- 底本
- Platonis Opera, Tomus II: Tetralogia III-IV. Burnet, John, editor. Oxford: Clarendon Press, 1910.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg009.humanitext-grc2:137
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
巴门尼德将自己比作一匹年迈的战马,虽对庞大的辩论感到畏惧,但仍同意以自己的“一”为假设开始讨论,并选择最年轻的亚里士多德作为对话人。他首先推论出,如果一是一,它就不能有部分或整体,因而必定是无限且无形的。
καίτοι δοκῶ μοι τὸ τοῦ Ἰβυκείου ἵππου πεπονθέναι, ᾧ ἐκεῖνος ἀθλητῇ ὄντι καὶ πρεσβυτέρῳ, ὑφʼ ἅρματι μέλλοντι ἀγωνιεῖσθαι καὶ διʼ ἐμπειρίαν τρέμοντι τὸ μέλλον, ἑαυτὸν ἀπεικάζων1 ἄκων ἔφη καὶ αὐτὸς οὕτω πρεσβύτης ὢν εἰς τὸν ἔρωτα ἀναγκάζεσθαι ἰέναι· κἀγώ μοι δοκῶ μεμνημένος μάλα φοβεῖσθαι πῶς χρὴ τηλικόνδε ὄντα διανεῦσαι τοιοῦτόν τε καὶ τοσοῦτον πέλαγος λόγων· ὅμως δὲ δεῖ γὰρ χαρίζεσθαι, ἐπειδὴ καί, ὃ Ζήνων λέγει, αὐτοί ἐσμεν. πόθεν οὖν δὴ ἀρξόμεθα καὶ τί πρῶτον ὑποθησόμεθα; ἢ βούλεσθε, ἐπειδήπερ δοκεῖ πραγματειώδη παιδιὰν παίζειν, ἀπʼ ἐμαυτοῦ ἄρξωμαι καὶ τῆς ἐμαυτοῦ ὑποθέσεως, περὶ τοῦ ἑνὸς αὐτοῦ ὑποθέμενος, εἴτε ἕν ἐστιν εἴτε μὴ ἕν, τί χρὴ συμβαίνειν;πάνυ μὲν οὖν, φάναι τὸν Ζήνωνα.τίς οὖν, εἰπεῖν, μοὶ ἀποκρινεῖται; ἢ ὁ νεώτατος; ἥκιστα γὰρ ἂν πολυπραγμονοῖ, καὶ ἃ οἴεται μάλιστα ἂν ἀποκρίνοιτο· καὶ ἅμα ἐμοὶ ἀνάπαυλα ἂν εἴη ἡ ἐκείνου ἀπόκρισις. ἕτοιμός σοι, ὦ Παρμενίδη, φάναι, τοῦτο, τὸν Ἀριστοτέλη· ἐμὲ γὰρ λέγεις τὸν νεώτατον λέγων. ἀλλὰ ἐρώτα ὡς ἀποκρινουμένου. εἶεν δή, φάναι· εἰ ἕν ἐστιν, ἄλλο τι οὐκ ἂν εἴη2 πολλὰ τὸ ἕν; πῶς γὰρ ἄν; οὔτε ἄρα μέρος αὐτοῦ οὔτε ὅλον αὐτὸ δεῖ εἶναι. τί δή; τὸ μέρος που ὅλου μέρος ἐστίν. ναί. τί δὲ τὸ ὅλον; οὐχὶ οὗ ἂν μέρος μηδὲν ἀπῇ ὅλον ἂν εἴη; πάνυ γε. ἀμφοτέρως ἄρα τὸ ἓν ἐκ μερῶν ἂν εἴη, ὅλον τε ὂν καὶ μέρη ἔχον. ἀνάγκη. ἀμφοτέρως ἂν ἄρα οὕτως τὸ ἓν πολλὰ εἴη ἀλλʼ οὐχ ἕν. ἀληθῆ. δεῖ δέ γε μὴ πολλὰ ἀλλʼ ἓν αὐτὸ εἶναι. δεῖ. οὔτʼ ἄρα ὅλον ἔσται οὔτε μέρη ἕξει, εἰ ἓν ἔσται τὸ ἕν. οὐ γάρ.οὐκοῦν εἰ μηδὲν ἔχει μέρος, οὔτʼ ἂν ἀρχὴν οὔτε τελευτὴν οὔτε μέσον ἔχοι· μέρη γὰρ ἂν ἤδη αὐτοῦ τὰ τοιαῦτα εἴη. ὀρθῶς. καὶ μὴν τελευτή γε καὶ ἀρχὴ πέρας ἑκάστου. πῶς δʼ οὔ; ἄπειρον ἄρα τὸ ἕν, εἰ μήτε ἀρχὴν μήτε τελευτὴν ἔχει. ἄπειρον. καὶ ἄνευ σχήματος ἄρα· οὔτε γὰρ στρογγύλου οὔτε εὐθέος μετέχει. πῶς; στρογγύλον γέ πού ἐστι τοῦτο οὗ ἂν τὰ ἔσχατα πανταχῇ ἀπὸ τοῦ μέσου ἴσον ἀπέχῃ. ναί. καὶ μὴν εὐθύ γε, οὗ ἂν τὸ μέσον ἀμφοῖν τοῖν ἐσχάτοιν ἐπίπροσθεν ᾖ.3 οὕτως. οὐκοῦν μέρη ἂν ἔχοι τὸ ἓν καὶ πολλὰ ἂν εἴη, εἴτε εὐθέος σχήματος εἴτε περιφεροῦς μετέχοι. πάνυ μὲν οὖν. οὔτε ἄρα εὐθὺ οὔτε περιφερές ἐστιν, ἐπείπερ οὐδὲ μέρη ἔχει. ὀρθῶς.
