- 底本
- Platonis Opera, Tomus I: Tetralogia I-II. Burnet, John, 1863-1928, editor. Oxford: Clarendon Press, 1905.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:203
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
苏格拉底和泰阿泰德通过字母和音节的例子检验了“梦之说”,指出了“音节可知而元素不可知”这一主张的内在矛盾,促使他们将音节重新考量为一种区别于其元素之和的统一形式。
ΣΩ. βασανίζωμεν δὴ αὐτὰ ἀναλαμβάνοντες, μᾶλλον δὲ ἡμᾶς αὐτούς,1 οὕτως ἢ οὐχ οὕτως γράμματα ἐμάθομεν. φέρε πρῶτον· ἆρʼ αἱ μὲν συλλαβαὶ λόγον ἔχουσι, τὰ δὲ στοιχεῖα ἄλογα; ΘΕΑΙ. ἴσως. ΣΩ. πάνυ μὲν οὖν καὶ ἐμοὶ φαίνεται. Σωκράτους γοῦν εἴ τις ἔροιτο τὴν πρώτην συλλαβὴν οὑτωσί· ὦ Θεαίτητε, λέγε τί ἐστι ΣΩ; τί ἀποκρινῇ; ΘΕΑΙ. ὅτι σῖγμα καὶ ὦ. ΣΩ. οὐκοῦν τοῦτον ἔχεις λόγον τῆς συλλαβῆς; ΘΕΑΙ. ἔγωγε. ΣΩ. ἴθι δή, οὕτως εἰπὲ καὶ τὸν τοῦ σῖγμα λόγον. ΘΕΑΙ. καὶ πῶς τοῦ στοιχείου τις ἐρεῖ στοιχεῖα; καὶ γὰρ δή, ὦ Σώκρατες, τό τε σῖγμα τῶν ἀφώνων ἐστί, ψόφος τις μόνον, οἷον συριττούσης τῆς γλώττης· τοῦ δʼ αὖ βῆτα οὔτε φωνὴ οὔτε ψόφος, οὐδὲ τῶν πλείστων στοιχείων. ὥστε πάνυ εὖ ἔχει τὸ λέγεσθαι αὐτὰ ἄλογα, ὧν γε τὰ ἐναργέστατα αὐτὰ τὰ ἑπτὰ2 φωνὴν μόνον ἔχει, λόγον δὲ οὐδʼ ὁντινοῦν. ΣΩ. τουτὶ μὲν ἄρα, ὦ ἑταῖρε, κατωρθώκαμεν περὶ ἐπιστήμης. ΘΕΑΙ. φαινόμεθα. ΣΩ. τί δέ; τὸ μὴ γνωστὸν εἶναι τὸ στοιχεῖον ἀλλὰ τὴν συλλαβὴν ἆρʼ ὀρθῶς ἀποδεδείγμεθα; ΘΕΑΙ. εἰκός γε. ΣΩ. φέρε δή, τὴν συλλαβὴν πότερον λέγομεν τὰ ἀμφότερα στοιχεῖα, καὶ ἐὰν πλείω ᾖ ἢ δύο, τὰ πάντα, ἢ μίαν τινὰ ἰδέαν γεγονυῖαν συντεθέντων αὐτῶν; ΘΕΑΙ. τὰ ἅπαντα ἔμοιγε δοκοῦμεν. ΣΩ. ὅρα δὴ ἐπὶ δυοῖν, σῖγμα καὶ ὦ. ἀμφότερά ἐστιν ἡ πρώτη συλλαβὴ τοῦ ἐμοῦ ὀνόματος. ἄλλο τι ὁ γιγνώσκων αὐτὴν τὰ ἀμφότερα γιγνώσκει; ΘΕΑΙ. τί μήν; ΣΩ. τὸ σῖγμα καὶ τὸ ὦ ἄρα γιγνώσκει. ΘΕΑΙ. ναί. ΣΩ. τί δʼ; ἑκάτερον ἄρʼ ἀγνοεῖ καὶ οὐδέτερον εἰδὼς ἀμφότερα γιγνώσκει; ΘΕΑΙ. ἀλλὰ δεινὸν καὶ ἄλογον, ὦ Σώκρατες. ΣΩ. ἀλλὰ μέντοι εἴ γε ἀνάγκη ἑκάτερον γιγνώσκειν, εἴπερ ἀμφότερά τις γνώσεται, προγιγνώσκειν τὰ στοιχεῖα ἅπασα ἀνάγκη τῷ μέλλοντί3 ποτε γνώσεσθαι συλλαβήν, καὶ οὕτως ἡμῖν ὁ καλὸς λόγος ἀποδεδρακὼς οἰχήσεται. ΘΕΑΙ. καὶ μάλα γε ἐξαίφνης. ΣΩ. οὐ γὰρ καλῶς αὐτὸν φυλάττομεν. χρῆν γὰρ ἴσως τὴν συλλαβὴν τίθεσθαι μὴ τὰ στοιχεῖα ἀλλʼ ἐξ ἐκείνων ἕν τι γεγονὸς εἶδος, ἰδέαν μίαν αὐτὸ αὑτοῦ ἔχον, ἕτερον δὲ τῶν στοιχείων. ΘΕΑΙ. πάνυ μὲν οὖν· καὶ τάχα γʼ ἂν μᾶλλον οὕτως ἢ ʼκείνως ἔχοι. ΣΩ. σκεπτέον καὶ οὐ προδοτέον οὕτως ἀνάνδρως μέγαν τε καὶ σεμνὸν λόγον. ΘΕΑΙ. οὐ γὰρ οὖν.
