← 柏拉图

尤西德莫斯篇

§279

幸福所需的好事物与智慧即好运

苏格拉底和克莱尼亚斯开始列举人类获得幸福所需的“好东西”,并依次指出了财富、健康、美德以及最后作为最大好事的“好运”。然而,苏格拉底随后指出“智慧”本身就是“好运”,并通过论证各类专业技术人员在其领域中总是最有运气的,使克莱尼亚斯感到惊讶。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§279

ΣΩ. οὐδεὶς ὅστις οὔκ,1 ἔφη ὁ Κλεινίας.—εἶεν, ἦν δʼ ἐγώ· τὸ δὴ μετὰ τοῦτο, ἐπειδὴ βουλόμεθα εὖ πράττειν, πῶς ἂν εὖ πράττοιμεν; ἆρʼ ἂν εἰ ἡμῖν πολλὰ κἀγαθὰ εἴη; ἢ τοῦτο ἐκείνου ἔτι εὐηθέστερον; δῆλον γάρ που καὶ τοῦτο ὅτι οὕτως ἔχει.—συνέφη.—φέρε δή, ἀγαθὰ δὲ ποῖα ἄρα τῶν ὄντων τυγχάνει ἡμῖν ὄντα; ἢ οὐ χαλεπὸν οὐδὲ σεμνοῦ ἀνδρὸς πάνυ τι οὐδὲ τοῦτο ἔοικεν εἶναι εὐπορεῖν; πᾶς γὰρ ἂν ἡμῖν εἴποι ὅτι τὸ πλουτεῖν ἀγαθόν· ἦ γάρ;— πάνυ γʼ, ἔφη.—οὐκοῦν καὶ τὸ ὑγιαίνειν καὶ τὸ καλὸν εἶναι καὶ τἆλλα κατὰ τὸ σῶμα ἱκανῶς παρεσκευάσθαι;—συνεδόκει.—ἀλλὰ μὴν εὐγένειαί γε καὶ δυνάμεις καὶ τιμαὶ ἐν τῇ ἑαυτοῦ δῆλά ἐστιν ἀγαθὰ ὄντα.—ὡμολόγει.—τί οὖν, ἔφην, ἔτι ἡμῖν λείπεται τῶν ἀγαθῶν; τί ἄρα ἐστὶν τὸ σώφρονά τε εἶναι καὶ δίκαιον καὶ ἀνδρεῖον; πότερον πρὸς Διός, ὦ Κλεινία, ἡγῇ σύ, ἐὰν ταῦτα τιθῶμεν ὡς ἀγαθά, ὀρθῶς ἡμᾶς θήσειν, ἢ ἐὰν μή; ἴσως γὰρ ἄν τις ἡμῖν ἀμφισβητήσειεν· σοὶ δὲ πῶς δοκεῖ;— ἀγαθά, ἔφη ὁ Κλεινίας.— εἶεν, ἦν δʼ ἐγώ· τὴν δὲ σοφίαν ποῦ χοροῦ τάξομεν;2 ἐν τοῖς ἀγαθοῖς, ἢ πῶς λέγεις;— ἐν τοῖς ἀγαθοῖς. —ἐνθυμοῦ δὴ μή τι παραλείπωμεν τῶν ἀγαθῶν, ὅτι καὶ ἄξιον λόγου.— ἀλλά μοι δοκοῦμεν, ἔφη, οὐδέν, ὁ Κλεινίας.—καὶ ἐγὼ ἀναμνησθεὶς εἶπον ὅτι ναὶ μὰ Δία κινδυνεύομέν γε τὸ μέγιστον τῶν ἀγαθῶν παραλιπεῖν.— τί τοῦτο; ἦ δʼ ὅς.—τὴν εὐτυχίαν, ὦ Κλεινία· ὃ πάντες φασί, καὶ οἱ πάνυ φαῦλοι, μέγιστον τῶν ἀγαθῶν εἶναι.— ἀληθῆ λέγεις, ἔφη.—καὶ ἐγὼ αὖ πάλιν μετανοήσας εἶπον ὅτι ὀλίγου3 καταγέλαστοι ἐγενόμεθα ὑπὸ τῶν ξένων ἐγώ τε καὶ σύ, ὦ παῖ Ἀξιόχου.— τί δή, ἔφη, τοῦτο; —ὅτι εὐτυχίαν ἐν τοῖς ἔμπροσθεν θέμενοι νυνδὴ αὖθις περὶ τοῦ αὐτοῦ ἐλέγομεν.— τί οὖν δὴ τοῦτο; —καταγέλαστον δήπου, ὃ πάλαι πρόκειται, τοῦτο πάλιν προτιθέναι καὶ δὶς ταὐτὰ λέγειν.— πῶς, ἔφη, τοῦτο λέγεις; —ἡ σοφία δήπου, ἦν δʼ ἐγώ, εὐτυχία ἐστίν· τοῦτο δὲ κἂν παῖς γνοίη.—καὶ ὃς ἐθαύμασεν· οὕτως ἔτι νέος τε καὶ εὐήθης ἐστί.—κἀγὼ γνοὺς αὐτὸν θαυμάζοντα, ἆρα οὐκ οἶσθα, ἔφην, ὦ Κλεινία, ὅτι περὶ αὐλημάτων εὐπραγίαν4 οἱ αὐληταὶ εὐτυχέστατοί εἰσιν;—συνέφη.—οὐκοῦν, ἦν δʼ ἐγώ, καὶ περὶ γραμμάτων γραφῆς τε καὶ ἀναγνώσεως οἱ γραμματισταί;— πάνυ γε. —τί δέ; πρὸς τοὺς τῆς θαλάττης κινδύνους μῶν οἴει εὐτυχεστέρους τινὰς εἶναι τῶν σοφῶν κυβερνητῶν, ὡς ἐπὶ πᾶν εἰπεῖν;— οὐ δῆτα.

