← 柏拉图

尤西德莫斯篇

§280

智慧的正确性与对善物的恰当使用

苏格拉底使克莱尼亚斯同意,智慧总能引导人们正确行动并带来成功(好运);他进一步论证,要获得幸福,不仅需要拥有好东西,还必须正确地使用它们。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§280

ΣΩ. τί δέ; στρατευόμενος μετὰ ποτέρου ἂν ἥδιον τοῦ κινδύνου τε καὶ τῆς τύχης μετέχοις, μετὰ σοφοῦ στρατηγοῦ ἢ μετὰ ἀμαθοῦς;— μετὰ σοφοῦ. —τί δέ; ἀσθενῶν μετὰ ποτέρου ἂν ἡδέως κινδυνεύοις, μετὰ σοφοῦ ἰατροῦ ἢ μετὰ ἀμαθοῦς;— μετὰ σοφοῦ. —ἆρʼ οὖν, ἦν δʼ ἐγώ, ὅτι1 εὐτυχέστερον ἂν οἴει πράττειν μετὰ σοφοῦ πράττων ἢ μετὰ ἀμαθοῦς;—συνεχώρει.—ἡ σοφία ἄρα πανταχοῦ εὐτυχεῖν ποιεῖ τοὺς ἀνθρώπους. οὐ γὰρ δήπου ἁμαρτάνοι γʼ ἄν ποτέ τι σοφία, ἀλλʼ ἀνάγκη ὀρθῶς πράττειν καὶ τυγχάνειν· ἦ γὰρ ἂν2 οὐκέτι σοφία εἴη. συνωμολογησάμεθα τελευτῶντες οὐκ οἶδʼ ὅπως3 ἐν κεφαλαίῳ οὕτω τοῦτο ἔχειν, σοφίας παρούσης, ᾧ ἂν παρῇ, μηδὲν προσδεῖσθαι εὐτυχίας· ἐπειδὴ δὲ τοῦτο συνωμολογησάμεθα, πάλιν ἐπυνθανόμην αὐτοῦ τὰ πρότερον ὡμολογημένα πῶς ἂν ἡμῖν ἔχοι. ὡμολογήσαμεν γάρ, ἔφην, εἰ ἡμῖν ἀγαθὰ πολλὰ παρείη, εὐδαιμονεῖν ἂν καὶ εὖ πράττειν.—συνέφη.—ἆρʼ οὖν εὐδαιμονοῖμεν ἂν διὰ τὰ παρόντα ἀγαθά, εἰ μηδὲν ἡμᾶς ὠφελοῖ ἢ εἰ ὠφελοῖ;— εἰ ὠφελοῖ, ἔφη.—ἆρʼ οὖν ἄν τι ὠφελοῖ, εἰ εἴη μόνον ἡμῖν, χρῴμεθα δʼ αὐτοῖς μή; οἷον σιτία εἰ ἡμῖν εἴη πολλά, ἐσθίοιμεν δὲ μή, ἢ ποτόν, πίνοιμεν δὲ μή, ἔσθʼ ὅτι ὠφελοίμεθʼ ἄν;— οὐ δῆτα, ἔφη.—τί δέ; οἱ δημιουργοὶ πάντες,4 εἰ αὐτοῖς εἴη πάντα τὰ ἐπιτήδεια παρεσκευασμένα ἑκάστῳ εἰς τὸ ἑαυτοῦ ἔργον, χρῷντο δὲ αὐτοῖς μή, ἆρʼ ἂν οὗτοι εὖ πράττοιεν διὰ τὴν κτῆσιν, ὅτι κεκτημένοι εἶεν πάντα ἃ δεῖ κεκτῆσθαι τὸν δημιουργόν; οἷον τέκτων, εἰ παρεσκευασμένος εἴη τά τε ὄργανα ἅπαντα καὶ ξύλα ἱκανά, τεκταίνοιτο δὲ μή, ἔσθʼ ὅτι ὠφελοῖτʼ ἂν ἀπὸ τῆς κτήσεως;— οὐδαμῶς, ἔφη.—τί δέ, εἴ τις κεκτημένος εἴη πλοῦτόν τε καὶ ἃ νυνδὴ ἐλέγομεν πάντα τὰ ἀγαθά, χρῷτο δὲ αὐτοῖς μή, ἆρʼ ἂν εὐδαιμονοῖ διὰ τὴν τούτων κτῆσιν τῶν ἀγαθῶν;— οὐ δῆτα, ὦ Σώκρατες. —δεῖ ἄρα, ἔφην, ὡς ἔοικεν, μὴ μόνον κεκτῆσθαι τὰ τοιαῦτα ἀγαθὰ τὸν μέλλοντα εὐδαίμονα ἔσεσθαι, ἀλλὰ καὶ χρῆσθαι αὐτοῖς· ἢ οὐδὲν ὄφελος τῆς κτήσεως γίγνεται.— ἀληθῆ λέγεις. —ἆρʼ οὖν, ὦ Κλεινία, ἤδη τοῦτο ἱκανὸν πρὸς τὸ εὐδαίμονα ποιῆσαί τινα, τό τε κεκτῆσθαι τἀγαθὰ καὶ τὸ χρῆσθαι αὐτοῖς;— ἔμοιγε δοκεῖ. —πότερον, ἦν δʼ ἐγώ, ἐὰν ὀρθῶς χρῆταί τις ἢ καὶ ἐὰν μή;— ἐὰν ὀρθῶς.