然而,我觉得自己现在的遭遇就像伊比科斯的那匹战马,他把自己比作那匹马——它虽已年迈却曾是冠军,如今又将套上战车去竞争,并且因为有经验而对未来的战斗感到颤抖——他说,他自己到了这般年纪,也违背意愿地被强迫陷入爱河。我也想起了这件事,非常害怕像我这样年纪的人该如何游过如此庞大而深广的理论之海。然而,既然正如芝诺所说,这里只有我们自己,我们还是必须顺从。那么,我们究竟从何处开始,首先做出什么假设?或者,既然我们决定玩一场耗费心力的游戏,你们是否愿意让我从自己以及我自己的假设开始,就“一”本身进行假设,无论它是“一”还是“非一”,看看必然会产生什么后果?“非常愿意,”芝诺说。“那么,”他说,“谁来回答我?是最年轻的那个吗?因为他最不会多事,也会最照自己的想法来回答;同时,他的回答对我也是一种休息。” “巴门尼德啊,我准备好了,”亚里士多德说,“因为你说最年轻的,指的就是我。请提问吧,我会回答的。” “那好,”他说。“如果一是一,一难道不就不能是多吗?” “怎么可能呢?” “因此,它既不应当有部分,它自身也不应当是一个整体。” “为什么呢?” “部分,当然是一个整体的部分。” “是的。” “那么整体是什么?难道不就是没有任何部分缺失的东西吗?” “确实如此。” “那么,在这两种情况下,一都将由部分组成,既是整体又拥有部分。” “必然如此。” “那么,在这两种情况下,一都将如此成为多而非一。” “真的。” “但一必须不是多,而是一。” “必须如此。” “因此,如果一要是一,它既不会是整体,也不会有部分。” “确实不会。” “那么,如果它没有任何部分,它就不会有起点、终点和中间;因为这些东西已经会是它的部分了。” “对。” “而且,终点和起点确实是每个事物的界限。” “怎么会不是呢?” “那么,如果它既没有起点也没有终点,一就是无限的。” “无限。” “而且它也是没有形状的,因为它既不分有圆,也不分有直。” “为什么?” “圆,是指那些两端到中心在每个方向上都等距的东西。” “是的。” “而直,则是两端之间的中间部分挡在两端前面的东西。” “确实如此。” “那么,无论一分有直的形状还是圆的形状,它都将有部分,并且会是多。” “完全如此。” “因此,一既不是直,也不是圆,因为它甚至没有部分。” “对。”
- 137aᾧ ἐκεῖνος ἀθλητῇ ὄντι... ἑαυτὸν ἀπεικάζων
关系代名词 ᾧ 以 ἵππου(马)为先行词,其与格受分词 ἀπεικάζων(“比作”)支配。一连串与格分词(ὄντι、μέλλοντι、τρέμοντι)修饰该关系代词,描述了马的状况;而主格分词 ἀπεικάζων 与主语 ἐκεῖνος(伊比科斯)一致,并以宾格代词 ἑαυτὸν(他自己)为直接宾语。这构成了一个多重嵌套的复杂分词结构:“他将自己比作那匹马(它虽已年迈却曾是冠军,如今又将套上战车去竞争,并且因为有经验而对未来的战斗感到颤抖)”。
- 137cἄλλο τι οὐκ ἂν εἴη
短语 ἄλλο τι(即 ἄλλο τι ἤ 简写)是修辞疑问句中的惯用表达,意为“难道不是……吗?”(相当于 ἆρ' οὐ)。此处与否定词 οὐκ 连用,引出一个强烈肯定的否定推论:“一难道不可能不成为多吗?”,即“一绝不能是多”。
- 137eοὗ ἂν τὸ μέσον ἀμφοῖν τοῖν ἐσχάτοιν ἐπίπροσθεν ᾖ
关系从句 οὗ ἂν... ᾖ 定义了 εὐθύ(直线)。介词性副词 ἐπίπροσθεν 支配属格(此处为双数 ἀμφοῖν τοῖν ἐσχάτοιν“两端”),意为“挡在……的前面”。这反映了古希腊基于光学或视角的直线定义,即中间部分(τὸ μέσον)恰好挡在(或位于)两端点之间的直线上。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
- 2026-11-15 AI校阅 — 译文 1 处
