← 柏拉图

阿尔西比亚德篇之一

§116

美善与正义的统一及对自身无知的认识

苏格拉底向阿尔基比亚德论证了美好与好、公正与有利是同一的,使阿尔基比亚德开始意识到自己的混乱与无知。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§116

ΣΩ. οὐκοῦν ὧδε δίκαιον προσαγορεύειν ἑκάστην τῶν πράξεων· εἴπερ ᾗ κακὸν ἀπεργάζεται κακὴν καλεῖς, καὶ ᾗ ἀγαθὸν ἀγαθὴν κλητέον.1 ΑΛ. ἔμοιγε δοκεῖ. ΣΩ. ἆρʼ οὖν καὶ ᾗ ἀγαθόν, καλόν· ᾗ δὲ κακόν, αἰσχρόν; ΑΛ. ναί. ΣΩ. τὴν ἄρʼ ἐν τῷ πολέμῳ τοῖς φίλοις βοήθειαν λέγων καλὴν μὲν εἶναι, κακὴν δέ, οὐδὲν διαφερόντως λέγεις ἢ εἰ προσεῖπες αὐτὴν ἀγαθὴν μέν, κακὴν δέ. ΑΛ. ἀληθῆ μοι δοκεῖς λέγειν, ὦ Σώκρατες. ΣΩ. οὐδὲν ἄρα τῶν καλῶν, καθʼ ὅσον καλόν, κακόν, οὐδὲ τῶν αἰσχρῶν, καθʼ ὅσον αἰσχρόν, ἀγαθόν. ΑΛ. οὐ φαίνεται. ΣΩ. ἔτι τοίνυν καὶ ὧδε σκέψαι. ὅστις καλῶς πράττει, οὐχὶ καὶ εὖ πράττει; ΑΛ. ναί. ΣΩ. οἱ δʼ εὖ πράττοντες οὐκ εὐδαίμονες; ΑΛ. πῶς γὰρ οὔ; ΣΩ. οὐκοῦν εὐδαίμονες διʼ ἀγαθῶν κτῆσιν; ΑΛ. μάλιστα. ΣΩ. κτῶνται δὲ ταῦτα τῷ εὖ καὶ καλῶς πράττειν; ΑΛ. ναί. ΣΩ. τὸ εὖ ἄρα πράττειν ἀγαθόν; ΑΛ. πῶς δʼ οὔ; ΣΩ. οὐκοῦν καλὸν ἡ εὐπραγία; ΑΛ. ναί. ΣΩ. ταὐτὸν ἄρα ἐφάνη ἡμῖν πάλιν αὖ καλόν τε καὶ ἀγαθόν. ΑΛ. φαίνεται. ΣΩ. ὅτι ἂν ἄρα εὕρωμεν καλόν, καὶ ἀγαθὸν εὑρήσομεν ἔκ γε τούτου τοῦ λόγου. ΑΛ. ἀνάγκη. ΣΩ. τί δέ; τὰ ἀγαθὰ συμφέρει ἢ οὔ; ΑΛ. συμφέρει. ΣΩ. μνημονεύεις οὖν περὶ τῶν δικαίων πῶς ὡμολογήσαμεν; ΑΛ. οἶμαί γε τοὺς τὰ δίκαια πράττοντας ἀναγκαῖον εἶναι καλὰ πράττειν. ΣΩ. οὐκοῦν καὶ τοὺς τὰ καλὰ ἀγαθά;2 ΑΛ. ναί. ΣΩ. τὰ δὲ ἀγαθὰ συμφέρειν; ΑΛ. ναί. ΣΩ. τὰ δίκαια ἄρα, ὦ Ἀλκιβιάδη, συμφέροντά ἐστιν. ΑΛ. ἔοικεν. ΣΩ. τί οὖν; ταῦτα οὐ σὺ ὁ λέγων, ἐγὼ δὲ ὁ ἐρωτῶν; ΑΛ. φαίνομαι, ὡς ἔοικα. ΣΩ. εἰ οὖν τις ἀνίσταται συμβουλεύσων εἴτε Ἀθηναίοις εἴτε Πεπαρηθίοις, οἰόμενος γιγνώσκειν τὰ δίκαια καὶ τὰ ἄδικα, φήσει δʼ εἶναι τὰ δίκαια κακὰ ἐνίοτε, ἄλλο τι ἢ καταγελῴης ἂν αὐτοῦ,3 ἐπειδήπερ τυγχάνεις καὶ σὺ λέγων ὅτι ταὐτά ἐστι δίκαιά τε καὶ συμφέροντα; ΑΛ. ἀλλὰ μὰ τοὺς θεούς, ὦ Σώκρατες, οὐκ οἶδʼ ἔγωγε οὐδʼ ὅτι λέγω, ἀλλʼ ἀτεχνῶς ἔοικα ἀτόπως ἔχοντι· τοτὲ μὲν γάρ μοι ἕτερα δοκεῖ σοῦ ἐρωτῶντος, τοτὲ δʼ ἄλλα. ΣΩ. εἶτα τοῦτο, ὦ φίλε, ἀγνοεῖς τὸ πάθημα τί ἐστιν; ΑΛ. πάνυ γε. ΣΩ. οἴει ἂν οὖν, εἴ τις ἐρωτῴη σε δύο ὀφθαλμοὺς ἢ τρεῖς ἔχεις, καὶ δύο χεῖρας ἢ τέτταρας, ἢ ἄλλο τι τῶν τοιούτων, τοτὲ μὲν ἕτερα ἂν ἀποκρίνασθαι, τοτὲ δὲ ἄλλα, ἢ ἀεὶ τὰ αὐτά;

