← 柏拉图

菲力帕斯篇

§37-38

假快乐的可能性与信念的形成过程

苏格拉底和普罗塔科考察了快乐和信念中真伪的体现,确立了快乐同样可能伴随错谬。接着,他们通过辨认远处物体的例子,说明了信念如何由感觉和记忆形成并转化为言辞,并开始将灵魂比作一本书。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37

ΣΩ. διορισώμεθα δὴ σαφέστερον ἔτι τὸ νυνδὴ λεγόμενον ἡδονῆς τε πέρι καὶ δόξης. ἔστιν γάρ πού τι δοξάζειν ἡμῖν; ΠΡΩ. ναί. ΣΩ. καὶ ἥδεσθαι; ΠΡΩ. ναί. ΣΩ. καὶ μὴν καὶ τὸ δοξαζόμενόν ἐστί τι; ΠΡΩ. πῶς δʼ οὔ; ΣΩ. καὶ τό γε ᾧ τὸ ἡδόμενον ἥδεται; ΠΡΩ. καὶ πάνυ γε. ΣΩ. οὐκοῦν τὸ δοξάζον, ἄντε ὀρθῶς ἄντε μὴ ὀρθῶς δοξάζῃ, τό γε δοξάζειν ὄντως οὐδέποτε ἀπόλλυσιν. ΠΡΩ. πῶς γὰρ ἄν; ΣΩ. οὐκοῦν καὶ τὸ ἡδόμενον, ἄντε ὀρθῶς ἄντε μὴ ὀρθῶς ἥδηται, τό γε ὄντως ἥδεσθαι δῆλον ὡς οὐδέποτʼ ἀπολεῖ. ΠΡΩ. ναί, καὶ τοῦθʼ οὕτως ἔχει. ΣΩ. ὅτῳ ποτὲ οὖν δὴ τρόπῳ δόξα ψευδής τε καὶ ἀληθὴς ἡμῖν φιλεῖ γίγνεσθαι, τὸ δὲ τῆς ἡδονῆς μόνον ἀληθές, δοξάζειν δʼ ὄντως καὶ χαίρειν ἀμφότερα ὁμοίως εἴληχεν σκεπτέον.1 ΠΡΩ. σκεπτέον. ΣΩ. ἆρʼ ὅτι δόξῃ μὲν ἐπιγίγνεσθον ψεῦδός τε καὶ ἀληθές, καὶ ἐγένετο οὐ μόνον δόξα διὰ ταῦτα ἀλλὰ καὶ ποιά τις ἑκατέρα, σκεπτέον φῂς τοῦτʼ εἶναι; ΠΡΩ. ναί. ΣΩ. πρὸς δέ γε τούτοις, εἰ καὶ τὸ παράπαν ἡμῖν τὰ μέν ἐστι ποίʼ ἄττα, ἡδονὴ δὲ καὶ λύπη μόνον ἅπερ ἐστί, ποιώ τινε δὲ οὐ γίγνεσθον, καὶ ταῦθʼ ἡμῖν διομολογητέον. ΠΡΩ. δῆλον. ΣΩ. ἀλλʼ οὐδὲν τοῦτό γε χαλεπὸν ἰδεῖν, ὅτι καὶ ποιώ τινε· πάλαι γὰρ εἴπομεν ὅτι μεγάλαι τε καὶ σμικραὶ καὶ σφόδρα ἑκάτεραι γίγνονται, λῦπαί τε καὶ ἡδοναί. ΠΡΩ. παντάπασι μὲν οὖν. ΣΩ. ἂν δέ γε πονηρία τούτων, ὦ Πρώταρχε, προσγίγνηταί τινι, πονηρὰν μὲν φήσομεν οὕτω γίγνεσθαι δόξαν, πονηρὰν δὲ καὶ ἡδονήν; ΠΡΩ. ἀλλὰ τί μήν, ὦ Σώκρατες; ΣΩ. τί δʼ, ἂν ὀρθότης ἢ τοὐναντίον ὀρθότητι τινὶ τούτων προσγίγνηται; μῶν οὐκ ὀρθὴν μὲν δόξαν ἐροῦμεν, ἂν ὀρθότητα ἴσχῃ, ταὐτὸν δὲ ἡδονήν; ΠΡΩ. ἀναγκαῖον. ΣΩ. ἂν δέ γε ἁμαρτανόμενον τὸ δοξαζόμενον ᾖ, τὴν δόξαν τότε ἁμαρτάνουσάν γε οὐκ ὀρθὴν ὁμολογητέον οὐδʼ ὀρθῶς δοξάζουσαν; ΠΡΩ. πῶς γὰρ ἄν; ΣΩ. τί δʼ, ἂν αὖ λύπην ἤ τινα ἡδονὴν περὶ τὸ ἐφʼ ᾧ λυπεῖται ἢ τοὐναντίον2 ἁμαρτάνουσαν ἐφορῶμεν, ὀρθὴν ἢ χρηστὴν ἤ τι τῶν καλῶν ὀνομάτων αὐτῇ προσθήσομεν; ΠΡΩ. ἀλλʼ οὐχ οἷόν τε, εἴπερ ἁμαρτήσεταί γε ἡδονή. ΣΩ. καὶ μὴν ἔοικέν γε ἡδονὴ πολλάκις οὐ μετὰ δόξης ὀρθῆς ἀλλὰ μετὰ ψεύδους ἡμῖν γίγνεσθαι.

