← 柏拉图

巴门尼德篇

§139

论一不处于静止以及既不同亦不异

论证了“一”不进行任何运动,且因其不能存在于同一地方而并不保持静止;进而论证了“一”无论对于自身还是对于他者,都既不相同也不相异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§139

οὔτʼ ἄρα ποι ἰὸν καὶ ἔν τῳ γιγνόμενον1 χώραν ἀλλάττει, οὔτʼ ἐν τῷ αὐτῷ περιφερόμενον οὔτε ἀλλοιούμενον. οὐκ ἔοικε. κατὰ πᾶσαν ἄρα κίνησιν τὸ ἓν ἀκίνητον. ἀκίνητον. ἀλλὰ μὴν καὶ εἶναί γέ φαμεν ἔν τινι αὐτὸ ἀδύνατον. φαμὲν γάρ. οὐδʼ ἄρα ποτὲ ἐν τῷ αὐτῷ ἐστιν. τί δή; ὅτι ἤδη ἂν ἐν ἐκείνῳ εἴη ἐν ᾧ τῷ αὐτῷ ἐστιν.2 πάνυ μὲν οὖν. ἀλλʼ οὔτε ἐν αὑτῷ οὔτε ἐν ἄλλῳ οἷόν τε ἦν αὐτῷ ἐνεῖναι. οὐ γὰρ οὖν. οὐδέποτε ἄρα ἐστὶ τὸ ἓν ἐν τῷ αὐτῷ. οὐκ ἔοικεν. ἀλλὰ μὴν τό γε μηδέποτε ἐν τῷ αὐτῷ ὂν οὔτε ἡσυχίαν ἄγει οὔθʼ ἕστηκεν. οὐ γὰρ οἷόν τε. τὸ ἓν ἄρα, ὡς ἔοικεν, οὔτε ἕστηκεν οὔτε κινεῖται. οὔκουν δὴ φαίνεταί γε.οὐδὲ μὴν ταὐτόν γε οὔτε ἑτέρῳ οὔτε ἑαυτῷ ἔσται, οὐδʼ αὖ ἕτερον οὔτε αὑτοῦ οὔτε ἑτέρου ἂν εἴη. πῇ δή; ἕτερον μέν που ἑαυτοῦ ὂν ἑνὸς ἕτερον ἂν εἴη καὶ οὐκ ἂν εἴη ἕν. ἀληθῆ. καὶ μὴν ταὐτόν γε ἑτέρῳ ὂν ἐκεῖνο ἂν εἴη, αὐτὸ δʼ οὐκ ἂν εἴη· ὥστε οὐδʼ ἂν οὕτως εἴη ὅπερ ἔστιν, ἕν, ἀλλʼ ἕτερον ἑνός. οὐ γὰρ οὖν. ταὐτὸν μὲν ἄρα ἑτέρῳ ἢ ἕτερον ἑαυτοῦ οὐκ ἔσται. οὐ γάρ. ἕτερον δέ γε ἑτέρου3 οὐκ ἔσται, ἕως ἂν ᾖ ἕν· οὐ γὰρ ἑνὶ προσήκει ἑτέρῳ τινὸς εἶναι, ἀλλὰ μόνῳ ἑτέρῳ ἑτέρου, ἄλλῳ δὲ οὐδενί. ὀρθῶς. τῷ μὲν ἄρα ἓν εἶναι οὐκ ἔσται ἕτερον· ἢ οἴει; οὐ δῆτα. ἀλλὰ μὴν εἰ μὴ τούτῳ, οὐχ ἑαυτῷ ἔσται, εἰ δὲ μὴ αὑτῷ, οὐδὲ αὐτό· αὐτὸ δὲ μηδαμῇ ὂν ἕτερον οὐδενὸς ἔσται ἕτερον. ὀρθῶς. οὐδὲ μὴν ταὐτόν γε ἑαυτῷ ἔσται. πῶς δʼ οὔ; οὐχ ἥπερ τοῦ ἑνὸς φύσις, αὑτὴ δήπου καὶ τοῦ ταὐτοῦ. τί δή; ὅτι οὐκ, ἐπειδὰν ταὐτὸν γένηταί τῴ τι, ἓν γίγνεται. ἀλλὰ τί μήν; τοῖς πολλοῖς ταὐτὸν γενόμενον πολλὰ ἀνάγκη γίγνεσθαι ἀλλʼ οὐχ ἕν. ἀληθῆ. ἀλλʼ εἰ τὸ ἓν καὶ τὸ ταὐτὸν μηδαμῇ διαφέρει, ὁπότε τι ταὐτὸν ἐγίγνετο, ἀεὶ ἂν ἓν ἐγίγνετο, καὶ ὁπότε ἕν, ταὐτόν. πάνυ γε. εἰ ἄρα τὸ ἓν ἑαυτῷ ταὐτὸν ἔσται,4 οὐχ ἓν ἑαυτῷ ἔσται· καὶ οὕτω ἓν ὂν οὐχ ἓν ἔσται. ἀλλὰ μὴν τοῦτό γε ἀδύνατον· ἀδύνατον ἄρα καὶ τῷ ἑνὶ ἢ ἑτέρου ἕτερον εἶναι ἢ ἑαυτῷ ταὐτόν. ἀδύνατον. οὕτω δὴ ἕτερόν γε ἢ ταὐτὸν τὸ ἓν οὔτʼ ἂν αὑτῷ οὔτʼ ἂν ἑτέρῳ εἴη. οὐ γὰρ οὖν.

