← 柏拉图

尤西德莫斯篇

§281

智慧是唯一的善与无知是唯一的恶

苏格拉底论证道,财富、健康以及各种技术等通常被认为是好的事物,其真正的好坏取决于是否有智慧(知识)来引导。如果没有智慧,它们就会成为更大的坏事;只有在智慧引导下,它们才成为真正的好事。因此,结论是智慧是唯一的善,而无知是唯一的恶。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§281

ΣΩ. καλῶς γε, ἦν δʼ ἐγώ, λέγεις. πλέον γάρ που οἶμαι θάτερόν ἐστιν, ἐάν τις χρῆται ὁτῳοῦν μὴ ὀρθῶς πράγματι ἢ ἐὰν ἐᾷ·1 τὸ μὲν γὰρ κακόν, τὸ δὲ οὔτε κακὸν οὔτε ἀγαθόν. ἢ οὐχ οὕτω φαμέν;—συνεχώρει.—τί οὖν; ἐν τῇ ἐργασίᾳ τε καὶ χρήσει τῇ περὶ τὰ ξύλα μῶν ἄλλο τί ἐστιν τὸ ἀπεργαζόμενον ὀρθῶς χρῆσθαι ἢ ἐπιστήμη ἡ τεκτονική;— οὐ δῆτα, ἔφη.—ἀλλὰ μήν που καὶ ἐν τῇ περὶ τὰ σκεύη ἐργασίᾳ τὸ ὀρθῶς ἐπιστήμη ἐστὶν ἡ ἀπεργαζομένη.—συνέφη.—ἆρʼ οὖν, ἦν δʼ ἐγώ, καὶ περὶ τὴν χρείαν ὧν ἐλέγομεν τὸ πρῶτον τῶν ἀγαθῶν, πλούτου τε καὶ ὑγιείας καὶ κάλλους, τὸ ὀρθῶς πᾶσι τοῖς τοιούτοις χρῆσθαι ἐπιστήμη ἦν ἡγουμένη καὶ κατορθοῦσα τὴν πρᾶξιν, ἢ ἄλλο τι;— ἐπιστήμη, ἦ δʼ ὅς.—οὐ μόνον ἄρα εὐτυχίαν ἀλλὰ καὶ εὐπραγίαν, ὡς ἔοικεν, ἡ ἐπιστήμη παρέχει τοῖς ἀνθρώποις ἐν πάσῃ κτήσει τε καὶ πράξει.—ὡμολόγει.—ἆρʼ οὖν ὦ πρὸς Διός, ἦν δʼ ἐγώ, ὄφελός τι τῶν ἄλλων κτημάτων ἄνευ φρονήσεως καὶ σοφίας; ἆρά γε ἂν ὄναιτο ἄνθρωπος πολλὰ κεκτημένος καὶ πολλὰ πράττων νοῦν μὴ ἔχων, ἢ μᾶλλον ὀλίγα νοῦν ἔχων; ὧδε δὲ σκόπει· οὐκ ἐλάττω πράττων ἐλάττω ἂν ἐξαμαρτάνοι,2 ἐλάττω δὲ ἁμαρτάνων ἧττον ἂν κακῶς πράττοι, ἧττον δὲ κακῶς πράττων ἄθλιος ἧττον ἂν εἴη;— πάνυ γʼ, ἔφη.—πότερον οὖν ἂν μᾶλλον ἐλάττω τις πράττοι πένης ὢν ἢ πλούσιος;— πένης, ἔφη.—πότερον δὲ ἀσθενὴς ἢ ἰσχυρός;— ἀσθενής. —πότερον δὲ ἔντιμος ἢ ἄτιμος;— ἄτιμος. —πότερον δὲ ἀνδρεῖος ὢν καὶ σώφρων ἐλάττω ἂν πράττοι ἢ δειλός;— δειλός. —οὐκοῦν καὶ ἀργὸς μᾶλλον ἢ ἐργάτης;—συνεχώρει.—καὶ βραδὺς μᾶλλον ἢ ταχύς, καὶ ἀμβλὺ ὁρῶν καὶ ἀκούων μᾶλλον ἢ ὀξύ;—πάντα τὰ τοιαῦτα συνεχωροῦμεν ἀλλήλοις.—ἐν κεφαλαίῳ δʼ, ἔφην, ὦ Κλεινία, κινδυνεύει σύμπαντα ἃ τὸ πρῶτον ἔφαμεν ἀγαθὰ εἶναι,3 οὐ περὶ τούτου ὁ λόγος αὐτοῖς εἶναι, ὅπως αὐτά γε καθʼ αὑτὰ πέφυκεν ἀγαθὰ, ἀλλʼ ὡς ἔοικεν ὧδʼ ἔχει· ἐὰν μὲν αὐτῶν ἡγῆται ἀμαθία, μείζω κακὰ εἶναι τῶν ἐναντίων, ὅσῳ δυνατώτερα ὑπηρετεῖν τῷ ἡγουμένῳ κακῷ ὄντι,4 ἐὰν δὲ φρόνησίς τε καὶ σοφία, μείζω ἀγαθά, αὐτὰ δὲ καθʼ αὑτὰ οὐδέτερα αὐτῶν οὐδενὸς ἄξια εἶναι.— φαίνεται, ἔφη, ὡς ἔοικεν, οὕτως, ὡς σὺ λέγεις. —τί οὖν ἡμῖν συμβαίνει ἐκ τῶν εἰρημένων; ἄλλο τι ἢ τῶν μὲν ἄλλων οὐδὲν ὂν οὔτε ἀγαθὸν οὔτε κακόν, τούτοιν δὲ δυοῖν ὄντοιν ἡ μὲν σοφία ἀγαθόν, ἡ δὲ ἀμαθία κακόν;—ὡμολόγει.

