← 柏拉图

菲力帕斯篇

§34-35

回忆的定义与欲望源自灵魂的论证

苏格拉底定义了感觉、记忆和回忆,理清了它们之间的关系,进而论证了诸如饥渴等身体欲望并非产生于身体,而是通过对充盈的记忆产生于灵魂之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34

ΣΩ. ἀντὶ μὲν τοῦ λεληθέναι τὴν ψυχήν, ὅταν ἀπαθὴς αὕτη γίγνηται τῶν σεισμῶν τῶν τοῦ σώματος, ἣν νῦν λήθην καλεῖς ἀναισθησίαν ἐπονόμασον.1 ΠΡΩ. ἔμαθον. ΣΩ. τὸ δʼ ἐν ἑνὶ πάθει τὴν ψυχὴν καὶ τὸ σῶμα κοινῇ γιγνόμενον κοινῇ καὶ κινεῖσθαι, ταύτην δʼ αὖ τὴν κίνησιν ὀνομάζων αἴσθησιν οὐκ ἀπὸ τρόπου φθέγγοιʼ ἄν. ΠΡΩ. ἀληθέστατα λέγεις. ΣΩ. οὐκοῦν ἤδη μανθάνομεν ὃ βουλόμεθα καλεῖν τὴν αἴσθησιν; ΠΡΩ. τί μήν; ΣΩ. σωτηρίαν τοίνυν αἰσθήσεως τὴν μνήμην λέγων ὀρθῶς ἄν τις λέγοι κατά γε τὴν ἐμὴν δόξαν. ΠΡΩ. ὀρθῶς γὰρ οὖν. ΣΩ. μνήμης δὲ ἀνάμνησιν ἆρʼ οὐ διαφέρουσαν λέγομεν; ΠΡΩ. ἴσως. ΣΩ. ἆρʼ οὖν οὐ τόδε; ΠΡΩ. τὸ ποῖον; ΣΩ. ὅταν ἃ μετὰ τοῦ σώματος ἔπασχέν ποθʼ ἡ ψυχή, ταῦτʼ ἄνευ τοῦ σώματος αὐτὴ ἐν ἑαυτῇ ὅτι μάλιστα ἀναλαμβάνῃ, τότε ἀναμιμνῄσκεσθαί που λέγομεν. ἦ γάρ; ΠΡΩ. πάνυ μὲν οὖν. ΣΩ. καὶ μὴν καὶ ὅταν ἀπολέσασα μνήμην εἴτʼ αἰσθήσεως εἴτʼ αὖ μαθήματος αὖθις ταύτην ἀναπολήσῃ πάλιν αὐτὴ ἐν ἑαυτῇ, καὶ ταῦτα σύμπαντα ἀναμνήσεις που λέγομεν. ΠΡΩ. ὀρθῶς λέγεις. ΣΩ. οὗ δὴ χάριν ἅπαντʼ εἴρηται ταῦτʼ, ἔστι τόδε. ΠΡΩ. τὸ ποῖον; ΣΩ. ἵνα πῃ τὴν ψυχῆς ἡδονὴν χωρὶς σώματος ὅτι μάλιστα καὶ ἐναργέστατα λάβοιμεν,2 καὶ ἅμα ἐπιθυμίαν· διὰ γὰρ τούτων πως ταῦτα ἀμφότερα ἔοικεν δηλοῦσθαι. ΠΡΩ. λέγωμεν τοίνυν, ὦ Σώκρατες, ἤδη τὸ μετὰ ταῦτα. ΣΩ. πολλά γε περὶ γένεσιν ἡδονῆς καὶ πᾶσαν μορφὴν αὐτῆς ἀναγκαῖον, ὡς ἔοικε, λέγοντας σκοπεῖν. καὶ γὰρ νῦν πρότερον ἔτι φαίνεται ληπτέον ἐπιθυμίαν εἶναι τί ποτʼ ἔστι καὶ ποῦ γίγνεται. ΠΡΩ. σκοπῶμεν τοίνυν· οὐδὲν γὰρ ἀπολοῦμεν. ΣΩ. ἀπολοῦμεν μὲν οὖν ταῦτά γε, ὦ Πρώταρχε· εὑρόντες ὃ νῦν ζητοῦμεν, ἀπολοῦμεν τὴν περὶ αὐτὰ ταῦτα ἀπορίαν. ΠΡΩ. ὀρθῶς ἠμύνω· τὸ δʼ ἐφεξῆς τούτοις πειρώμεθα λέγειν. ΣΩ. οὐκοῦν νυνδὴ πείνην τε καὶ δίψος καὶ πολλὰ ἕτερα τοιαῦτα ἔφαμεν εἶναί τινας ἐπιθυμίας; ΠΡΩ. σφόδρα γε. ΣΩ. πρὸς τί ποτε ἄρα ταὐτὸν βλέψαντες οὕτω πολὺ διαφέροντα ταῦθʼ ἑνὶ προσαγορεύομεν ὀνόματι; ΠΡΩ. μὰ Δίʼ οὐ ῥᾴδιον ἴσως εἰπεῖν, ὦ Σώκρατες, ἀλλʼ ὅμως λεκτέον. ΣΩ. ἐκεῖθεν δὴ ἐκ τῶν αὐτῶν πάλιν ἀναλάβωμεν. ΠΡΩ. πόθεν δή; ΣΩ. διψῇ γέ που λέγομεν ἑκάστοτέ τι; ΠΡΩ. πῶς δʼ οὔ; ΣΩ. τοῦτο δέ γʼ ἐστὶ κενοῦται; ΠΡΩ. τί μήν; ΣΩ. ἆρʼ οὖν τὸ δίψος ἐστὶν ἐπιθυμία; ΠΡΩ. ναί, πώματός γε.

