← 柏拉图

菲力帕斯篇

§36

双重痛苦与快乐苦痛的真伪之辨

苏格拉底与普罗塔科通过分析身体匮乏与灵魂期待所带来的“双重痛苦”,讨论了痛苦与快乐同时存在的可能性,并由此展开关于快乐和痛苦是否像信念一样存在“真伪”之分的探讨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36

ΣΩ. διὰ μὲν τὸ πάθος ἀλγῇ, μεμνῆται δὲ τῶν ἡδέων ὧν γενομένων1 παύοιτʼ ἂν τῆς ἀλγηδόνος, πληρῶται δὲ μήπω· τί τότε; φῶμεν ἢ μὴ φῶμεν αὐτὸν ἐν μέσῳ τῶν παθημάτων εἶναι; ΠΡΩ. φῶμεν μὲν οὖν. ΣΩ. πότερον ἀλγοῦνθʼ ὅλως ἢ χαίροντα; ΠΡΩ. μὰ Δίʼ, ἀλλὰ διπλῇ τινὶ λύπῃ λυπούμενον, κατὰ μὲν τὸ σῶμα ἐν τῷ παθήματι, κατὰ δὲ τὴν ψυχὴν προσδοκίας τινὶ πόθῳ. ΣΩ. πῶς, ὦ Πρώταρχε, τὸ διπλοῦν τῆς λύπης εἶπες; ἆρʼ οὐκ ἔστι μὲν ὅτε τις ἡμῶν κενούμενος ἐν ἐλπίδι φανερᾷ τοῦ πληρωθήσεσθαι καθέστηκε, τοτὲ δὲ τοὐναντίον ἀνελπίστως ἔχει; ΠΡΩ. καὶ μάλα γε. ΣΩ. μῶν οὖν οὐχὶ ἐλπίζων μὲν πληρωθήσεσθαι τῷ μεμνῆσθαι2 δοκεῖ σοι χαίρειν, ἅμα δὲ κενούμενος ἐν τούτοις ἀλγεῖν; ΠΡΩ. ἀνάγκη. ΣΩ. τότε ἄρʼ ἄνθρωπος καὶ τἆλλα ζῷα λυπεῖταί τε ἅμα καὶ χαίρει. ΠΡΩ. κινδυνεύει. ΣΩ. τί δʼ ὅταν ἀνελπίστως ἔχῃ κενούμενος τεύξεσθαι πληρώσεως; ἆρʼ οὐ τότε τὸ διπλοῦν γίγνοιτʼ ἂν περὶ τὰς λύπας πάθος, ὃ σὺ νυνδὴ κατιδὼν ᾠήθης ἁπλῶς εἶναι διπλοῦν; ΠΡΩ. ἀληθέστατα, ὦ Σώκρατες. ΣΩ. ταύτῃ δὴ τῇ σκέψει τούτων τῶν παθημάτων τόδε χρησώμεθα. ΠΡΩ. τὸ ποῖον; ΣΩ. πότερον ἀληθεῖς ταύτας τὰς λύπας τε καὶ ἡδονὰς ἢ ψευδεῖς εἶναι λέξομεν; ἢ τὰς μέν τινας ἀληθεῖς, τὰς δʼ οὔ; ΠΡΩ. πῶς δʼ, ὦ Σώκρατες, ἂν εἶεν ψευδεῖς ἡδοναὶ ἢ λῦπαι; ΣΩ. πῶς δέ, ὦ Πρώταρχε, φόβοι ἂν ἀληθεῖς ἢ ψευδεῖς, ἢ προσδοκίαι ἀληθεῖς ἢ μή, ἢ δόξαι ἀληθεῖς ἢ ψευδεῖς; ΠΡΩ. δόξας μὲν ἔγωγʼ ἄν που συγχωροίην, τὰ δʼ ἕτερα ταῦτʼ οὐκ ἄν. ΣΩ. πῶς φῄς; λόγον μέντοι τινὰ κινδυνεύομεν οὐ πάνυ σμικρὸν ἐπεγείρειν. ΠΡΩ. ἀληθῆ λέγεις. ΣΩ. ἀλλʼ εἰ πρὸς τὰ παρεληλυθότα, ὦ παῖ ʼκείνου τἀνδρός,3 προσήκοντα, τοῦτο σκεπτέον. ΠΡΩ. ἴσως τοῦτό γε. ΣΩ. χαίρειν τοίνυν δεῖ λέγειν τοῖς ἄλλοις μήκεσιν ἢ καὶ ὁτῳοῦν τῶν παρὰ τὸ προσῆκον λεγομένων. ΠΡΩ. ὀρθῶς. ΣΩ. λέγε δή μοι· θαῦμα γάρ μέ γε ἔχει διὰ τέλους ἀεὶ περὶ τὰ αὐτὰ ἃ νυνδὴ προυθέμεθα ἀπορήματα. πῶς δὴ φῄς; ψευδεῖς, αἱ δʼ ἀληθεῖς οὐκ εἰσὶν ἡδοναί; ΠΡΩ. πῶς γὰρ ἄν; ΣΩ. οὔτε δὴ ὄναρ οὔθʼ ὕπαρ, ὡς φῄς, οὔτʼ ἐν μανίαις οὔτʼ ἐν παραφροσύναις οὐδεὶς ἔσθʼ ὅστις ποτὲ δοκεῖ μὲν χαίρειν, χαίρει δὲ οὐδαμῶς, οὐδʼ αὖ δοκεῖ μὲν λυπεῖσθαι, λυπεῖται δʼ οὔ. ΠΡΩ. πάνθʼ οὕτω ταῦτα, ὦ Σώκρατες, ἔχειν πάντες ὑπειλήφαμεν. ΣΩ. ἆρʼ οὖν ὀρθῶς; ἢ σκεπτέον εἴτʼ ὀρθῶς εἴτε μὴ ταῦτα λέγεται; ΠΡΩ. σκεπτέον, ὥς γʼ ἐγὼ φαίην ἄν.