苏格拉底:那么,让我们重新提起这些观点来进行检验,或者更确切地说是检验我们自己,看我们是不是这样学会字母的。首先,音节是否具有说明,而元素则是没有说明的? 泰阿泰德:也许。 苏格拉底:完全是这样,我也是这么想的。至少,如果有人针对“苏格拉底”的第一个音节这样问:“泰阿泰德,说吧,SO是什么?”你会怎么回答? 泰阿泰德:是西格马和欧。 苏格拉底:那么,这就是你所持有的关于该音节的说明了? 泰阿泰德:是的。 苏格拉底:那么来吧,同样地说说西格马的说明。 泰阿泰德:可是,一个人怎么能说出一个元素的元素呢?因为,苏格拉底,西格马是无声字母之一,仅仅是某种噪音,就像舌头发出嘶嘶声那样;而在另一方面,贝塔既没有声音也没有噪音,大多数元素也是如此。因此,说它们自身没有说明是极其妥当的,其中最清晰的也就是那七个字母,它们仅具有声音,却没有任何说明。 苏格拉底:那么,朋友,关于知识,我们在这一点上是做对了。 泰阿泰德:似乎是这样。 苏格拉底:那又如何呢?我们是否正确地证明了元素是不可知的,而音节是可知的? 泰阿泰德:很有可能。 苏格拉底:那么请问,我们说音节是指那两个元素(如果多于两个,就是指所有元素),还是指它们被组合在一起时所产生的某种单一的形式? 泰阿泰德:在我看来,我们似乎是指所有元素。 苏格拉底:那么看看这两个字母,西格马和欧。这两者合起来就是我名字的第一个音节。认识这一音节的人,难道不就是认识这两个字母吗? 泰阿泰德:当然。 苏格拉底:那么,他认识西格马和欧。 泰阿泰德:是的。 苏格拉底:那又如何呢?难道他对其中每一个都一无所知,在两者都不认识的情况下,却认识两者的合体吗? 泰阿泰德:但这真是太奇怪也太不合情理了,苏格拉底。 苏格拉底:然而,如果有人要认识两者,就必须先认识其中每一个,那么对于将来要认识音节的人来说,预先认识这些元素就是绝对必要的。这样一来,我们那个漂亮的论点就会逃之夭夭,消失不见了。 泰阿泰德:而且还是非常突然地。 苏格拉底:因为我们没有好好守住它。也许,我们应当把音节设定为不是那些元素,而是由它们产生的某种单一的形式,具有其自身独特的单一型相,且与元素不同。 泰阿泰德:完全是这样;也许这种说法比起刚才那种说法更说得通。 苏格拉底:我们必须加以审视,决不能如此懦弱地背弃一个伟大而庄严的论证。 泰阿泰德:当然不能。
- 203aμᾶλλον δὲ ἡμᾶς αὐτούς
对动词 βασανίζωμεν(检验)的宾语代词 αὐτά(这些,即上述理论的要素)进行的并列修正补充,带有 μᾶλλον δέ(或者更确切地说)。需补出动词 βασανίζωμεν 理解为“或者更确切地说是[检验]我们自己”。
- 203bὧν γε τὰ ἐναργέστατα αὐτὰ τὰ ἑπτὰ
关系代词属格 ὧν 是表示整体的分属格(“在它们之中”)。“它们自身之中最清晰的七个”指的是希腊字母表中的七个元音(α, ε, η, ι, ο, υ, ω)。
- 203dπρογιγνώσκειν τὰ στοιχεῖα ἅπασα ἀνάγκη τῷ μέλλοντί
不定式短语 προγιγνώσκειν τὰ στοιχεῖα 作为无人称表达 ἅπασα ἀνάγκη [ἐστί](是绝对必要的)的主语,而该不定式的逻辑主体则由与格 τῷ μέλλοντι...(对于想要……的人)表示。整句结构为“对于将来要认识音节的人来说,预先认识这些元素是绝对必要的”。
