλοι δυνατοὶ χρῆσθαι οἷς ἐκεῖνοι ἠργάσαντο,3 οἱ λογοποιεῖν αὐτοὶ ἀδύνατοι· δῆλον οὖν ὅτι καὶ περὶ λόγους χωρὶς ἡ τοῦ ποιεῖν τέχνη καὶ ἡ τοῦ χρῆσθαι. ἱκανόν μοι δοκεῖς, ἔφην ἐγώ, τεκμήριον λέγειν, ὅτι οὐχ αὕτη ἐστὶν ἡ τῶν λογοποιῶν τέχνη, ἣν ἂν κτησάμενός τις εὐδαίμων εἴη. καίτοι ἐγὼ ᾤμην ἐνταῦθά που φανήσεσθαι τὴν ἐπιστήμην ἣν δὴ πάλαι ζητοῦμεν. καὶ γάρ μοι οἵ τε ἄνδρες αὐτοὶ οἱ λογοποιοί, ὅταν συγγένωμαι αὐτοῖς, ὑπέρσοφοι, ὦ Κλεινία, δοκοῦσιν εἶναι, καὶ αὐτὴ ἡ τέχνη αὐτῶν θεσπεσία τις καὶ ὑψηλή. καὶ μέντοι οὐδὲν θαυμαστόν· ἔστι γὰρ τῆς τῶν ἐπῳδῶν τέχνης μόριον μικρῷ τε ἐκείνης ὑποδεεστέρα.

苏格拉底:“但是,”我说道,“我们先前已经反驳过这一点了,即:即使所有的黄金都在没有任何麻烦、也无需挖掘土地的情况下归我们所有,也没有任何额外的好处;因此,即使我们懂得如何把石头变成黄金,这种知识也毫无价值。因为如果我们不同时懂得如何使用这黄金,它就显得没有任何益处;难道你不记得了吗?”我说道。 “当然,”他说道,“我记得。” “而且,看来从任何其他知识中也都得不到任何益处,无论是由此赚钱的技艺、医术,还是任何其他只懂得制作某物、却不懂得如何使用其所制之物的知识;难道不是这样吗?” 他表示同意。 “而且,即使有某种知识能够使人长生不老,但如果不懂得如何使用这种长生不老,那么,如果必须要根据我们之前的协议来推断,这种知识看来也同样没有任何益处。” 所有这些我们都达成了一致。 “那么,我美丽的孩子,”我说道,“我们需要某种这样的知识,在其中,制作与懂得如何使用其所制作的东西这两者,恰好同时结合在一起。” “看来是的,”他说道。 “那么,看来我们远不需要成为制琴师,也远不需要掌握这样一种知识。因为在这一领域,制作的技艺与使用的技艺针对同一事物是彼此分开的;因为制琴术与弹琴术彼此大不相同。不是这样吗?” 他表示同意。 “当然,显然我们也并不需要制笛术;因为这同样也是另一个类似的例子。” 大家一致同意。 “但是,凭诸神起誓,”我说道,“如果我们学习撰写言论的技艺,难道这就是我们所应当获得的、从而使我们幸福的知识吗?” 克莱尼亚斯插话道:“我不这么认为。” “你用什么证据呢?”我说道。 “我看到,”他说道,“有些言论撰写家,他们不懂得如何使用他们自己所撰写的言论,就像制琴师不会弹琴一样;相反,在这一领域,其他无法自己撰写言论的人,却能够很好地使用那些人所制作出来的东西。因此,显然在言论方面,制作的技艺与使用的技艺也是分开的。” “在我看来,你提出了充足的证据,”我说道,“证明这种言论撰写家的技艺并不是一个人获得后就能变得幸福的。然而,我本来以为,在这个地方大概会显现出我们寻找已久的知识。因为,克莱尼亚斯啊,这些言论撰写家本人,当我和他们交往时,在我看来是极其有智慧的,而他们这种技艺本身也是某种神圣而高超的东西。不过,这也并不奇怪;因为它是魔咒技艺的一部分,仅仅比那一种稍微逊色一点而已。”

语法注3 条
  1. 289bὥστε ἀθανάτους ποιεῖν, ἄνευ τοῦ ἐπίστασθαι τῇ ἀθανασίᾳ χρῆσθαι

    由表示结果的 ὥστε 引导的不定式从句 ἀθανάτους ποιεῖν 受到介词短语 ἄνευ 的修饰。该短语包含属格的冠词性不定式 τοῦ ἐπίστασθαι,而它又进一步支配补足性不定式 χρῆσθαι,形成多层不定式结构。

  2. 289bπολλοῦ ἄρα δεῖ, ὡς ἔοικεν, ἡμᾶς λυροποιοὺς δεῖν εἶναι

    这是一个习惯构型,其中表示“绝非”、“相差甚远”的无人称短语 πολλοῦ δεῖ(其中属格 πολλοῦ 表示分离)与另一个引导 λυροποιοὺς ... εἶναι 的不定式 δεῖν(需要)相重叠,构成了一种强调性或口语化的赘语表达。

  3. 289dἀλλὰ καὶ ἐνταῦθα ἄλλοι δυνατοὶ χρῆσθαι οἷς ἐκεῖνοι ἠργάσαντο

    关系代词 οἷς 发生了吸引现象(attraction)。在语法上,它本应是动词 ἠργάσαντο 的直接宾语(宾格 ἅ),但被省略的与格先行词(τούτοις 或 τοῖς λόγοις)同化,变为了与格 οἷς。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0059.tlg021.humanitext-grc2:289