苏格拉底:“你说的很对,”我说道。“因为我想,如果有人不正确地使用任何东西,这比任凭它放着(坏处)更大;因为前者是坏的,而后者既非坏也非好。或者,我们难道不是这样说的吗?”——他表示同意。——“那么,在木材的加工和使用中,带来正确使用的,难道是除木工技术(知识)之外的别的东西吗?”——克莱尼亚斯:“绝对不是,”他说道。——苏格拉底:“但是,在制作器具的加工中,带来正确做法的,想必也是知识。”——他表示同意。——“那么,”我说道,“对于我们起初所说的那些好东西,即财富、健康和美的使用,正确地使用所有这些东西,是由知识在引导并使其行为成功,还是由别的什么呢?”——克莱尼亚斯:“是知识,”他说道。——苏格拉底:“由此看来,知识在一切占有和行为中,不仅给予人们好运,而且也给予人们善行(成功)。”——他表示同意。——“那么,凭着宙斯起誓,”我说道,“如果没有理智和智慧,其他那些占有物还有什么益处吗?一个拥有许多东西、做许多事情却毫无理智的人,能够得到好处吗?还是说,拥有少许东西却有理智的人更能得到好处?请这样思考:行事较少的人,犯错不也较少吗?犯错较少,境遇变坏不也较少吗?而境遇变坏较少,不也就没那么悲惨了吗?”——克莱尼亚斯:“完全是这样,”他说道。——苏格拉底:“那么,一个人在贫穷时还是在富有的时候,行事会较少呢?”——克莱尼亚斯:“贫穷时,”他说道。——苏格拉底:“是虚弱的时候还是强壮的时候?”——克莱尼亚斯:“虚弱的时候。”——苏格拉底:“是有声望的时候还是默默无闻的时候?”——克莱尼亚斯:“默默无闻的时候。”——苏格拉底:“那么,是勇敢且节制的人行事较少,还是胆小的人呢?”——克莱尼亚斯:“胆小的人。”——苏格拉底:“因此,懒惰的人也比勤劳的工人(行事更少),难道不是吗?”——他表示同意。——苏格拉底:“而且,迟钝的人也比敏捷的人行事更少,视力和听力差的人也比敏锐的人行事更少,难道不是吗?”——我们对所有这些观点都互相表示同意。——“总而言之,”我说道,“克莱尼亚斯,我们起初所说的一切好东西,其问题似乎并不在于它们本身自然就是好的,而是情况似乎如下:如果无知引导它们,它们就比其相反的东西是更大的坏事,因为它们更能够为那个本身是坏事的引导者服务;但如果理智和智慧引导它们,它们就是更大的好事,而它们本身均无任何价值。”——克莱尼亚斯:“看来正如您所说,情况确实如此,”他说道。——苏格拉底:“那么,从所说的话中我们可以得出什么结论呢?难道不是除这两者之外,其他一切都既非好也非坏,而在仅有的这两者中,智慧是好的,而无知是坏的吗?”——他表示同意。

语法注4 条
  1. 281πλέον ... θάτερόν ἐστιν, ἐάν τις χρῆται ... ἢ ἐάν ἐᾷ

    πλέον 是中性单数比较级表达,意为“更大(坏处更甚)”。θάτερόν 是 τὸ ἕτερον 的缩合(crasis),在此语境中指代“不正确地使用”。整句构成了“不正确地(μὴ ὀρθῶς)使用某物”比“任凭放着(ἐᾷ)”具有“更大(πλέον)”坏处的比较句。

  2. 281bοὐκ ἐλάττω πράττων ἐλάττω ἂν ἐξαμαρτάνοι...

    这里连续使用了表示条件的分词(πράττων, ἁμαρτάνων, πράττων)来表现递进的因果关系,主句动词则配有表示推测/潜在的 ἄν +希求语气。构成了一个连锁逻辑:“行事较少则犯错较少,犯错较少则境遇变坏较少,因而也就没那么悲惨”。

  3. 281dκινδυνεύει ... οὐ περὶ τούτου ὁ λόγος αὐτοῖς εἶναι

    κινδυνεύει 在此并非表示“危险”,而是表示推测或概然性的非人称(或人称)句式(意为“可能/看来是”),后接不定式 εἶναι。表示“对于这些事物,讨论的重点看来并不是它们本身在自然属性上是否为善”。

  4. 281dὅσῳ δυνατώτερα ὑπηρετεῖν τῷ ἡγουμένῳ κακῷ ὄντι

    ὅσῳ 是关系代词的与格,表示比例/相关关系(“越是……则越……”)。δυνατώτερα 是中性复数宾格形容词作副词用,修饰不定式 ὑπηρετεῖν(服务),意为“更强力地”。τῷ ἡγουμένῳ 是表示“引导者”的现在分词与格,而 κακῷ ὄντι(作为恶物)则作为述语性的分词短语,用以修饰或补充说明该引导者本身。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0059.tlg021.humanitext-grc2:281