← 柏拉图

尤西德莫斯篇

§285

苏格拉底的调解与反驳不可能论

苏格拉底介入调解克特西波斯与智者之间粗暴的气氛,表示愿代替年轻人作试验品被“消灭”并重新变得高尚。随后,迪奥尼索多洛斯提出了“不可能存在反驳”的论调。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§285

ΣΩ. μὰ Δίʼ οὐκ ἔγωγε, ἦ δʼ ὅς,1 ὦ Διονυσόδωρε, ἐπεὶ φιλῶ σε, ἀλλὰ νουθετῶ σε ὡς ἑταῖρον, καὶ πειρῶμαι πείθειν μηδέποτε ἐναντίον ἐμοῦ οὕτως ἀγροίκως λέγειν ὅτι ἐγὼ τούτους βούλομαι ἐξολωλέναι, οὓς περὶ πλείστου ποιοῦμαι. ἐγὼ οὖν, ἐπειδή μοι ἐδόκουν ἀγριωτέρως πρὸς ἀλλήλους ἔχειν, προσέπαιζόν τε τὸν Κτήσιππον καὶ εἶπον ὅτι ὦ Κτήσιππε, ἐμοὶ μὲν δοκεῖ χρῆναι ἡμᾶς παρὰ τῶν ξένων δέχεσθαι ἃ λέγουσιν, ἐὰν ἐθέλωσι διδόναι, καὶ μὴ ὀνόματι διαφέρεσθαι. εἰ γὰρ ἐπίστανται οὕτως ἐξολλύναι ἀνθρώπους, ὥστʼ ἐκ πονηρῶν τε καὶ ἀφρόνων χρηστούς τε καὶ ἔμφρονας ποιεῖν, καὶ τοῦτο εἴτε αὐτὼ ηὑρήκατον εἴτε καὶ παρʼ ἄλλου του ἐμαθέτην φθόρον τινὰ καὶ ὄλεθρον τοιοῦτον, ὥστε ἀπολέσαντες πονηρὸν ὄντα χρηστὸν πάλιν ἀποφῆναι· εἰ τοῦτο ἐπίστασθον—δῆλον δὲ ὅτι ἐπίστασθον· ἐφάτην γοῦν τὴν τέχνην σφῶν εἶναι τὴν νεωστὶ ηὑρημένην ἀγαθοὺς ποιεῖν τοὺς ἀνθρώπους ἐκ πονηρῶν—συγχωρήσωμεν οὖν αὐτοῖν αὐτό· ἀπολεσάντων ἡμῖν τὸ μειράκιον2 καὶ φρόνιμον ποιησάντων, καὶ ἅπαντάς γε ἡμᾶς τοὺς ἄλλους. εἰ δὲ ὑμεῖς οἱ νέοι φοβεῖσθε, ὥσπερ ἐν Καρὶ3 ἐν ἐμοὶ ἔστω ὁ κίνδυνος· ὡς ἐγώ, ἐπειδὴ καὶ πρεσβύτης εἰμί, παρακινδυνεύειν ἕτοιμος καὶ παραδίδωμι ἐμαυτὸν Διονυσοδώρῳ τούτῳ ὥσπερ τῇ Μηδείᾳ τῇ Κόλχῳ. ἀπολλύτω με, καὶ εἰ μὲν βούλεται, ἑψέτω, εἰ δʼ, ὅτι βούλεται, τοῦτο ποιείτω· μόνον χρηστὸν ἀποφηνάτω. καὶ ὁ Κτήσιππος, ἐγὼ μέν, ἔφη, καὶ αὐτός, ὦ Σώκρατες, ἕτοιμός εἰμι παρέχειν ἐμαυτὸν τοῖς ξένοις, καὶ ἐὰν βούλωνται δέρειν ἔτι μᾶλλον ἢ νῦν δέρουσιν, εἴ μοι ἡ δορὰ μὴ εἰς ἀσκὸν τελευτήσει, ὥσπερ ἡ τοῦ Μαρσύου, ἀλλʼ εἰς ἀρετήν. καίτοι με οἴεται Διονυσόδωρος οὑτοσὶ χαλεπαίνειν αὐτῷ· ἐγὼ δὲ οὐ χαλεπαίνω, ἀλλʼ ἀντιλέγω πρὸς ταῦτα ἅ μοι δοκεῖ πρός με μὴ καλῶς λέγειν. ἀλλὰ σὺ τὸ ἀντιλέγειν, ἔφη, ὦ γενναῖε Διονυσόδωρε, μὴ κάλει λοιδορεῖσθαι· ἕτερον γάρ τί ἐστι τὸ λοιδορεῖσθαι. καὶ Διονυσόδωρος, ὡς ὄντος, ἔφη, τοῦ ἀντιλέγειν,4 ὦ Κτήσιππε, ποιῇ τοὺς λόγους; πάντως δήπου, ἔφη, καὶ σφόδρα γε· ἢ σύ, ὦ Διονυσόδωρε, οὐκ οἴει εἶναι ἀντιλέγειν; οὔκουν σύ γʼ ἄν, ἔφη, ἀποδείξαις πώποτε ἀκούσας οὐδενὸς ἀντιλέγοντος ἑτέρου ἑτέρῳ. ἀληθῆ λέγεις; ἔφη· ἀλλὰ ἀκούων μὲν νυνί σοι ἀποδείκνυμι ἀντιλέγοντος Κτησίππου Διονυσοδώρῳ. ἦ καὶ ὑπόσχοις ἂν τούτου λόγον; πάνυ, ἔφη.