苏:那么,让我们对刚才谈到的关于快乐和信念的事情做出更清晰的界定。对我们来说,想必确实存在着“有信念”这回事吧? 普:是的。 苏:还有感到快乐? 普:是的。 苏:而且,被相信的对象也是某种存在吗? 普:怎么会不是呢? 苏:还有那个让快乐者感到快乐的对象也是吗? 普:确实如此。 苏:那么,那个持有信念者,无论其信念正确与否,绝不会失去其实际上正在进行“相信”这一事实。 普:怎么会呢? 苏:那么同样地,那个感到快乐者,无论其快乐得正确与否,显然也绝不会失去其实际上正在“感到快乐”这一事实。 普:是的,情况也是如此。 苏:因此,究竟是以何种方式,在我们身上信念往往既会变成虚假的也会变成真实的,而快乐却唯独是真实的,尽管“实际上在相信”和“实际上在快乐”这两者同样都分得了存在的地位——这一点是我们必须考察的。 普:应当考察。 苏:这是因为虚假和真实附加在信念之上,从而使它不仅是信念,而且使它们各自都具有了某种性质吗?你说这就是需要考察的吗? 普:是的。 苏:此外,我们还必须共同承认这一点:是不是有些事物整体上对我们而言具有某些性质,而快乐和痛苦却仅仅是它们本身,而不会具有某些性质? 普:显然。 苏:但这绝不难看出它们也具有某些性质;因为我们很久以前就说过,痛苦和快乐这两者,各自都会变得巨大、微小以及强烈。 普:完全如此。 苏:但是,普罗塔科,如果恶劣性附加在这些事物的任何一个之上,我们是否要说,信念因此变得恶劣,而快乐也同样变得恶劣? 普:不然还能怎样呢,苏格拉底? 苏:那如果正确,或者与正确相反的东西附加在它们其中之一之上呢?难道我们不该说,如果一个信念拥有正确性,它就是正确的信念,而快乐也是同样吗? 普:必然如此。 苏:但是,如果被相信的对象是错谬的,我们难道不该承认,那时的信念因其错谬而并非正确的,也不是正确地在相信吗? 普:怎么会不是呢? 苏:那如果我们又看到某种痛苦或快乐,对于其所痛苦或相反所快乐的对象发生了错谬,我们还会给它冠以“正确的”、“好的”或任何美好的名称吗? 普:如果不免出错的是快乐,那就不可能了。 苏:而且确实,快乐似乎常常并非伴随着正确的信念,而是伴随着虚假的信念在我们身上产生。