苏:当灵魂不受身体震动的影响时,对于“为灵魂所不知”的状态,将你现在称为“遗忘”的改称为“无感觉”。普:我明白了。苏:另一方面,灵魂和身体在一个共同的体验中共同产生,并共同被运动——如果你将这种运动称为“感觉”,你所说就不会不妥。普:你说的极其正确。苏:那么,我们现在是否已经理解了我们想要称之为“感觉”的东西是什么?普:当然。苏:那么,如果说记忆是感觉的保存,至少依我之见,这个人所说就是正确的。普:确实正确。苏:但是,我们难道不是说回忆与记忆是不同的吗?普:也许。苏:难道不就是这样吗?普:是怎样的?苏:当灵魂在不借助身体的情况下,尽可能完全在自身中恢复它曾经与身体一起体验过的东西时,我们那时便说它是在“回忆”。不是吗?普:确实如此。苏:而且,当灵魂失去了关于感觉或学习内容的记忆,之后再次靠自己在自身中重新回想起这些时,我们也将所有这些称为“回忆”。普:你说的对。苏:所有这一切被说出来的目的,是在于以下这点。普:是哪一点?苏:为了让我们能够尽可能最清晰、最显明地把握不借助身体的灵魂的快乐,以及同时把握欲望;因为通过这些,这两者似乎都在某种程度上被揭示出来。普:那么,苏格拉底,我们现在就说接下来的事情吧。苏:对于谈论快乐的产生及其每种形式的人来说,看来有必要考察许多事情。因为即使是现在,在欲望是什么以及它在何处产生之前,我们似乎还需要先把握它。普:那么我们来考察吧;因为我们不会失去任何东西。苏:相反,普罗塔科,我们将失去这些东西本身;因为通过找到我们现在所寻找的,我们将失去关于这些事物本身的困惑(迷茫)。普:回击得好;让我们试着说一说接下来的事情。苏:那么我们刚才不是说,饥饿和口渴以及许多其他类似的事情是某种“欲望”吗?普:确实如此。苏:那么,我们究竟是看到了什么相同的东西,从而用一个名字来称呼这些差异如此巨大的东西呢?普:凭宙斯发誓,苏格拉底,这也许不容易说,但还是必须说。苏:那么,让我们再次从同样的地方重新开始。普:从哪里?苏:我们每次都说我们在“渴求”什么,不是吗?普:怎么会不呢?苏:而这不就是“被排空”吗?普:当然。苏:那么口渴是一种欲望吗?普:是的,是对饮料的欲望。

