- 底本
- Platonis Opera, Tomus II: Tetralogia III-IV. Burnet, John, editor. Oxford: Clarendon Press, 1910.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg013.humanitext-grc2:114
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
苏格拉底取笑阿尔基比亚德厌弃先前的论证并索求新证明的任性,论证说能够说服大众的人也必然能够说服单个人。苏格拉底让自己充当民众,挑战阿尔基比亚德去证明公正与有利是不同的,并督促他回答问题来进行证明。
ΣΩ. οἷον τοῦτο ποιεῖς. εἴ τι μὴ ὀρθῶς λέγεις, τυγχάνει δὲ δυνατὸν ὂν ἀποδεῖξαι διʼ οὗπερ καὶ τὸ πρότερον λόγου, οἴει δὴ καινὰ ἄττα δεῖν ἀκούειν ἀποδείξεις τε ἑτέρας, ὡς τῶν προτέρων οἷον σκευαρίων κατατετριμμένων,1 καὶ οὐκέτʼ ἂν σὺ αὐτὰ ἀμπίσχοιο, εἰ μή τίς σοι τεκμήριον καθαρὸν καὶ ἄχραντον οἴσει. ἐγὼ δὲ χαίρειν ἐάσας τὰς σὰς προδρομὰς τοῦ λόγου οὐδὲν ἧττον ἐρήσομαι πόθεν μαθὼν αὖ τὰ συμφέροντʼ ἐπίστασαι, καὶ ὅστις ἐστὶν ὁ διδάσκαλος, καὶ πάντʼ ἐκεῖνα τὰ πρότερον ἐρωτῶ μιᾷ ἐρωτήσει;2 ἀλλὰ γὰρ δῆλον ὡς εἰς ταὐτὸν ἥξεις καὶ οὐχ ἕξεις ἀποδεῖξαι οὔθʼ ὡς ἐξευρὼν οἶσθα τὰ συμφέροντα οὔθʼ ὡς μαθών. ἐπειδὴ δὲ τρυφᾷς καὶ οὐκέτʼ ἂν ἡδέως τοῦ αὐτοῦ γεύσαιο λόγου, τοῦτον μὲν ἐῶ χαίρειν, εἴτʼ οἶσθα εἴτε μὴ τὰ Ἀθηναίοις συμφέροντα· πότερον δὲ ταὐτά ἐστι δίκαιά τε καὶ συμφέροντʼ ἢ ἕτερα, τί οὐκ ἀπέδειξας; εἰ μὲν βούλει, ἐρωτῶν με ὥσπερ ἐγὼ σέ, εἰ δέ, καὶ αὐτὸς ἐπὶ σεαυτοῦ λόγῳ διέξελθε. ΑΛ. ἀλλʼ οὐκ οἶδα εἰ οἷός τʼ ἂν εἴην, ὦ Σώκρατες, πρὸς σὲ διελθεῖν. ΣΩ. ἀλλʼ, ὠγαθέ, ἐμὲ ἐκκλησίαν νόμισον καὶ δῆμον· καὶ ἐκεῖ τοί σε δεήσει ἕνα ἕκαστον πείθειν. ἦ γάρ; ΑΛ. ναί. ΣΩ. οὐκοῦν τοῦ αὐτοῦ ἕνα τε οἷόν τε εἶναι κατὰ μόνας πείθειν καὶ συμπόλλους περὶ ὧν ἂν εἰδῇ, ὥσπερ ὁ γραμματιστὴς ἕνα τέ που πείθει περὶ γραμμάτων καὶ πολλούς; ΑΛ. ναί. ΣΩ. ἆρʼ οὖν οὐ καὶ περὶ ἀριθμοῦ ὁ αὐτὸς ἕνα τε καὶ πολλοὺς πείσει; ΑΛ. ναί. ΣΩ. οὗτος δʼ ἔσται ὁ εἰδώς, ὁ ἀριθμητικός; ΑΛ. πάνυ γε. ΣΩ. οὐκοῦν καὶ σὺ ἅπερ καὶ πολλοὺς οἷός τε πείθειν εἶ, ταῦτα καὶ ἕνα; ΑΛ. εἰκός γε. ΣΩ. ἔστι δὲ ταῦτα δῆλον ὅτι ἃ οἶσθα. ΑΛ. ναί. ΣΩ. ἄλλο τι οὖν τοσοῦτον μόνον διαφέρει3 τοῦ ἐν τῷ δήμῳ ῥήτορος ὁ ἐν τῇ τοιᾷδε συνουσίᾳ, ὅτι ὁ μὲν ἁθρόους πείθει τὰ αὐτά, ὁ δὲ καθʼ ἕνα; ΑΛ. κινδυνεύει. ΣΩ. ἴθι νῦν, ἐπειδὴ τοῦ αὐτοῦ φαίνεται πολλούς τε καὶ ἕνα πείθειν, ἐν ἐμοὶ ἐμμελέτησον καὶ ἐπιχείρησον ἐπιδεῖξαι ὡς τὸ δίκαιον ἐνίοτε οὐ συμφέρει. ΑΛ. ὑβριστὴς εἶ, ὦ Σώκρατες. ΣΩ. νῦν γοῦν ὑφʼ ὕβρεως μέλλω σε πείθειν τἀναντία οἷς σὺ ἐμὲ οὐκ ἐθέλεις.4 ΑΛ. λέγε δή. ΣΩ. ἀποκρίνου μόνον τὰ ἐρωτώμενα. ΑΛ. μή, ἀλλὰ σὺ αὐτὸς λέγε. ΣΩ. τί δʼ; οὐχ ὅτι μάλιστα βούλει πεισθῆναι; ΑΛ. πάντως δήπου. ΣΩ. οὐκοῦν εἰ λέγεις ὅτι ταῦθʼ οὕτως ἔχει, μάλιστʼ ἂν εἴης πεπεισμένος; ΑΛ. ἔμοιγε δοκεῖ. ΣΩ. ἀποκρίνου δή· καὶ ἐὰν μὴ αὐτὸς σὺ σαυτοῦ ἀκούσῃς ὅτι τὰ δίκαια καὶ συμφέροντά ἐστιν, ἄλλῳ γε λέγοντι μὴ πιστεύσῃς. ΑΛ. οὔτοι, ἀλλʼ ἀποκριτέον· καὶ γὰρ οὐδὲν οἴομαι βλαβήσεσθαι.
