- 底本
- Platonis Opera, Tomus II: Tetralogia III-IV. Burnet, John, editor. Oxford: Clarendon Press, 1910.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg009.humanitext-grc2:140
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
巴门尼德论证了“一”无论对于自身还是他者都既不相似也不不相似,既不相等也不不相等(不更大也不更小),并开始指出它也不具有时间上的同一性(同龄、更年长或更年轻)。
οὐδὲ μὴν ὅμοιόν τινι ἔσται οὐδʼ ἀνόμοιον οὔτε αὑτῷ οὔτε ἑτέρῳ. τί δή; ὅτι τὸ ταὐτόν που πεπονθὸς ὅμοιον. ναί. τοῦ δέ γε ἑνὸς χωρὶς ἐφάνη τὴν φύσιν τὸ ταὐτόν.1 ἐφάνη γάρ. ἀλλὰ μὴν εἴ τι πέπονθε χωρὶς τοῦ ἓν εἶναι τὸ ἕν, πλείω ἂν εἶναι πεπόνθοι ἢ ἕν, τοῦτο δὲ ἀδύνατον. ναί. οὐδαμῶς ἔστιν ἄρα ταὐτὸν πεπονθὸς εἶναι τὸ ἓν οὔτε ἄλλῳ οὔτε ἑαυτῷ. οὐ φαίνεται. οὐδὲ ὅμοιον ἄρα δυνατὸν αὐτὸ εἶναι οὔτε ἄλλῳ οὔτε ἑαυτῷ. οὐκ ἔοικεν. οὐδὲ μὴν ἕτερόν γε πέπονθεν εἶναι τὸ ἕν· καὶ γὰρ οὕτω πλείω ἂν πεπόνθοι εἶναι ἢ ἕν. πλείω γάρ. τό γε μὴν ἕτερον πεπονθὸς ἢ ἑαυτοῦ ἢ ἄλλου ἀνόμοιον ἂν εἴη ἢ ἑαυτῷ ἢ ἄλλῳ, εἴπερ τὸ ταὐτὸν πεπονθὸς ὅμοιον. ὀρθῶς. τὸ δέ γε ἕν, ὡς ἔοικεν, οὐδαμῶς ἕτερον πεπονθὸς οὐδαμῶς ἀνόμοιόν ἐστιν οὔτε αὑτῷ οὔτε ἑτέρῳ. οὐ γὰρ οὖν. οὔτε ἄρα ὅμοιον οὔτε ἀνόμοιον οὔθʼ ἑτέρῳ οὔτε ἑαυτῷ ἂν εἴη τὸ ἕν. οὐ φαίνεται.καὶ μὴν τοιοῦτόν γε ὂν οὔτε ἴσον οὔτε ἄνισον ἔσται οὔτε ἑαυτῷ οὔτε ἄλλῳ. πῇ; ἴσον μὲν ὂν τῶν αὐτῶν μέτρων ἔσται ἐκείνῳ ᾧ ἂν ἴσον ᾖ. ναί. μεῖζον δέ που ἢ ἔλαττον ὄν, οἷς μὲν ἂν σύμμετρον ᾖ, τῶν μὲν ἐλαττόνων πλείω μέτρα ἕξει, τῶν δὲ μειζόνων ἐλάττω.2 ναί. οἷς δʼ ἂν μὴ σύμμετρον, τῶν μὲν σμικροτέρων, τῶν δὲ μειζόνων μέτρων ἔσται. πῶς γὰρ οὔ; οὐκοῦν ἀδύνατον τὸ μὴ μετέχον τοῦ αὐτοῦ ἢ μέτρων τῶν αὐτῶν εἶναι ἢ ἄλλων ὡντινωνοῦν τῶν αὐτῶν; ἀδύνατον. ἴσον μὲν ἄρα οὔτʼ ἂν ἑαυτῷ οὔτε ἄλλῳ εἴη μὴ τῶν αὐτῶν μέτρων ὄν. οὔκουν φαίνεταί γε. ἀλλὰ μὴν πλειόνων γε μέτρων ὂν ἢ ἐλαττόνων, ὅσωνπερ μέτρων, τοσούτων καὶ μερῶν ἂν εἴη· καὶ οὕτω αὖ οὐκέτι ἓν ἔσται ἀλλὰ τοσαῦτα ὅσαπερ καὶ τὰ μέτρα. ὀρθῶς. εἰ δέ γε ἑνὸς μέτρου εἴη, ἴσον ἂν γίγνοιτο τῷ μέτρῳ· τοῦτο δὲ ἀδύνατον ἐφάνη, ἴσον τῳ αὐτὸ εἶναι. ἐφάνη γάρ. οὔτε ἄρα ἑνὸς μέτρου μετέχον οὔτε πολλῶν οὔτε ὀλίγων, οὔτε τὸ παράπαν τοῦ αὐτοῦ μετέχον, οὔτε ἑαυτῷ ποτε, ὡς ἔοικεν, ἔσται ἴσον οὔτε ἄλλῳ· οὔτε αὖ μεῖζον οὐδὲ ἔλαττον οὔτε ἑαυτοῦ οὔτε ἑτέρου. παντάπασι μὲν οὖν οὕτω. τί δέ; πρεσβύτερον ἢ νεώτερον ἢ τὴν αὐτὴν ἡλικίαν ἔχειν τὸ ἓν δοκεῖ τῳ δυνατὸν εἶναι; τί δὴ γὰρ οὔ; ὅτι που ἡλικίαν μὲν τὴν αὐτὴν ἔχον ἢ αὑτῷ ἢ ἄλλῳ ἰσότητος χρόνου καὶ ὁμοιότητος μεθέξει, ὧν ἐλέγομεν οὐ μετεῖναι τῷ ἑνί,3 οὔτε ὁμοιότητος οὔτε ἰσότητος. ἐλέγομεν γὰρ οὖν. καὶ μὴν καὶ ὅτι ἀνομοιότητός τε καὶ ἀνισότητος οὐ μετέχει, καὶ τοῦτο ἐλέγομεν. πάνυ μὲν οὖν.