“因此,一既不通过走向任何地方并在某物中产生来改变位置,也不在同一地方旋转,也不发生质变。” “看来不是。” “因此,对于一切运动而言,一都是不动的。” “不动的。” “而且,我们还说它不可能在任何东西之中存在。” “因为我们确实是这么说的。” “因此,它也绝不会在同一地方。” “为什么呢?” “因为如果它在同一地方,它就已经存在于它作为同一地方所在的那个东西之中了。” “完全如此。” “但是,它既不能在自身之中,也不能在另一个东西之中存在。” “确实如此。” “因此,一绝不在同一地方。” “看来不是。” “但是,绝不在同一地方的东西,既不保持静止,也不立定。” “因为那是不可能的。” “那么,一看来既不立定,也不运动。” “确实看不出来。”“而且,它既不会与另一个东西相同,也不会与自身相同;反过来,它既不会与自身不同,也不会与另一个东西不同。” “怎么说呢?” “如果它与自身不同,它就会与一不同,从而不再是一了。” “真的。” “而且,如果它与另一个东西相同,它就会是那个东西,而它自身就不复存在了;所以即使这样,它也不会是它所是的一,而是与一不同的东西。” “确实如此。” “因此,它既不与另一个东西相同,也不与自身不同。” “是的。” “但是,只要它是一,它就不会与另一个东西不同;因为与某物不同并不属于一,而仅属于与另一个东西不同的东西,而不属于其他任何东西。” “对。” “因此,因其是一,它不会是不同的;或者你认为呢?” “绝非如此。” “但是,如果不是因这个而不同,它就不会因自身而不同;如果不是因自身,那就不是它自己;如果它自己绝不是不同的,它就不会与任何东西不同。” “对。” “它也不会与自身相同。” “怎么不会呢?” “一的本性与相同的本性想必是不同的。” “为什么?” “因为当某物与某物相同时,它并不会因此成为一。” “那是为什么呢?” “因为与许多东西相同的东西,必然成为许多,而不是一。” “真的。” “但是,如果一和相同没有任何区别,那么每当某物成为相同时,它总是会成为一;每当成为一时,也会成为相同。” “完全如此。” “因此,如果一要与自身相同,它就与自身不是一了;这样一来,它虽是一,却又不是一。但这是不可能的;因此,一既不可能与另一个东西不同,也不可能与自身相同。” “不可能。” “因此,一无论对于自身还是对于另一个东西,都既不会是不同的,也不会是相同的。” “确实如此。”

语法注4 条
  1. 139οὔτʼ ἄρα ποι ἰὸν καὶ ἔν τῳ γιγνόμενον

    分词 ἰὸν(源自 εἶμι)和 γιγνόμενον 是状语分词(方式或手段),修饰主句动词 ἀλλάττει。ποι(向某处)修饰 ἰὸν,ἔν τῳ(在某物中)修饰 γιγνόμενον。

  2. 139aὅτι ἤδη ἂν ἐν ἐκείνῳ εἴη ἐν ᾧ τῷ αὐτῷ ἐστιν

    由连词 ὅτι 引导的原因从句。ἂν... εἴη 属于潜在希求法(或反事实条件句的主句),表达逻辑推论:“如果它确实在同一地方,那么它就已经存在于作为同一地方的那个东西之中了。”

  3. 139cοὐ γὰρ ἑνὶ προσήκει ἑτέρῳ τινὸς εἶναι, ἀλλὰ μόνῳ ἑτέρῳ ἑτέρου

    ἑνὶ 是依附于 προσήκει(“属于”)的与格。ἑτέρῳ 是系动词 εἶναι 后的表语形容词,并支配表示相异的属格 τινὸς(“与某物不同”)。在后半句中,ἑτέρῳ 起名词作用(“他者”),支配属格 ἑτέρου(“与他者”)。

  4. 139eεἰ ἄρα τὸ ἓν ἑαυτῷ ταὐτὸν ἔσται, οὐχ ἓν ἑαυτῷ ἔσται

    第一句中的与格 ἑαυτῷ 修饰 ταὐτὸν(“与自身相同”),而在第二句 οὐχ ἓν ἑαυτῷ ἔσται 中则修饰 ἕν(“与自身不为一”)。与格在这两个形容词(“相同”和“一”)下的双重修饰关系被用来建构悖论。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 3 处
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0059.tlg009.humanitext-grc2:139