§38

ΠΡΩ. πῶς γὰρ οὔ; καὶ τὴν μὲν δόξαν γε, ὦ Σώκρατες, ἐν τῷ τοιούτῳ καὶ τότε λέγομεν ψευδῆ, τὴν δʼ ἡδονὴν αὐτὴν οὐδεὶς ἄν ποτε προσείποι ψευδῆ. ΣΩ. ἀλλὰ προθύμως ἀμύνεις τῷ τῆς ἡδονῆς, ὦ Πρώταρχε, λόγῳ τὰ νῦν. ΠΡΩ. οὐδέν γε, ἀλλʼ ἅπερ ἀκούω λέγω. ΣΩ. διαφέρει δʼ ἡμῖν οὐδέν, ὦ ἑταῖρε, ἡ μετὰ δόξης τε ὀρθῆς καὶ μετʼ ἐπιστήμης ἡδονὴ τῆς μετὰ τοῦ ψεύδους καὶ ἀγνοίας πολλάκις ἑκάστοις ἡμῶν ἐγγιγνομένης; ΠΡΩ. εἰκὸς γοῦν μὴ σμικρὸν διαφέρειν. ΣΩ. τῆς δὴ διαφορᾶς αὐτοῖν ἐπὶ θεωρίαν ἔλθωμεν. ΠΡΩ. ἄγʼ ὅπῃ σοι φαίνεται. ΣΩ. τῇδε δὴ ἄγω. ΠΡΩ. πῇ; ΣΩ. δόξα, φαμέν, ἡμῖν ἔστι μὲν ψευδής, ἔστι δὲ καὶ ἀληθής; ΠΡΩ. ἔστιν. ΣΩ. ἕπεται μὴν ταύταις, ὃ νυνδὴ ἐλέγομεν, ἡδονὴ καὶ λύπη πολλάκις, ἀληθεῖ καὶ ψευδεῖ δόξῃ λέγω. ΠΡΩ. πάνυ γε. ΣΩ. οὐκοῦν ἐκ μνήμης τε καὶ αἰσθήσεως δόξα ἡμῖν καὶ τὸ διαδοξάζειν ἐγχειρεῖν γίγνεθʼ ἑκάστοτε; ΠΡΩ. καὶ μάλα. ΣΩ. ἆρʼ οὖν ἡμᾶς ὧδε περὶ ταῦτα ἀναγκαῖον ἡγούμεθʼ ἴσχειν; ΠΡΩ. πῶς; ΣΩ. πολλάκις ἰδόντι τινὶ πόρρωθεν μὴ πάνυ σαφῶς τὰ καθορώμενα συμβαίνειν βούλεσθαι κρίνειν φαίης ἂν ταῦθʼ ἅπερ ὁρᾷ; ΠΡΩ. φαίην ἄν. ΣΩ. οὐκοῦν τὸ μετὰ τοῦτο αὐτὸς αὑτὸν οὗτος ἀνέροιτʼ ἂν ὧδε; ΠΡΩ. πῶς; ΣΩ. τί ποτʼ ἄρʼ ἔστι τὸ παρὰ τὴν πέτραν τοῦθʼ ἑστάναι φανταζόμενον ὑπό τινι δένδρῳ; ταῦτʼ εἰπεῖν ἄν τις πρὸς ἑαυτὸν δοκεῖ σοι, τοιαῦτʼ ἄττα κατιδὼν φαντασθέντα αὑτῷ ποτε; ΠΡΩ. τί μήν; ΣΩ. ἆρʼ οὖν μετὰ ταῦτα ὁ τοιοῦτος ὡς ἀποκρινόμενος ἂν πρὸς αὑτὸν εἴποι τοῦτο, ὡς ἔστιν ἄνθρωπος, ἐπιτυχῶς εἰπών; ΠΡΩ. καὶ πάνυ γε. ΣΩ. καὶ παρενεχθείς γʼ αὖ τάχʼ ἂν ὡς ἔστι τινῶν ποιμένων ἔργον τὸ καθορώμενον ἄγαλμα προσείποι. ΠΡΩ. μάλα γε. ΣΩ. κἂν μέν τίς γʼ αὐτῷ παρῇ, τά τε πρὸς αὑτὸν ῥηθέντα ἐντείνας εἰς φωνὴν3 πρὸς τὸν παρόντα αὐτὰ ταῦτʼ ἂν πάλιν φθέγξαιτο, καὶ λόγος δὴ γέγονεν οὕτως ὃ τότε δόξαν ἐκαλοῦμεν; ΠΡΩ. τί μήν; ΣΩ. ἂν δʼ ἄρα μόνος ᾖ τοῦτο ταὐτὸν πρὸς αὑτὸν διανοούμενος, ἐνίοτε καὶ πλείω χρόνον ἔχων ἐν αὑτῷ πορεύεται. ΠΡΩ. πάνυ μὲν οὖν. ΣΩ. τί οὖν; ἆρα σοὶ φαίνεται τὸ περὶ τούτων ὅπερ ἐμοί; ΠΡΩ. τὸ ποῖον; ΣΩ. δοκεῖ μοι τότε ἡμῶν ἡ ψυχὴ βιβλίῳ τινὶ προσεοικέναι. ΠΡΩ. πῶς;

