- 底本
- Platonis Opera, Tomus II: Tetralogia III-IV. Burnet, John, editor. Oxford: Clarendon Press, 1910.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg009.humanitext-grc2:138
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
巴门尼德论证了没有部分的“一”无法存在于任何地方(既不在自身中也不在它物中),并且它既不能静止也不能运动(无论是通过质变、圆周运动、移动还是进入某物之中)。
καὶ μὴν τοιοῦτόν γε ὂν οὐδαμοῦ ἂν εἴη· οὔτε γὰρ ἐν ἄλλῳ οὔτε ἐν ἑαυτῷ εἴη. πῶς δή; ἐν ἄλλῳ μὲν ὂν κύκλῳ που ἂν περιέχοιτο ὑπʼ ἐκείνου ἐν ᾧ ἐνείη, καὶ πολλαχοῦ ἂν αὐτοῦ ἅπτοιτο πολλοῖς·1 τοῦ δὲ ἑνός τε καὶ ἀμεροῦς καὶ κύκλου μὴ μετέχοντος ἀδύνατον πολλαχῇ κύκλῳ ἅπτεσθαι. ἀδύνατον. ἀλλὰ μὴν αὐτό γε ἐν ἑαυτῷ ὂν κἂν ἑαυτῷ εἴη περιέχον οὐκ ἄλλο ἢ αὑτό, εἴπερ καὶ ἐν ἑαυτῷ εἴη· ἔν τῳ γάρ τι εἶναι μὴ περιέχοντι ἀδύνατον. ἀδύνατον γάρ. οὐκοῦν ἕτερον μὲν ἄν τι εἴη αὐτὸ τὸ περιέχον, ἕτερον δὲ τὸ περιεχόμενον· οὐ γὰρ ὅλον γε ἄμφω ταὐτὸν ἅμα πείσεται καὶ ποιήσει·2 καὶ οὕτω τὸ ἓν οὐκ ἂν εἴη ἔτι ἓν ἀλλὰ δύο. οὐ γὰρ οὖν. οὐκ ἄρα ἐστίν που τὸ ἕν, μήτε ἐν αὑτῷ μήτε ἐν ἄλλῳ ἐνόν. οὐκ ἔστιν.ὅρα δή, οὕτως ἔχον εἰ οἷόν τέ ἐστιν ἑστάναι ἢ κινεῖσθαι. τί δὴ γὰρ οὔ; ὅτι κινούμενόν γε ἢ φέροιτο ἢ ἀλλοιοῖτο ἄν· αὗται γὰρ μόναι κινήσεις. ναί. ἀλλοιούμενον δὲ τὸ ἓν ἑαυτοῦ ἀδύνατόν που ἓν ἔτι εἶναι. ἀδύνατον. οὐκ ἄρα κατʼ ἀλλοίωσίν γε κινεῖται. οὐ φαίνεται. ἀλλʼ ἆρα τῷ φέρεσθαι; ἴσως. καὶ μὴν εἰ φέροιτο τὸ ἕν, ἤτοι ἐν τῷ αὐτῷ ἂν περιφέροιτο κύκλῳ ἢ μεταλλάττοι χώραν ἑτέραν ἐξ ἑτέρας. ἀνάγκη. οὐκοῦν κύκλῳ μὲν περιφερόμενον ἐπὶ μέσου βεβηκέναι ἀνάγκη, καὶ τὰ περὶ τὸ μέσον φερόμενα ἄλλα μέρη ἔχειν ἑαυτοῦ· ᾧ δὲ μήτε μέσου μήτε μερῶν προσήκει, τίς μηχανὴ τοῦτο κύκλῳ ποτʼ ἐπὶ τοῦ μέσου ἐνεχθῆναι; οὐδεμία. ἀλλὰ δὴ χώραν ἀμεῖβον ἄλλοτʼ ἄλλοθι γίγνεται καὶ οὕτω κινεῖται; εἴπερ γε δή. οὐκοῦν εἶναι μέν που ἔν τινι αὐτῷ ἀδύνατον ἐφάνη; ναί. ἆρʼ οὖν γίγνεσθαι ἔτι ἀδυνατώτερον; οὐκ ἐννοῶ ὅπῃ. εἰ ἔν τῴ τι γίγνεται, οὐκ ἀνάγκη μήτε πω ἐν ἐκείνῳ εἶναι ἔτι ἐγγιγνόμενον, μήτʼ ἔτι ἔξω ἐκείνου παντάπασιν, εἴπερ ἤδη ἐγγίγνεται; ἀνάγκη. εἰ ἄρα τι ἄλλο πείσεται τοῦτο, ἐκεῖνο ἂν μόνον πάσχοι οὗ μέρη εἴη· τὸ μὲν γὰρ ἄν τι αὐτοῦ ἤδη ἐν ἐκείνῳ, τὸ δὲ ἔξω εἴη ἅμα· τὸ δὲ μὴ ἔχον μέρη οὐχ οἷόν τέ που ἔσται τρόπῳ οὐδενὶ ὅλον ἅμα μήτε ἐντὸς εἶναί τινος μήτε ἔξω.3 ἀληθῆ. οὗ δὲ μήτε μέρη εἰσὶ μήτε ὅλον τυγχάνει ὄν, οὐ πολὺ ἔτι ἀδυνατώτερον ἐγγίγνεσθαί που, μήτε κατὰ μέρη μήτε κατὰ ὅλον ἐγγιγνόμενον; φαίνεται.