§35

ΣΩ. πώματος, ἢ πληρώσεως πώματος; ΠΡΩ. οἶμαι μὲν πληρώσεως. ΣΩ. ὁ κενούμενος ἡμῶν ἄρα, ὡς ἔοικεν, ἐπιθυμεῖ τῶν ἐναντίων ἢ πάσχει· κενούμενος γὰρ ἐρᾷ πληροῦσθαι. ΠΡΩ. σαφέστατά γε. ΣΩ. τί οὖν; ὁ τὸ πρῶτον κενούμενος ἔστιν ὁπόθεν εἴτʼ αἰσθήσει πληρώσεως ἐφάπτοιτʼ ἂν εἴτε μνήμῃ, τούτου ὃ μήτʼ ἐν τῷ νῦν χρόνῳ πάσχει μήτʼ ἐν τῷ πρόσθεν πώποτε ἔπαθεν;3 ΠΡΩ. καὶ πῶς; ΣΩ. ἀλλὰ μὴν ὅ γε ἐπιθυμῶν τινὸς ἐπιθυμεῖ, φαμέν. ΠΡΩ. πῶς γὰρ οὔ; ΣΩ. οὐκ ἄρα ὅ γε πάσχει, τούτου ἐπιθυμεῖ. διψῇ γάρ, τοῦτο δὲ κένωσις· ὁ δʼ ἐπιθυμεῖ πληρώσεως. ΠΡΩ. ναί. ΣΩ. πληρώσεώς γʼ ἄρα πῄ τι τῶν τοῦ διψῶντος ἂν ἐφάπτοιτο. ΠΡΩ. ἀναγκαῖον. ΣΩ. τὸ μὲν δὴ σῶμα ἀδύνατον· κενοῦται γάρ που. ΠΡΩ. ναί. ΣΩ. τὴν ψυχὴν ἄρα τῆς πληρώσεως ἐφάπτεσθαι λοιπόν, τῇ μνήμῃ δῆλον ὅτι· τῷ γὰρ ἂν ἔτʼ ἄλλῳ ἐφάψαιτο; ΠΡΩ. σχεδὸν οὐδενί. ΣΩ. μανθάνομεν οὖν ὃ συμβέβηχʼ ἡμῖν ἐκ τούτων τῶν λόγων; ΠΡΩ. τὸ ποῖον; ΣΩ. σώματος ἐπιθυμίαν οὔ φησιν ἡμῖν οὗτος ὁ λόγος γίγνεσθαι. ΠΡΩ. πῶς; ΣΩ. ὅτι τοῖς ἐκείνου παθήμασιν ἐναντίαν ἀεὶ παντὸς ζῴου μηνύει τὴν ἐπιχείρησιν.4 ΠΡΩ. καὶ μάλα. ΣΩ. ἡ δʼ ὁρμή γε ἐπὶ τοὐναντίον ἄγουσα ἢ τὰ παθήματα δηλοῖ που μνήμην οὖσαν τῶν τοῖς παθήμασιν ἐναντίων. ΠΡΩ. πάνυ γε. ΣΩ. τὴν ἄρα ἐπάγουσαν ἐπὶ τὰ ἐπιθυμούμενα ἀποδείξας μνήμην ὁ λόγος ψυχῆς σύμπασαν τήν τε ὁρμὴν καὶ ἐπιθυμίαν καὶ τὴν ἀρχὴν τοῦ ζῴου παντὸς ἀπέφηνεν. ΠΡΩ. ὀρθότατα. ΣΩ. διψῆν ἄρα ἡμῶν τὸ σῶμα ἢ πεινῆν ἤ τι τῶν τοιούτων πάσχειν οὐδαμῇ ὁ λόγος αἱρεῖ. ΠΡΩ. ἀληθέστατα. ΣΩ. ἔτι δὴ καὶ τόδε περὶ ταὐτὰ ταῦτα κατανοήσωμεν. βίου γὰρ εἶδός τί μοι φαίνεται βούλεσθαι δηλοῦν ὁ λόγος ἡμῖν ἐν τούτοις αὐτοῖς. ΠΡΩ. ἐν τίσι καὶ ποίου πέρι βίου φράζεις; ΣΩ. ἐν τῷ πληροῦσθαι καὶ κενοῦσθαι καὶ πᾶσιν ὅσα περὶ σωτηρίαν τέ ἐστι τῶν ζῴων καὶ τὴν φθοράν, καὶ εἴ τις τούτων ἐν ἑκατέρῳ γιγνόμενος ἡμῶν ἀλγεῖ, τοτὲ δὲ χαίρει κατὰ τὰς μεταβολάς. ΠΡΩ. ἔστι ταῦτα. ΣΩ. τί δʼ ὅταν ἐν μέσῳ τούτων γίγνηται; ΠΡΩ. πῶς ἐν μέσῳ;