“而且,它无论对于自身还是对于另一个东西,都既不会是相似的,也不会是不相似的。” “为什么呢?” “因为凡是承受了相同特征的东西,想必是相似的。” “是的。” “然而,相同在性质上已显得与一不同。” “确实如此。” “但是,如果一在‘是一’之外还承受了任何东西,那么它所承受的就会使它成为多于一,而这是不可能的。” “是的。” “因此,一绝不可能无论与另一个东西还是与自身承受相同的特征。” “看来不。” “因此,它也绝不可能无论与另一个东西还是与自身相似。” “看来不。” “而且,一也没有承受成为‘不同的’;因为如果是这样,它也会承受成为多于一。” “因为会是多。” “然而,凡是承受与自身或另一个东西不同特征的东西,就会与自身或另一个东西不相似,如果承受相同特征的东西是相似的。” “对。” “但一看来绝没有承受不同特征,因此无论对于自身还是对于另一个东西,都绝不是不相似的。” “确实如此。” “因此,一无论对于另一个东西还是对于自身,都既不会是相似的,也不会是不相似的。” “看来不。而且,既然是这样,它无论对于自身还是对于另一个东西,都既不会是相等的,也不会是不相等的。” “怎么说呢?” “如果它是相等的,对于它所相等的那一者,它将拥有相同的度量。” “是的。” “但如果它更大或更小,对于那些与它可通约的东西,它比较小的拥有更多的度量,比较大的拥有更少的度量。” “是的。” “而对于那些不可通约的东西,它拥有的度量将是较小的度量或较大的度量。” “怎么会不呢?” “那么,不分有‘相同’的东西,可能拥有相同的度量,或者拥有任何其他任何意义上的相同事物吗?这难道不是不可能的吗?” “不可能。” “因此,如果一不拥有相同的度量,它无论对于自身还是对于另一个东西,都不会是相等的。” “确实看不出来。” “但是,如果它拥有更多或更少的度量,度量有多少,它就会有多少个部分;这样一来,它又不再是一,而是和度量一样多了。” “对。” “但如果它是由一个度量构成的,它就会与这个度量相等;但这已被表明是不可能的,即它自身与任何东西相等。” “确实已表明。” “因此,一既不分有一个度量,也不分有许多或少数,也根本不分有‘相同’,因此看来它绝不会无论与自身还是与另一个东西相等;反过来,它也既不会比自身或另一个东西更大,也不会更小。” “完全如此。” “那么,一有可能比某物更年长、更年轻,或者与某物同龄吗?” “为什么不呢?” “因为,如果它与自身或另一个东西同龄,想必它就会分有时间的相等性和相似性,而我们说过一并不分有这些,即既不分有相似性,也不分有相等性。” “我们确实是这么说的。” “而且,我们还说过,它不分有不相似性和不相等性。” “完全如此。”
- 140τοῦ δέ γε ἑνὸς χωρὶς ἐφάνη τὴν φύσιν τὸ ταὐτόν
τὴν φύσιν(本性)是关系宾格(表示在……方面),意为“在本性上”。χωρίς 支配属格 τοῦ ἑνὸς,意为“与一相分离”。整句理解为“‘相同’在本性上已显得与‘一’不同”。
- 140cτῶν μὲν ἐλαττόνων πλείω μέτρα ἕξει, τῶν δὲ μειζόνων ἐλάττω
属格 τῶν μὲν ἐλαττόνων 和 τῶν δὲ μειζόνων 是取决于比较级形容词 πλείω 和 ἐλάττω 的“比较属格”。此处比较的对象是指可通约的他者的尺度(大小)。
- 140eὧν ἐλέγομεν οὐ μετεῖναι τῷ ἑνί
关系代词 ὧν 指代先行词 ἰσότητος(相等性)和 ὁμοιότητος(相似性),是受不定式 μετεῖναι(源自无人称动词 μέτεστι)支配的部分属格。τῷ ἑνί 是该动词所支配的与格(表示占有或利益)。整句意为“我们曾说‘一’并不分有这些”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 1 处
- 2026-09-21 AI校阅 — 译文 1 处
