← 柏拉图

阿尔西比亚德篇之一

§115

美与好的关系以及战地救友中善恶的区分

苏格拉底与阿尔基比亚德探讨了美与好、丑与坏之间的关系。他们以战争中营救朋友为例,说明这一行为在体现勇敢的层面上是美好和好的,但在导致死亡的层面上则是坏的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§115

ΣΩ. μαντικὸς γὰρ εἶ. καί μοι λέγε· τῶν δικαίων φῂς ἔνια μὲν συμφέρειν, ἔνια δʼ οὔ; ΑΛ. ναί. ΣΩ. τί δέ; τὰ μὲν καλὰ αὐτῶν εἶναι, τὰ δʼ οὔ; ΑΛ. πῶς τοῦτο ἐρωτᾷς; ΣΩ. εἴ τις ἤδη σοι ἔδοξεν αἰσχρὰ μέν, δίκαια δὲ πράττειν;1 ΑΛ. οὐκ ἔμοιγε. ΣΩ. ἀλλὰ πάντα τὰ δίκαια καὶ καλά; ΑΛ. ναί. ΣΩ. τί δʼ αὖ τὰ καλά; πότερον πάντα ἀγαθά, ἢ τὰ μέν, τὰ δʼ οὔ; ΑΛ. οἴομαι ἔγωγε, ὦ Σώκρατες, ἔνια τῶν καλῶν κακὰ εἶναι. ΣΩ. ἦ καὶ αἰσχρὰ ἀγαθά; ΑΛ. ναί. ΣΩ. ἆρα λέγεις τὰ τοιάδε, οἷον πολλοὶ ἐν πολέμῳ βοηθήσαντες ἑταίρῳ ἢ οἰκείῳ τραύματα ἔλαβον καὶ ἀπέθανον, οἱ δʼ οὐ βοηθήσαντες, δέον, ὑγιεῖς ἀπῆλθον; ΑΛ. πάνυ μὲν οὖν. ΣΩ. οὐκοῦν τὴν τοιαύτην βοήθειαν καλὴν μὲν λέγεις κατὰ τὴν ἐπιχείρησιν τοῦ σῶσαι οὓς ἔδει, τοῦτο δʼ ἐστὶν ἀνδρεία· ἢ οὔ; ΑΛ. ναί. ΣΩ. κακὴν δέ γε κατὰ τοὺς θανάτους τε καὶ ἕλκη· ἦ γάρ; ΑΛ. ναί. ΣΩ. ἆρʼ οὖν οὐκ ἄλλο μὲν ἡ ἀνδρεία, ἄλλο δὲ ὁ θάνατος; ΑΛ. πάνυ γε. ΣΩ. οὐκ ἄρα κατὰ ταὐτόν γʼ ἐστι καλὸν καὶ κακὸν τὸ τοῖς φίλοις βοηθεῖν; ΑΛ. οὐ φαίνεται. ΣΩ. ὅρα τοίνυν εἰ, ᾗ γε καλόν, καὶ ἀγαθόν, ὥσπερ καὶ ἐνταῦθα. κατὰ τὴν ἀνδρείαν γὰρ ὡμολόγεις καλὸν εἶναι τὴν βοήθειαν· τοῦτʼ οὖν αὐτὸ σκόπει, τὴν ἀνδρείαν, ἀγαθὸν ἢ κακόν; ὧδε δὲ σκόπει· σὺ πότερʼ ἂν δέξαιό σοι εἶναι, ἀγαθὰ ἢ κακά; ΑΛ. ἀγαθά. ΣΩ. οὐκοῦν τὰ μέγιστα μάλιστα. ΑΛ. ναί. ΣΩ. καὶ ἥκιστα τῶν τοιούτων δέξαιο ἂν στέρεσθαι; ΑΛ. πῶς γὰρ οὔ; ΣΩ. πῶς οὖν λέγεις περὶ ἀνδρείας; ἐπὶ πόσῳ ἂν αὐτοῦ δέξαιο στέρεσθαι;2 ΑΛ. οὐδὲ ζῆν ἂν ἐγὼ δεξαίμην δειλὸς ὤν. ΣΩ. ἔσχατον ἄρα κακῶν εἶναί σοι δοκεῖ ἡ δειλία. ΑΛ. ἔμοιγε. ΣΩ. ἐξ ἴσου τῷ τεθνάναι, ὡς ἔοικε. ΑΛ. φημί. ΣΩ. οὐκοῦν θανάτῳ τε καὶ δειλίᾳ ἐναντιώτατον ζωὴ καὶ ἀνδρεία; ΑΛ. ναί. ΣΩ. καὶ τὰ μὲν μάλιστʼ ἂν εἶναι βούλοιό σοι, τὰ δὲ ἥκιστα; ΑΛ. ναί. ΣΩ. ἆρʼ ὅτι τὰ μὲν ἄριστα ἡγῇ, τὰ δὲ κάκιστα; ΑΛ. πάνυ γε. ΣΩ. ἐν τοῖς ἀρίστοις ἄρα σὺ ἡγῇ ἀνδρείαν εἶναι κἀν τοῖς κακίστοις θάνατον. ΑΛ. ἔγωγε. ΣΩ. τὸ ἄρα βοηθεῖν ἐν πολέμῳ τοῖς φίλοις, ᾗ μὲν καλόν, κατʼ ἀγαθοῦ πρᾶξιν τὴν τῆς ἀνδρείας,3 καλὸν αὐτὸ προσεῖπας; ΑΛ. φαίνομαί γε. ΣΩ. κατὰ δέ γε κακοῦ πρᾶξιν τὴν τοῦ θανάτου κακόν; ΑΛ. ναί.