苏:是对饮料的欲望,还是对饮料装满(充盈)的欲望?普:我认为是对充盈的欲望。苏:那么,我们之中被排空的部分,看来是在欲望着与它所体验到的相反的东西;因为被排空者热望被充满。普:极其明白。苏:那么,对于第一次被排空的人来说,他有可能通过感觉或记忆去触及“充满”吗?而这种“充满”是他无论在现在还是在过去都从未体验过的。普:这怎么可能呢?苏:但我们确实说,欲望者欲望着某物。普:怎么会不呢?苏:因此,他并不是欲望他正在体验的东西。因为他口渴,这是排空;但他欲望的是充盈。普:是的。苏:那么,口渴者的某种东西必须以某种方式触及充盈。普:必然如此。苏:身体确实是不可能的;因为身体是被排空的。普:是的。苏:那么剩下的就是灵魂在触及充盈,显然是通过记忆;因为否则还能通过其他什么来触及呢?普:几乎没有别的。苏:那么,你理解了从这些论证中我们得出了什么吗?普:是什么呢?苏:这个论证告诉我们,身体的欲望是不会产生的。普:为什么?苏:因为它表明,任何生物的追求始终与其身体的体验相反。普:确实如此。苏:而导向相反方向的冲动表明,存在着对与体验相反的事物的记忆。普:完全如此。苏:那么,通过证明是记忆导向了所欲望的对象,这个论证表明,所有冲动、欲望以及整个生物的主导原理都属于灵魂。普:极其正确。苏:因此,这个论证绝不同意我们的身体会感到口渴或饥饿,或体验到任何类似的事情。普:极其真实。苏:我们关于这些同样的事情再来理解一下这一点。因为这个论证似乎想在这些事情本身中向我们展示某种生活。普:在什么之中,你指的是关于什么样的生活?苏:在被充满和被排空之中,以及在所有关于生物的保存和消亡的事情之中,以及我们之中的人在处于这两者之一时是否感到痛苦,以及在其他时候随着变化而感到快乐。普:确实有这些。苏:那么当处于这两者之间(中间)时又会怎样呢?普:怎么个中间法?

语法注4 条
  1. 34ἀντὶ μὲν τοῦ λεληθέναι τὴν ψυχήν, ὅταν ἀπαθὴς αὕτη γίγνηται τῶν σεισμῶν τῶν τοῦ σώματος, ἣν νῦν λήθην καλεῖς ἀναισθησίαν ἐπονόμασον.

    在介词短语 ἀντὶ τοῦ λεληθέναι τὴν ψυχήν(代替灵魂不被察觉)中,宾格的 τὴν ψυχήν 充当完成时不定式 λεληθέναι 的逻辑主语。整个句子的骨架是一个祈使句:“代替你现在称之为遗忘的东西(λήθην),将其改称为无感觉(ἀναισθησίαν)”。由 ὅταν 引导的条件时间状语从句为这种“不被察觉”的状态提供了具体的前提条件(即当灵魂不受身体震动影响时)。

  2. 34cἵνα πῃ τὴν ψυχῆς ἡδονὴν χωρὶς σώματος ὅτι μάλιστα καὶ ἐναργέστατα λάβοιμεν

    在由 ἵνα 引导的目的从句中使用了祈愿语气 λάβοιμεν。尽管主句动词 εἴρηται(完成时)在语法上属于主时态,但由于它含蓄地指代先前讨论中已经发生、说过的历史事实,因此触发了类似历史时态后目的从句中使用希求语气的规则。

  3. 35aὁ τὸ πρῶτον κενούμενος ἔστιν ὁπόθεν εἴτʼ αἰσθήσει πληρώσεως ἐφάπτοιτʼ ἂν εἴτε μνήμῃ, τούτου ὃ μήτʼ ἐν τῷ νῦν χρόνῳ πάσχει μήτʼ ἐν τῷ πρόσθεν πώποτε ἔπαθεν;

    一个结构复杂的疑问句。主语是分词短语 ὁ τὸ πρῶτον κενούμενος(初次被排空者)。惯用语 ἔστιν ὁπόθεν(“有什么途径/可能……”)引导了带有 ἄν 的潜在希求语气 ἐφάπτοιτ' ἂν。属格 τούτου 是动词 ἐφάπτομαι(触及、认识)的支配宾语,同时作为关系代词 ὅ 的先行词。关系从句内的双重否定 μήτε... μήτε 强调了在现在和过去都完全没有这种体验。

  4. 35cὅτι τοῖς ἐκείνου παθήμασιν ἐναντίαν ἀεὶ παντὸς ζῴου μηνύει τὴν ἐπιχείρησιν.

    从上下文来看,省略的主语是 οὗτος ὁ λόγος(这一论证)。μηνύει(表明、指示)的直接宾语是 τὴν ἐπιχείρησιν(尝试、冲动),而 ἐναντίαν(相反的)是其叙述性形容词。τοῖς ἐκείνου παθήμασιν 是修饰 ἐναντίαν 的与格,其中指示代词 ἐκείνου 指代前文刚提到的 σώματος(身体)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 3 处
urn:cts:greekLit:tlg0059.tlg010.humanitext-grc2:34-35