苏格拉底:那么,这样称呼每一项行为才是正确的:既然在它产生坏的结果的层面上你称之为‘坏的’,那么在它产生好的结果的层面上也必须称之为‘好的’。 阿尔基比亚德:在我看来确实如此。 苏格拉底:那么,在它是好的层面上,也是美好的;而在它是坏的层面上,也是可耻的吗? 阿尔基比亚德:是的。 苏格拉底:那么,你说在战争中营救朋友这件事虽然美好但是坏,这与你称它虽然是好的但是坏,根本没有什么不同。 阿尔基比亚德:苏格拉底,我觉得你说的很对。 苏格拉底:因此,在美好的事物中,只要它是美好的,就绝不是坏的;在可耻的事物中,只要它是可耻的,也绝不是好的。 阿尔基比亚德:看来不是。 苏格拉底:那么再请这样考虑:凡是行得美的人,难道不也是行得好吗? 阿尔基比亚德:是的。 苏格拉底:而行得好的人,难道不是幸福的吗? 阿尔基比亚德:怎么会不呢? 苏格拉底:那么,他们幸福是因为获得了好东西吗? 阿尔基比亚德:确实如此。 苏格拉底:而他们是通过行得好、行得美来获得这些的吗? 阿尔基比亚德:是的。 苏格拉底:那么,行得好是件好事吗? 阿尔基比亚德:怎么会不是呢? 苏格拉底:那么,行得好也是美好的吗? 阿尔基比亚德:是的。 苏格拉底:那么,在我们看来,美好和好又一次被证明是同一回事。 阿尔基比亚德:看来是这样。 苏格拉底:那么,至少根据这一论证,凡是我们发现是美好的,我们也必将发现它是好的。 阿尔基比亚德:必然如此。 苏格拉底:那么好东西是有利的还是没有利呢? 阿尔基比亚德:是有利的。 苏格拉底:那么你还记得关于公正的事情我们是怎么同意的吗? 阿尔基比亚德:我想我们是同意,行公正之事的人必然也是在行美好之事。 苏格拉底:那么行美好之事的人也是在行好事吗? 阿尔基比亚德:是的。 苏格拉底:而好的事情是有利的? 阿尔基比亚德:是的。 苏格拉底:那么,阿尔基比亚德,公正的事情就是有利的了。 阿尔基比亚德:看来是这样。 苏格拉底:那么,难道说这些话的不是你,而我只是提问的人吗? 阿尔基比亚德:看来确实是我。 苏格拉底:那么,如果有人站起来向雅典人或向佩帕雷托斯人提出建议,自以为懂得什么是公正、什么是不公正,并且声称公正的事情有时是坏的,你难道不会嘲笑他吗?因为你自己也刚好在说公正和有利是同一回事。 阿尔基比亚德:但是,凭诸神起誓,苏格拉底,我自己都不知道自己在说什么了,我简直就像处在一种极其荒谬的状态中:因为你一发问,我一会儿觉得是这样,一会儿又觉得是那样。 苏格拉底:那么,我的朋友,你不知道这种状态是什么吗? 阿尔基比亚德:完全不知道。 苏格拉底:那么,如果有人问你有两只眼睛还是三只,有两只手还是四只,或者诸如此类的其他问题,你认为自己会一会儿这么回答,一会儿那般回答,还是总是做出同样的回答呢?

语法注3 条
  1. 116ᾗ κακὸν ἀπεργάζεται κακὴν καλεῖς, καὶ ᾗ ἀγαθὸν ἀγαθὴν κλητέον

    关系副词 ᾗ 表示“在……的层面上”或“只要……”,限制了两个对比的方面。动形容词 κλητέον 采用无人称用法(省略了 ἐστί),表示义务或必要性(必须称之为)。

  2. 116cοὐκοῦν καὶ τοὺς τὰ καλὰ ἀγαθά;

    苏格拉底的提问承接了阿尔基比亚德上一句回答的结构,省略极大。补全省略部分后为“οὐκοῦν καὶ τοὺς τὰ καλὰ [πράττοντας ἀναγκαῖον εἶναι] ἀγαθὰ [πράττειν];”(那么,行美好之事的人也必然在行好事吗?)。

  3. 116dἄλλο τι ἢ καταγελῴης ἂν αὐτοῦ

    短语 ἄλλο τι ἤ 是一种惯用的双重疑问句式,实际表示“难道不就是……吗(当然是的)”,用于表达强烈的肯定推测。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0059.tlg013.humanitext-grc2:116