苏格拉底:因为你是个预言家。告诉我:在公正的事情中,你是否说有些是有利的,而有些不是? 阿尔基比亚德:是的。 苏格拉底:那么,它们之中,有些是美好的,而有些不是吗? 阿尔基比亚德:你这是什么意思? 苏格拉底:我是问,是否曾有人在你看来,一方面做着可耻的事,另一方面却做着公正的事? 阿尔基比亚德:对我来说绝没有。 苏格拉底:相反,所有公正的事都是美好的吗? 阿尔基比亚德:是的。 苏格拉底:那么反过来,美好之物又如何?它们全都是好的,还是有些好,有些不好? 阿尔基比亚德:苏格拉底,我倒认为,有些美好之物是坏的。 苏格拉底:难道可耻的事也有是好的? 阿尔基比亚德:是的。 苏格拉底:你说的是不是这类情况:例如,许多人在战争中为了营救同伴或亲人而负伤死亡,而那些在应当营救时却没有营救的人,却安然无恙地撤离了? 阿尔基比亚德:完全如此。 苏格拉底:那么,这种营救,从企图挽救那些应当挽救的人这一角度来看,你称之为‘美好的’,而这就是‘勇敢’,难道不是吗? 阿尔基比亚德:是的。 苏格拉底:但就死亡和受伤而言,它又是‘坏的’,对吗? 阿尔基比亚德:是的。 苏格拉底:那么,勇敢是一回事,而死亡是另一回事,难道不是吗? 阿尔基比亚德:当然。 苏格拉底:那么,帮助朋友这件事,其‘美好’与‘坏’并不是就同一性质而言的了? 阿尔基比亚德:看来不是。 苏格拉底:那么请看,正是在它美好的范围内,它是否也是好的,就像在这里一样。因为你曾承认,从勇敢的角度来看,这种营救是美好的。那么请考察这件事情本身——勇敢,它是好的还是坏的?请这样考察:你愿意拥有好的东西还是坏的东西? 阿尔基比亚德:好的东西。 苏格拉底:那么,最大的好东西最甚? 阿尔基比亚德:是的。 苏格拉底:而最不愿意被剥夺这些东西吗? 阿尔基比亚德:怎么会不呢? 苏格拉底:那么你对勇敢怎么说?你愿意以什么代价被剥夺它? 阿尔基比亚德:如果要做个懦夫,我宁可不活。 苏格拉底:那么在你看来,懦弱是极度的恶了。 阿尔基比亚德:在我看来确实如此。 苏格拉底:看来与死亡同等。 阿尔基比亚德:确实。 苏格拉底:那么,生命和勇敢,难道不是与死亡和懦弱最相反的吗? 阿尔基比亚德:是的。 苏格拉底:而前者你最希望拥有,后者最不希望? 阿尔基比亚德:是的。 苏格拉底:是因为你认为前者是最好的,而后者是最坏的吗? 阿尔基比亚德:完全如此。 苏格拉底:因此,你认为勇敢是在最好之列,而死亡是在最坏之列。 阿尔基比亚德:我是这样认为的。 苏格拉底:那么,在战争中营救朋友,在它美好的层面上,即作为实现勇敢这一好事的行为,你称之为‘美好的’吗? 阿尔基比亚德:看来是的。 苏格拉底:但就遭受死亡这一坏事的角度而言,你又称之为‘坏的’吗? 阿尔基比亚德:是的。

语法注3 条
  1. 115aεἴ τις ἤδη σοι ἔδοξεν αἰσχρὰ μέν, δίκαια δὲ πράττειν;

    连词 εἰ 通常引导间接疑问句(“是否……”),但在此处省略了主句动词(如“我问”),独立使用以作为对阿尔基比亚德提问 πῶς τοῦτο ἐρωτᾷς; 的解释性回答。

  2. 115dἐπὶ πόσῳ ἂν αὐτοῦ δέξαιο στέρεσθαι;

    介词短语 ἐπὶ πόσῳ 采用表示价格或条件的与格(“以何种代价”),而 αὐτοῦ 是剥夺属格,修饰动词 στέρεσθαι(被剥夺)。尽管 ἀνδρείας 是阴性名词,但 αὐτοῦ 在语法上将其作为泛指的中性概念来指代。

  3. 115eκατʼ ἀγαθοῦ πρᾶξιν τὴν τῆς ἀνδρείας

    介词 κατά 在此表示“在……层面上”或“根据”。名词 πρᾶξιν 在此不仅指一般的“行为”,而是指某种价值(此处为“勇敢这一好事”)的“实现”或“获得”,后面的 τὴν τῆς ἀνδρείας 起到限定和同位语解释的作用。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0059.tlg013.humanitext-grc2:115