苏:当一个人因遭受的痛苦经历而难过,却又记得那些一旦发生便能止息痛苦的快乐事物,而此时尚未得到充满——那么,这时,我们该说还是不该说,他正处于这些经历的中间? 普:当然该说。 苏:他是整体上在痛苦,还是在快乐? 普:凭宙斯发誓,不,他是在承受某种双重的痛苦:就身体而言处于那种经历之中,就灵魂而言处于某种对期待的渴望之中。 苏:普罗塔科,你所说的“双重痛苦”是指什么?难道不是有时候我们当中被排空的人,处于得以充满的明确希望之中,而有时相反,他却毫无希望吗? 普:确实如此。 苏:那么,当他希望被充满时,由于记忆,你难道不觉得他在快乐,而同时由于被排空,他在这些情况下感到痛苦吗? 普:必然如此。 苏:因此,那时人类和其他生物既在感到痛苦,同时又在感到快乐。 普:似乎是这样。 苏:那如果他被排空时,对于获得充盈毫无希望,情况又如何?难道那时不会产生关于痛苦的双重体验吗?这不正是你刚才注意到,并以为它单纯就是双重的那种情况吗? 普:最真实不过了,苏格拉底。 苏:让我们把对这些体验的考察用于以下这点。 普:是哪一点? 苏:我们是要说这些痛苦和快乐是真实的还是虚假的?还是说其中一些是真实的,另一些不是? 普:但是,苏格拉底,快乐或痛苦怎么会是虚假的呢? 苏:那么,普罗塔科,恐惧又怎么会是真实的或虚假的,或者期待是真实的或不是,或者信念是真实的或虚假的呢? 普:对于信念,我大概会承认,但对这些其他的,我绝不承认。 苏:你这是什么意思?我们看来正在挑起一个绝非小可的论证。 普:你说的对。 苏:但是,那人的孩子啊,如果这与之前谈过的事情相关,我们就必须考察它。 普:也许确实是这一个。 苏:因此,我们应当告别其他漫长的讨论,或任何与当前主题不相干的言论。 普:对。 苏:那么告诉我吧;因为对于我们刚才提出的那些难题,我一直感到由衷的惊异。你到底是怎么说的?难道不存在有些快乐是虚假的,而另一些是真实的吗? 普:因为怎么可能会有呢? 苏:按你的说法,无论是在梦中还是在醒着时,是在疯狂中还是在胡言乱语中,决不存在任何人,他看似在快乐却实际上一点也不快乐,或者看似在痛苦却实际上并不痛苦? 普:苏格拉底,我们所有人都认为这些情况确实如此。 苏:那么这是否正确?还是说,我们应该考察这种说法究竟是对还是错? 普:应当考察,至少我会这么说。

语法注3 条
  1. 36ὧν γενομένων

    关系代词 ὧν 指代前述的 τῶν ἡδέων,并与分词 γενομένων 一起构成属格独立结构,在此处表示条件意义(“如果这些[快乐的事物]发生的话”)。

  2. 36bτῷ μεμνῆσθαι

    带冠词不定式的与格形式。在此处表示原因或手段(“由于/通过记忆”),用以说明随后的不定式/动词 χαίρειν 的依据。

  3. 36dὦ παῖ ʼκείνου τἀνδρός

    呼格表达,其中 ʼκείνου 是指示代词 ἐκείνου 的词首元音脱落(aphaeresis)。“那人的孩子啊”这一表达是柏拉图式的幽默引称,暗指普罗塔科的智识背景或血统。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0059.tlg010.humanitext-grc2:36