苏格拉底:“‘誓之于 Zeus,我绝没有(辱骂你),’他(克特西波斯)说道,‘迪奥尼索多洛斯啊,因为我把你当朋友,而是在像对同伴那样劝告你,并试图说服你,绝不要在我的面前如此粗鲁地说话,说我希望这些人灭亡,而他们是我最重视的人。’ 于是我,因为觉得他们彼此之间的态度有些粗暴,便逗弄克特西波斯说道:“克特西波斯啊,依我看,如果外邦人愿意给予我们他们所说的东西,我们就应当接受,而不是在字眼上争执不休。因为如果他们知道如何以这种方式消灭人,从而使人从坏变好、从愚蠢变得聪明,而且如果他们自己发现或从其他人那里学到了这样一种消灭和毁灭的方法,能把一个坏人消灭掉,然后又使他重新显得善良——如果他们懂这个(显然他们懂,因为他们至少说过,他们最新发现的技术就是把人从坏变好)——那我们就把这一点让给他们吧。让他们为我们消灭这个年轻人并使他变得聪明,乃至也把我们所有其他人也都这样处理吧。但如果你们年轻人害怕,那就让危险落在我身上,就像落在卡里亚人身上一样。因为我既然已经是个老人,就准备好去冒这个险,把自己交给这位迪奥尼索多洛斯,就像交给科尔基斯的美狄亚一样。让他消灭我吧,如果他愿意,就把我煮了,如果不愿意,就随他怎么做,只要能让我显得善良就行。” 于是克特西波斯说道:“苏格拉底啊,我自己也准备好把自己交在外邦人手中,如果他们愿意,即使把我剥皮剥得比现在还厉害也行,只要我的皮最后不会像马尔叙阿斯那样变成革囊,而是变成美德。然而这位迪奥尼索多洛斯以为我在生他的气。但我并没有生气,我只是在反驳那些在我看来他对我说的并不妥当的话。但是,高贵的迪奥尼索多洛斯啊,你不要把反驳叫作‘辱骂’,因为辱骂是另一回事。” 迪奥尼索多洛斯于是说道:“克特西波斯啊,你是假定存在着‘反驳’这回事,才说出这些话的吗?” “当然如此,”他(克特西波斯)说道,“而且非常肯定。难不成你,迪奥尼索多洛斯,认为不存在反驳吗?” “你绝对无法证明你曾听过任何一个人反驳另一个人,”他(迪奥尼索多洛斯)说道。 “你说的是真的吗?”他说道,“但我通过现在听我说话,就向你证明克特西波斯正在反驳迪奥尼索多洛斯。” “你真的愿意为此进行论证吗?” “当然愿意,”他说道。”

语法注4 条
  1. 285μὰ Δίʼ οὐκ ἔγωγε, ἦ δʼ ὅς

    ἦ δʼ ὅς(他说道)的主语是克特西波斯。克特西波斯在回应迪奥尼索多洛斯前的指责(λοιδορῇ,“你是在侮辱人”),用 μὰ Δίʼ οὐκ ἔγωγε(誓之于 Zeus,我绝没有[侮辱人])予以否定。叙述者苏格拉底正在转述这一对话。

  2. 285bἀπολεσάντων ἡμῖν τὸ μειράκιον

    ἀπολεσάντων 是第三人称复数不定过去时主动命令式(以 -ντων 结尾,等同于 ἀπολεσάτωσαν)。其主语是外邦客人们(尤苏德谟和迪奥尼索多洛斯)。ἡμῖν 是利益与格(“为了我们”、“帮我们做”)。

  3. 285cὥσπερ ἐν Καρὶ

    源于希腊谚语“如同在卡里亚人身上”。这指代在地位低下的奴隶或雇佣兵(卡里亚人)身上进行危险的试验或高风险尝试,使其充当试验品。苏格拉底在此自嘲,表示愿意将自己作为一个无甚价值的、年老的试验品。

  4. 285dὡς ὄντος... τοῦ ἀντιλέγειν

    带有 ὡς 的属格独立结构(genitive absolute)。小词 ὡς 表示说话者(此处为迪奥尼索多洛斯)主观的假定或信念,意为“在假定‘反驳’(ἀντιλέγειν)确实存在(ὄντος)的前提下”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0059.tlg021.humanitext-grc2:285