苏格拉底:“没有一个人不这样想,”克莱尼亚斯说道。——“好极了,”我说道,“接下来的问题是,既然我们都希望过得好,我们怎样才能过得好呢?是不是如果我们拥有许多好东西就会这样?或者这个问题比刚才那个还要愚蠢?因为这显然也是理所当然的。”——他表示同意。——“那么,在现存的事物中,到底哪些算作我们的好东西呢?要列举这些,似乎既不困难,也不需要一个非常高明的人,不是吗?因为任何人都会对我们说,富有是一件好事,难道不是吗?”—— “确实如此,”他说道。——“那么,身体健康、容貌美丽,以及其他身体方面的条件都很充分,不也是好事吗?”——他表示同意。——“而且,高贵的出身、权力、以及在自己城邦里的荣誉,显然也都是好事。”——他承认了。——“那么,在我们这里,好东西还剩下什么呢?”我说道,“节制、正义、勇敢这些又是什么呢?凭着宙斯起誓,克莱尼亚斯,你认为如果我们把这些也当作好东西,我们做得对吗,还是不对?因为也许有人会和我们争论这一点;但你觉得如何呢?”—— “是好东西,”克莱尼亚斯说道。—— “好极了,”我说道,“那么我们应该把‘智慧’排在歌舞队的什么位置呢?排在好东西里,还是你怎么看?”—— “排在好东西里。” ——“仔细想想,我们有没有遗漏任何值得一提的好东西?”—— “但在我看来,”克莱尼亚斯说道,“我们没有遗漏任何东西。” ——我忽然想起来,说道:“不对,凭着宙斯起誓,我们险些遗漏了最大的一个好东西。”—— “那是什么?” 他问道。——“好运,克莱尼亚斯;所有的人,甚至最平庸的人,都说这是最大的好事。”—— “你说得对,”他说道。——而我再次改变主意说道:“阿克西奥科斯的儿子啊,我和你刚才差点成了那些外邦人的笑柄。”—— “这又是,”他问道,“为什么呢?” ——“因为我们之前已经把好运列在好东西里了,刚才却又在谈论同一件事。”—— “那又怎么样呢?” ——“把早已摆在面前的东西再次提出来,把同样的话说两遍,这显然是荒谬的。”—— “您怎么,”他问道,“会这样说呢?” ——“智慧显然就是好运嘛,”我说道,“这连小孩子都懂得。”——他听了非常惊讶;他还是那么年轻和单纯。——我看出他的惊讶,便说道:“克莱尼亚斯,难道你不知道,在吹笛这件事上,笛手们在把事情做好方面是最有运气(最成功)的吗?”——他同意了。——“那么,”我说道,“在字母的读写上,识字教师不也是如此吗?”—— “确实如此。” ——“那又怎么样呢?面对海上的危险,一般说来,你认为还有谁比聪明的舵手更有运气吗?”—— “绝对没有。”

语法注4 条
  1. 279οὐδεὶς ὅστις οὔκ

    这是 οὐδεὶς ἔστιν ὅστις οὐκ(没有一个人不……,即“每个人都……”)这一极常见惯用表达的省略形式,省略了系动词 ἔστιν。

  2. 279cποῦ χοροῦ τάξομεν;

    疑问副词 ποῦ(在何处)与属格 χοροῦ(歌舞队、行列)相结合。此处的属格起到了表示地方或归属的部分属格作用,比喻性地询问应将智慧安排在“哪一个类别”中。

  3. 279cὀλίγου

    起副词作用的表示程度的属格,意为“几乎”或“差点”。它源自 ὀλίγου δεῖν(差一点点),其中不定式 δεῖν 被省略。

  4. 279eπερὶ αὐλημάτων εὐπραγίαν

    名词 εὐπραγίαν(成功、做得好)的宾格形式,由前置词 περί 支配(关于吹笛方面的成功)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0059.tlg021.humanitext-grc2:279