苏格拉底:你这是做什么!如果你说了什么不对的话,而这碰巧可以用和以前完全相同的论证来证明,你就会认为需要听一些新奇的话和别样的证明,仿佛之前的证明就像磨损的衣物,除非有人给你带来干净且无瑕的证据,否则你就不愿再穿上它们。但我将放过你这些逃避的言辞,依然要问你,你又是从哪里学来并知道什么是“有利”的,你的老师是谁,并且用一个问题来询问之前的所有问题。但很明显,你会得出相同的结果,并且无法证明你无论是通过自己发现还是通过学习而知道了有利的事。既然你如此挑剔,不愿再乐意地尝一尝相同的论证,那我就放过这件事,无论你是否知道对雅典人有利的事;但是,公正和有利到底是同一回事还是不同的事,你为什么不证明呢?如果你愿意,就像我对你一样来提问我;如果不愿意,你也可以自己独自用论证详细展开。 阿尔基比亚德:但是苏格拉底,我不知道我是否能够对你详细展开。 苏格拉底:但是,我的好朋友,把我想象成公民大会和民众吧;在那里,你确实需要说服每一个单独的人。难道不是吗? 阿尔基比亚德:是的。 苏格拉底:那么,同一个能够就他所知道的事私下说服一个人的人,难道不能也说服许多人吗?就像识字老师想必既能在文字上说服一个人,也能说服许多人一样? 阿尔基比亚德:是的。 苏格拉底:那么,同一个人难道不同样也能在数字上说服一个人和许多人吗? 阿尔基比亚德:是的。 苏格拉底:而这个人会是那个知道的人,即算术家吗? 阿尔基比亚德:正是。 苏格拉底:那么,你能够说服许多人的那些事情,你难道不能也说服单个人吗? 阿尔基比亚德:确实可能。 苏格拉底:而这些事情显然是你所知道的事情。 阿尔基比亚德:是的。 苏格拉底:那么,在这种谈话中的说话者与在公民大会中的演说家相比,难道差别仅仅在于:一个是就同样的事说服聚集在一起的人,而另一个是逐一说服吗? 阿尔基比亚德:似乎是这样。 苏格拉底:来吧,既然说服许多人和说服单个人看来是同一个人的事,那就在我身上练习,并尝试证明公正有时是无利的。 阿尔基比亚德:你真是个爱开玩笑的人,苏格拉底。 苏格拉底:无论如何,现在由于这种顽皮,我准备让你相信与你不想让我做的事情相反的事情。 阿尔基比亚德:那你就说吧。 苏格拉底:你只需回答所问的问题。 阿尔基比亚德:不,你还是自己说吧。 苏格拉底:怎么?你难道不是最想被说服吗? 阿尔基比亚德:那是当然。 苏格拉底:那么,如果你自己说这些确实如此,你难道不是最能被说服的吗? 阿尔基比亚德:在我看来确实如此。 苏格拉底:那就回答吧;除非你亲耳听自己说公正和有利是同一回事,否则即便别人这么说,你也不要相信。 阿尔基比亚德:绝不,那我必须回答了;因为我认为我也不会有什么损失。
- 114ὡς τῶν προτέρων οἷον σκευαρίων κατατετριμμένων
虽然 σκεύαριον 通常指“器具”或“器皿”,但在本处,由于与紧随其后的动词 ἀμπίσχοιο(穿、戴)相关联,它在比喻上指的是“衣物”。苏格拉底将之前的证明比作磨损的衣服,讽刺阿尔基比亚德如果得不到新鲜且无瑕的证据(τεκμήριον),就不愿再次接受(穿上)它们。
- 114aπάντʼ ἐκεῖνα τὰ πρότερον ἐρωτῶ μιᾷ ἐρωτήσει
动词 ἐρωτῶ 既可以解释为现在时直陈语气(“我提问”),也可以解释为考虑性虚拟语气(“我应该提问吗?”)。考虑到上下文,苏格拉底半自问地考虑是否应将之前的所有问题合并为一个来提问,随后立即自答说这样做并无意义(因为结果相同),因此将其解释为考虑性虚拟语气更为自然。
- 114cἄλλο τι οὖν τοσοῦτον μόνον διαφέρει
表达方式 ἄλλο τι(通常是 ἄλλο τι ἤ 的简写)是一种习惯用语,相当于“难道不是……吗?”(类似于拉丁语中的 nonne),用于期待对方给予肯定的回答。苏格拉底在此使用它,是为了让阿尔基比亚德同意:私下谈话中的说话者与公民大会上的演说家之间唯一的区别,仅在于说服的对象是单个人还是聚集在一起的大众。
- 114dτἀναντία οἷς σὺ ἐμὲ οὐκ ἐθέλεις
关系代词 οἷς 受到了被省略的先行词 τούτοις 的格的同化(attraction)。其底层结构为 τἀναντία τούτοις ἃ σὺ ἐμὲ οὐκ ἐθέλεις(“与你不想让我[做/证明]的事情相反的事”),在 ἐθέλεις 之后省略了如 ποιεῖν(做)或 ἀποδεῖξαι(证明)等动词不定式。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 2 处