“而且,既然它是这样的,它就将在无处存在;因为它既不会在另一个东西之中,也不会在它自身之中。” “怎么说呢?” “如果它在另一个东西之中,它大概会被它所在的那种容器呈圆形包围,并且会以其自身的许多部分在许多地方与它相接触;但是,对于一个没有部分且不分有圆形的一来说,要在许多地方呈圆形与它物接触是不可能的。” “不可能。” “但是,如果它自身在自身之中,既然它确实是在自身之中,那么包围它的就非它自身莫属;因为任何东西要在不包围它的东西之中,是不可能的。” “因为那是不可能的。” “因此,包围者将是一样东西,而被包围者则是另一样东西;因为同一个事物作为一个整体,不会同时既承受包围又施加包围;这样一来,一就不再是一,而是二了。” “确实如此。” “因此,一无论是在自身之中还是在另一个东西之中都无法存在,所以它在无处存在。” “不存在。” “那么请看,处于这种状态的一是否可能保持静止或运动。” “为什么不可能呢?” “因为如果它运动,它要么是移动,要么是质变;因为只有这两种运动。” “是的。” “但是,如果一与自身相比发生了质变,它就绝不可能仍然是一了。” “不可能。” “因此,它不会通过质变来运动。” “看来不会。” “那么,是通过移动吗?” “也许。” “而且,如果一在移动,它要么在同一个地方作圆周运动,要么从一个地方换到另一个地方。” “必然如此。” “然而,作圆周运动的东西必须立于中心之上,并且拥有自身围绕中心移动的其他部分;但是,对于既没有中心又没有部分的东西,有什么办法能让它围绕中心作圆周运动呢?” “没办法。” “那么,它是通过改变位置、时而在此时而在彼,并以此种方式运动吗?” “如果它确实运动的话。” “那么,一在任何东西之中存在,不是已经被证明是不可能的吗?” “是的。” “那么,进入任何东西之中,是不是更加不可能呢?” “我不明白为什么。” “如果某个东西进入某个东西之中,当它正在进入时,它难道不是必然既不在此物之中,又非完全在此物之外吗?如果它确实已经开始进入的话。” “必然如此。” “因此,如果其他事物要承受这种情况,那就只有拥有部分的事物才能承受;因为它的某一部分已经在此物之中,而另一部分同时在此物之外;但是,没有部分的事物,绝不可能以任何方式作为一个整体,同时既不在某物的内部也不在其外部。” “真的。” “对于一个既没有部分、也不是整体的事物,既然它既不能通过部分进入,也不能作为整体进入,那么要在某处产生,岂不是更加不可能吗?” “看来是的。”
- 138πολλαχοῦ ἂν αὐτοῦ ἅπτοιτο πολλοῖς
αὐτοῦ 是指代前述容器(ἐκεῖνο ἐν ᾧ ἐνείη)的属格(动词 ἅπτομαι 的宾语)。而 πολλοῖς 是中性复数与格,表示手段或方式,意为“用其自身的许多(部分)”。由于“一”没有部分,这一前提被证明是不可能的。
- 138bοὐ γὰρ ὅλον γε ἄμφω ταὐτὸν ἅμα πείσεται καὶ ποιήσει
两个动词 πείσεται(被动,即被包围)和 ποιήσει(主动,即包围)针对同一主语进行了对比。ταὐτόν(同一件事)是两个动词的宾语,ὅλον(作为整体)作为副词修饰主语的状态。若假设“一”在自身之中,它自身作为整体必须同时兼具主动(包围)和被动(被包围)两种角色,从而产生矛盾。
- 138eοὐχ οἷόν τέ που ἔσται τρόπῳ οὐδενὶ ὅλον ἅμα μήτε ἐντὸς εἶναί τινος μήτε ἔξω
双重否定结构。主句的否定 οὐχ οἷόν τε(不可能)后接 μήτε... μήτε...,否定了“既不在内部也不在外部这一中间过渡状态”的可能性。这表明,事物进入另一物体的过渡期需要处于“一部分在内,一部分在外”的状态,但对于没有部分的“一”来说,作为整体同时(ὅλον ἅμα)处于这种状态是不可能的。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 2 处