普:怎么会不如此呢?而且,苏格拉底,在这种情况下,在那个时候,我们把这一信念称为虚假的,但对于快乐本身,绝不会有人称其为虚假的。 苏:普罗塔科,你现在倒是非常热心地在为快乐的论点辩护呢。 普:绝非如此,我只是在说我所听到的话。 苏:但是,朋友啊,伴随着正确信念与知识的快乐,与伴随着虚假与无知而常常在我们每个人身上产生的快乐,对我们来说难道没有任何区别吗? 普:无论如何,它们很可能有着不小的区别。 苏:那么,让我们来考察它们二者之间的区别吧。 普:请按照你认为合适的路径引导吧。 苏:那我就往这边引导。 普:往哪边? 苏:我们说,对我们而言,信念既有虚假的,也有真实的,是吗? 普:是的。 苏:而且,正如我们刚才所说,快乐和痛苦常常伴随着这些信念——我是指伴随着真实的和虚假的信念。 普:确实如此。 苏:那么,我们身上的信念以及尝试做出判断这一行为,每次不都是产生于记忆和感觉吗? 普:非常确实。 苏:那么,关于这些事物,你认为我们必然处于以下这种状态吗? 普:怎么说? 苏:你会不会说,一个从远处看去、看得并不十分清楚的人,往往会想要去判定他所看到的那些事物? 普:我会这么说。 苏:那么,在此之后,这个人难道不会像这样问自己吗? 普:怎么问? 苏:“那个在岩石旁、某棵树下显现出站立模样的,到底是什么东西?”你认为有人在看到这些呈现在他眼前的这类事物时,会对自己说这样的话吗? 普:当然会了。 苏:那么,在此之后,这样的人会不会对自己做出回答说“那是一个人”,并且说得恰中其妙? 普:确实如此。 苏:或者,如果他被误导了,他也许会把所看到的东西说成是某种牧人制作的雕像。 普:非常确实。 苏:而且,如果有人在场,他就会把对自己说的话转为声音,对在场的人再次说出这些同样的话,于是,我们先前称为“信念”的东西,在此便以这种方式变成了“言辞”? 普:当然如此。 苏:但如果他是独自一人在心中思考这同样的事情,有时他会把这想法留在心中走上更长的一段时间。 普:完全如此。 苏:那么如何?关于这些事情,你的看法和我一样吗? 普:是怎样的想法? 苏:在我看来,那时我们的灵魂就像是一本书。 普:怎么说?

语法注3 条
  1. 37bὅτῳ ποτὲ οὖν δὴ τρόπῳ δόξα ψευδής τε καὶ ἀληθὴς ἡμῖν φιλεῖ γίγνεσθαι, τὸ δὲ τῆς ἡδονῆς μόνον ἀληθές, δοξάζειν δʼ ὄντως καὶ χαίρειν ἀμφότερα ὁμοίως εἴληχεν σκεπτέον

    由 ὅτῳ... τρόπῳ 引导的间接疑问子句作为动词性形容词 σκεπτέον 的主语或宾语。在该子句内部,信念的两面性(可能为真或为假)与快乐的单一性(仅能为真)形成对比,尽管这两者同样分得(ἀμφότερα ὁμοίως εἴληχεν)了实际相信(δοξάζειν)和实际快乐(χαίρειν)的存在状态。

  2. 37eἢ τοὐναντίον

    与前方的短语 περὶ τὸ ἐφʼ ᾧ λυπεῖται(关于其所痛苦的对象)相对立,这里的“或相反”在语义上指“关于其所快乐的对象”(即 ἐφʼ ᾧ ἥδεται)。在此处,动词 λυπεῖται 的反义词 ἥδεται(感到快乐)被省略,形成对比省略结构。

  3. 38eἐντείνας εἰς φωνὴν

    将动词 ἐντείνω(拉紧、张开)用于“声音”(φωνή),隐喻性地表示将内心的思考(无声的独白)“寄托于声音之中”或“提高嗓门说出来”。该隐喻源自拉紧乐器的琴弦以发出声音的物理动作。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0059.tlg010.humanitext-grc2:37-38