苏格拉底:“那么,如果去参军,你更愿意与两者中的哪一个共同分担危险和命运呢,是与聪明的将军还是与无知的将军?”——克莱尼亚斯:“与聪明的将军。”——苏格拉底:“那么,如果生病了,你更愿意与两者中的哪一个共同承担风险呢,是与聪明的医生还是与无知的医生?”——克莱尼亚斯:“与聪明的医生。”——苏格拉底:“那么,”我说道,“是不是因为你认为,与聪明的人一起行动,比与无知的人一起行动,会过得更有运气呢?”——他表示同意。——“那么,智慧在任何地方都能使人获得好运。因为智慧绝不会在任何事情上出错,而是必然会正确行动并取得成功;否则,它就不再是智慧了。我们最终不知怎地,要之在这一点上达成了合意:当智慧存在时,对于拥有智慧的人来说,完全不需要额外的好运。既然我们在这一点上达成了合意,我又再次询问他,我们之前同意的那些事情现在对我们来说会如何。我说:‘因为我们曾经同意,如果许多好东西呈现在我们面前,我们就会幸福并且过得好。’”——他表示同意。——“那么,如果这些呈现在面前的好东西对我们毫无益处,或者如果它们有益,我们会因为它们而感到幸福吗?”——克莱尼亚斯:“如果有益,”他说道。——苏格拉底:“那么,如果我们仅仅拥有它们,却不使用它们,它们还会对我们有什么益处吗?例如,如果我们有许多食物却不吃,或者有饮料却不喝,我们还能得到什么益处吗?”——克莱尼亚斯:“绝对没有,”他说道。——苏格拉底:“那又怎么样呢?所有的手艺人,如果他们为各自的工作准备好了一切必需的工具和材料,却不使用它们,他们会因为这种占有——因为他们占有了一个手艺人所应占有的一切——而过得好吗?例如一个木匠,如果他准备好了所有的工具和充足的木料,却不做任何木工活,他会从这种占有中得到什么益处吗?”——克莱尼亚斯:“绝不可能,”他说道。——苏格拉底:“那么,如果有人占有了财富和我们刚才所说的所有好东西,却不使用它们,他会因为占有了这些好东西而感到幸福吗?”——克莱尼亚斯:“绝对不会,苏格拉底。”——苏格拉底:“那么,”我说道,“看来,想要获得幸福的人,不仅应该占有这些好东西,还必须使用它们;否则,这种占有就毫无益处。”——克莱尼亚斯:“您说得对。”——苏格拉底:“那么,克莱尼亚斯,这是否就已经足够使一个人感到幸福了呢:既占有这些好东西,又使用它们?”——克莱尼亚斯:“在我看来确实如此。”——苏格拉底:“那么,”我说道,“是当一个人正确地使用它们的时候,还是即使不正确使用也行?”——克莱尼亚斯:“当正确使用的时候。”

语法注4 条
  1. 280aὅτι

    引导一个原因从句(“是因为……吗?”),用以回应克莱尼亚斯前一个回答“与聪明的人(μετὰ σοφοῦ)”。虽然在语法上也可以将其视为引导 οἴει 宾语的名词从句(“你是否认为……”),但在该语境下,将其解释为解释其选择原因的原因从句更为自然。

  2. 280aἦ γὰρ ἂν

    此处的 ἦ 被解释为表示转折或选择的连词 ἢ(“否则”)的强调或变体。它起到了替代条件从句的作用:“否则(如果不能正确行动并成功),它就不再是智慧了”。

  3. 280bοὐκ οἶδʼ ὅπως

    这是一个惯用的插入表达,意为“不知怎地”或“不知怎么搞的”。它在副词上修饰整句话的主动词 συνωμολογησάμεθα(“我们同意了”),暗含了说话者对讨论进程的谦虚或惊讶。

  4. 280cοἱ δημιουργοὶ πάντες

    悬垂主格(nominativus pendens)的例子。在句首以主格形式呈现,但由于中间夹杂了条件从句(εἰ αὐτοῖς εἴη...),导致句法结构发生破格(anacoluthon),在主句中其主语作用被指示代词 οὗτοι(“他们/这些人”)重新接替。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0059.tlg021.humanitext-grc2:280